← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§290.1-291.17

有界定特称问题的驳斥与个别事例考查

亚里士多德阐释了驳斥带有各种界定的特称问题(如“某种是善而某种不是”、“唯独一种/唯独特定德性是……”)的途径数量(两种、三种、四种、五种),随后论述了考察个别事例的方法与在全称问题中一样,同样适用于特称问题的确立与驳斥。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.65

" Διωρισμένης δὲ τῆς θέσεως." Εἰ δὲ διωρισμένον εἴη τὸ πρόβλημα, ὃ θέσιν εἶπε, καὶ εἰ εἴη διορισμὸς τοιοῦτος ἐν τῷ προβλήματι, εἰ τὶς μὲν ἡδονὴ ἀγαθόν, τὶς δὲ οὔ (δοκεῖ δέ μοι τὸ ‘τὶς δὲ οὔ’ προστεθεικέναι1 οὐχ ὡς πάντως ὀφεῖλον ἐν τῇ προτάσει κεῖσθαι, ἀλλ’ ὡς δηλωτικὸν ὂν τοῦ τὴν ἐπὶ μέρους ἀληθῆ εἶναι καθ’ αὑτὴν μόνον ἀλλὰ μὴ διὰ τὴν καθόλου, ὑφ’ ἥν ἐστι, μηδὲ ἀδιορίστως· καὶ γὰρ εἰ εἶεν δύο προτάσεις κείμεναι, οὐκέτι ἡ μία πρότασις διχῶς ἀναιρεθήσεται, ἀλλὰ δύο οὖσαι ὑπὸ δύο, ἡ μὲν καταφατικὴ ὑπὸ τῆς καθόλου ἀποφατικῆς, ἡ δὲ ἀποφατικὴ ὑπὸ τῆς καθόλου καταφατικῆς), διχῶς δή, φησίν, ἐνδέχεται τὴν οὕτω διωρισμένην ἐπὶ μέρους ἀναιρεῖσθαι. καὶ γὰρ πάσης ἀγαθῆς δειχθείσης ἀναιρεῖται τὸ τινὰ μὲν εἶναι τινὰ δὲ μή, καὶ εἰ μηδεμία ἀγαθὸν οὖσα δειχθείη· οὐ γὰρ οἷόν τε μηδεμιᾶς οὔσης ἡδονῆς ἀγαθῆς τινὰ μὲν εἶναι ἀγαθὸν τινὰ δὲ μή. εἰ δὲ οὕτως ἔχοι ὁ τῆς ἐπὶ μέρους διορισμός, εἰ μία μόνη ἡδονὴ ἀγαθόν, τριχῶς ἡ ἀναίρεσις αὐτῆς ἔσται. καὶ γὰρ ἂν πᾶσα ἡδονὴ ἀγαθὸν οὖσα δειχθῇ, ἀναιρεῖται τὸ ‘μία μόνη’, κἂν μηδεμία· εἰ γὰρ μηδεμία ἀγαθόν, οὐκ ἀληθὲς οὐδὲ τὸ ‘μία μόνη’· ἀλλὰ κἂν δειχθῶσιν πλείους οὖσαι ἀγαθαί, καὶ οὕτως ἀναιρεῖται τὸ μίαν μόνην ἀγαθὸν εἶναι. εἰ δὲ ἔτι ἐπὶ πλεῖον ὁ διορισμὸς τοῦ ἐπὶ μέρους προβλήματος γένοιτο καὶ ἔχοι οὕτως, εἰ ἡ φρόνησις μόνη τῶν ἀρετῶν ἐπιστήμη, τετραχῶς ἡ ἀναίρεσις αὐτῆς ἔσται. καὶ γὰρ ἂν ὅτι πᾶσα ἀρετὴ ἐπιστήμη ἐστὶ δειχθῇ, κἂν ὅτι οὐδεμία ἀρετὴ ἐπιστήμη, κἂν ὅτι πλείους, οἷον ἡ δικαιοσύνη (οὐκέτι γὰρ μόνη), κἂν ὅτι ἡ φρόνησις οὐκ ἔστιν ἐπιστήμη, δῆλον ὅτι ἄλλης τινὸς οὔσης· κἂν γὰρ ἄλλαι τινὲς ὦσιν, αὕτη δὲ μή, ἀναιρεῖται τὸ κείμενον. ἀλλὰ καὶ εἰ κείμενον εἴη τρεῖς μόνας τάσδε τινὰς ἀρετὰς ἐπιστήμας εἶναι, πενταχῶς ἂν ἀναιροῖτο κατὰ τὸν ὑφηγούμενον τρόπον· καὶ γὰρ διὰ τοῦ ‘πᾶσα’ καὶ διὰ τοῦ ‘οὐδεμία’ καὶ διὰ τοῦ ‘πλείους’ καὶ διὰ τοῦ ‘ἐλάττους’ καὶ διὰ τοῦ ‘οὐ καὶ αὗται αἱ τρεῖς αἳ ἦσαν ὠνομασμέναι ἐν τῷ προβλήματι’. περὶ τούτων καὶ Θεόφραστος ἐπὶ τέλει τοῦ Περὶ καταφάσεως δοκεῖ πεποιῆσθαι λόγον.

“然而,当论题是被界定的。” 若问题(他称为论题)是被界定的,并且若在问题中存在着这样的界定,即“若某种快乐是善,但某种不是”(在我看来,他添加“但某种不是”,并不是因为这必定应当被置于命题之中,而是为了表明特称命题唯独就其自身而言是真的,而不是由于它所从属的全称命题,亦不是不定地为真;因为若立有两个命题,则不再是单一命题以两种方式被推翻,而是两个命题由两个命题来推翻,肯定命题由全称否定命题推翻,否定命题由全称肯定命题推翻),他说,以这种方式被界定的特称命题确实可以以两种方式被推翻。因为无论是在所有的都被表明是善的时候,某种是而某种不是就被推翻了,还是在没有任何一个是善被表明的时候亦然;因为当没有任何快乐是善时,某种是善而某种不是善是不可能的。但若特称命题的界定是这样的,“若唯独一种快乐是善”,对它的推翻将会有三种方式。因为无论每种快乐被表明是善,“唯独一种”就被推翻了,还是没有任何一个是善亦然;因为若没有任何一个是善,“唯独一种”亦不是真的;而且即便表明有更多是善,以这种方式“唯独一种是善”亦被推翻。但若特称问题的界定进一步扩展并且是这样,“若在诸德性中唯独明智是知识”,对它的推翻将会有四种方式。因为无论是表明每种德性都是知识,还是没有任何德性是知识,还是更多德性是知识,例如正义(因为不再是唯独一种),还是明智不是知识,显然在有某种其他德性是知识的情况下;因为即使存在某些其他德性是知识,而这一种不是,所立的命题亦被推翻。但即使设定“唯独这三种特定的德性是知识”,按照所指示的方式,它亦将以五种方式被推翻;因为既可以通过“每种”,亦可以通过“没有任何”,通过“更多”,通过“更少”,以及通过“并非在问题中被提名的这三种亦然”。泰奥弗拉斯托斯在《论肯定》的末尾似乎亦探讨了这些问题。

§3.66

"Χρήσιμον δὲ καὶ τὸ ἐπιβλέπειν ἐπὶ τὰ καθ’ ἕκαστα, ἐν οἷς ὑπάρχειν τι ἢ μὴ εἴρηται, καθάπερ ἐν τοῖς καθόλου προβλήμασιν." Ὡς ἐν τῷ δευτέρῳ ἠξίου περὶ τῶν καθόλου προβλημάτων τεθέντος τοῦ προβλήματος ἐπιβλέπειν ἐπὶ τὰ καθ’ ἕκαστα ἢ τὰ ὑπὸ τὸ καθόλου, καὶ εἰ μὲν μηδενὶ εὑρίσκοιτο ὑπάρχον τὸ τιθέμενον καθόλου ὑπάρχειν πολλὰ τῶν ὑπ’ αὐτὸ προενέγκασιν, καθόλου λαμβάνειν ὅτι μηδενὶ ὑπάρχει, ἢ ἐὰν πολλοῖς φαίνηται ὑπάρχον, τιθέναι ὅτι πᾶσιν ἢ φέρειν ἔνστασιν ἐπὶ τίνος οὐχ οὕτως, οὕτως φησὶ δεῖν ποιεῖν2 καὶ ἐπὶ τῶν ἐν μέρει προβλημάτων· τοῦτο γὰρ εἶπε διὰ τοῦ ἐν οἷς ὑπάρχειν τι ἢ μὴ εἴρηται. ἐὰν γὰρ ᾖ κείμενον ὅτι τις ἡδονὴ ἀγαθόν, χρὴ ἐπιβλέπειν ἐπὶ τὰς ἐν μέρει ἡδονάς, ὥσπερ καὶ εἰ ἦν κείμενον καθόλου ὅτι πᾶσα ἡδονὴ ἀγαθόν· κἂν μὲν εὑρίσκηται ἐν τῇ τοιαύτῃ ἐπιβλέψει τις ἡδονὴ οὖσα ἀγαθόν, δεδειγμένον ἂν εἴη τὸ προκείμενον· ἐὰν δὲ ἐπὶ πολλῶν μὴ οὕτως ἔχον εὑρίσκηται, τὸ καθόλου ἀξιώσομεν, τὸ μηδεμίαν εἶναι ἀγαθόν. οὕτως δὲ ἐσόμεθα καὶ τὸ προκείμενον ἐπὶ μέρους ὂν ἀνεσκευακότες, ὥστε καὶ τοῦτο κοινὸν τοῖς ἐπὶ μέρους προβλήμασιν.

“正如在全称问题中一样,考察某物被述及属于或不属于的个别事例,亦是有用的。” 正如在第二卷中关于全称问题,当问题被确立时,他要求考察个别事例或全称之下的事物,并且在列举了其下的诸多事例之后,若被设定为全称属于的属性被发现不属于任何事物,便全称地得出它不属于任何事物,或者若它显现为属于许多事物,便设定它属于一切事物,或者就何者并非如此提出异议;他说,在特称问题上亦必须如此做;因为他通过“某物被述及属于或不属于的事物中”表达了这一点。因为若设定某种快乐是善,就必须考察个别的快乐,正如同全称地设定每种快乐都是善一样;而且若在这样的考察中某种快乐被发现是善,摆在我们面前的事项就得到了证明;但若在许多事例中被发现并非如此,我们就会要求全称命题,即没有任何快乐是善。这样,我们亦就驳斥了摆在我们面前的特称命题,因此这一点对特称问题亦是相通的。

语法注2 条
  1. 3.65δοκεῖ δέ μοι τὸ ‘τὶς δὲ οὔ’ προστεθεικέναι

    不定式 προστεθεικέναι 的逻辑主语在上下文中是指亚里士多德。由 ὡς 引导的两个分词从句(οὐχ ὡς... ὀφεῖλον 与 ἀλλ’ ὡς δηλωτικὸν ὄν)充当说明添加意图的主观原因副词从句,分词 ὀφεῖλον 与 ὄν 均为与宾语 τὸ ‘τὶς δὲ οὔ’ 一致的中性单数宾格。

  2. 3.66Ὡς ἐν τῷ δευτέρῳ ἠξίου... οὕτως φησὶ δεῖν ποιεῖν

    全句的核心骨架由相关连词 Ὡς... ἠξίου(“正如他要求……”)与 οὕτως φησὶ δεῖν ποιεῖν(“他说亦当如此做……”)构成。在 Ὡς 从句内部,插入了带有属格绝对结构(τεθέντος τοῦ προβλήματος)与与格分词(προενέγκασιν)的多个条件句(εἰ μὲν... εὑρίσκοιτο 与 ἢ ἐὰν... φαίνηται),从而使得从属从句与主句之间相距较远。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:290.1-291.17