- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:288.12-289.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大解释了亚里士多德在《论题篇》第二卷(120a6)中对不定的特称问题的处理,指明不定的特称命题只能通过全称命题以一种方式被驳斥,而通过全称或特称的证明则可以以两种方式被确立。
" Ἀδιορίστου μὲν οὖν ὄντος τοῦ προβλήματος." Καὶ ταῦτα ἔτι περὶ τῶν ἐπὶ μέρους προβλημάτων· τὰ μὲν γὰρ ἁπλῶς καὶ ἀδιορίστως λέγεται, τὰ δὲ μετὰ διορισμοῦ τινὸς ἢ καὶ πλειόνων. δείκνυσιν οὖν πῶς μὲν τὰ ἀδιόριστα ἐπὶ μέρους ἀνασκευάζειν τε καὶ κατασκευάζειν οἷόν τε, πῶς δὲ τὰ διωρισμένα, καὶ τούτων πῶς μὲν τὰ ἧττον, πῶς δὲ τὰ μᾶλλον, καὶ ὅτι τὰ ἀδιόριστα κατασκευασθῆναι ῥᾷον ἢ ἀνασκευασθῆναι. εἰκότως δὲ ἐν τοῖς περὶ τοῦ συμβεβηκότος λεγομένοις καὶ περὶ τῶν ἐπὶ μέρους προβλημάτων ἐπέξεισιν· ὡς γὰρ ἤδη πλεονάκις ἐρρήθη, ἐν μόνῳ τῷ συμβεβηκότι μάλιστα τὰ ἐπὶ μέρους ἐστὶ προβλήματα. ἔστι δὲ ἐπὶ μέρους μὲν ἀδιόριστα προβλήματα τὸ ‘τὶς ἡδονὴ ἀγαθόν’, τοῦτο μὲν καταφατικόν, ἀποφατικὸν δὲ πάλιν τὸ ‘τὶς ἡδονὴ οὐκ ἔστιν ἀγαθόν’. ἐπὶ μέρους μὲν γὰρ καὶ τὸ ‘ἡ τοῦ ἀκολάστου ἡδονὴ ἀγαθόν’, ἀλλὰ τὸ οὕτως ἐπὶ μέρους διωρισμένον καὶ οὐχ ἁπλῶς λεγόμενον· ὡς δὲ ἴσον δυνάμενον ‘ἡδονὴ ἀγαθόν’, ὃ κυρίως ἀδιόριστον λέγεται, καὶ ‘τὶς ἡδονή’,1 καὶ πάλιν ‘ἡδονὴ οὐκ ἔστιν ἀγαθόν’ καὶ ‘〈τὶς〉 ἡδονὴ οὐκ ἀγαθόν’, οὕτως αὐτοῖς χρῆται. διὰ τοῦτο γὰρ καὶ 〈αἱ〉 οὕτως ἐπὶ μέρους ἀδιόριστοι, ὅτι ταύταις τῶν ἐπὶ μέρους αἱ ἀδιόριστοι ἴσον δύνανται. προειπὼν γὰρ οἷον εἴ τις ἔφησεν ἡδονὴν ἀγαθὸν εἶναι ἢ μὴ ἀγαθόν, τῷ μὲν ἡδονὴν ἀγαθὸν εἶναι ὡς ταὐτὸν λαμβάνει τὸ τινὰ ἡδονὴν ἀγαθὸν εἶναι, τῷ δὲ μὴ εἶναι ἀγαθὸν ἡδονὴν τὸ τινὰ ἡδονὴν μὴ εἶναι ἀγαθόν· λέγει γὰρ ὁμοίως δὲ καὶ εἴ τινα ἔφησεν ἡδονὴν μὴ εἶναι ἀγαθόν. αὗται μὲν οὖν ἐπὶ μέρους ἀδιόριστοι, [καὶ] διότι οὐ διώρισται πότερον διὰ τὸ καθόλου ἢ καθ’ αὑτὰς τιθέασι τὸ ἐν μέρει. διωρισμένας δὲ ἐπὶ μέρους λέγει τήν τε λέγουσαν ‘τὶς μὲν ἡδονὴ ἀγαθόν, τὶς δ’ οὔ’ καὶ τὴν μίαν μόνην ἡδονὴν ἀγαθὸν καὶ τὴν θεωρητικὴν ἡδονὴν μόνην ἀγαθόν. Οὐσῶν δὴ διαφορῶν τούτων ἐν ταῖς ἐπὶ μέρους, πρῶτον μὲν περὶ τῆς ἀδιορίστου ἐπὶ μέρους τὸν λόγον ποιεῖται, καί φησι τὴν τοιαύτην ἐπὶ μέρους ἀνασκευάζεσθαι μὲν μοναχῶς, κατασκευάζεσθαι δὲ διχῶς. τὴν γὰρ λέγουσαν ‘τὶς ἡδονὴ ἀγαθόν’ ἀνασκευάσαι μόνως ἔστι δείξαντας καθόλου ὅτι μηδεμία ἡδονὴ ἀγαθόν· ὁ γὰρ δείξας τινὰ ἡδονὴν μὴ οὖσαν ἀγαθὸν οὐκ ἀνεσκεύακε τὸ τινὰ ἀγαθὸν εἶναι διὰ τὸ δύνασθαι καὶ ταύτην ἀληθῆ εἶναι δειχθείσης ἐκείνης. ὁμοίως καὶ τὴν λέγουσαν τινὰ ἡδονὴν μὴ εἶναι ἀγαθὸν μόνως ἔστιν ἀνασκευάσαι δείξαντας ὅτι πᾶσα ἡδονὴ ἀγαθόν· οὐδέπω γὰρ ὁ δείξας τινὰ ἡδονὴν ἀγαθὸν ἀνῄρηκε τὸ μὴ εἶναί τινα ἀγαθόν. αὐτὸς δὲ εἰπὼν περὶ τῆς ἐπὶ μέρους ἀποφατικῆς ὅτι διὰ τῆς καθόλου καταφατικῆς2 μόνης ἀναιρεῖται, προσέθηκεν ἐὰν γὰρ δείξωμεν ὅτι ἐστί τις ἡδονὴ οὐκ ἀγαθόν, οὔπω ἀναιρεῖται τὸ προκείμενον, οὐκ ἐπὶ τῆς ἐπὶ μέρους ἀποφατικῆς τοῦτο λέγων, ἀλλὰ περὶ τῆς ἐπὶ μέρους καταφατικῆς, περὶ ἧς φθάσας προειρήκει. οὐκέτι δὲ τὸ ὅμοιον παρατίθεται ἐπὶ τῆς ἐπὶ μέρους ἀποφατικῆς, δεικνὺς ὅτι ὑπὸ τῆς ἐπὶ μέρους καταφατικῆς οὐκ ἀναιρεῖται, ὡς γνωρίμου γεγονότος καὶ τούτου διὰ τοῦ εἰρημένου ἐπὶ τῆς ἐπὶ μέρους καταφατικῆς. κατασκευάζειν δὲ διχῶς φησιν εἶναι ἑκάτερον τῶν οὕτως ἐπὶ μέρους. καὶ γὰρ καθόλου δείξαντες πᾶσαν ἡδονὴν ἀγαθὸν καὶ ἐπὶ μέρους τινὰ ἡδονὴν ἀγαθὸν κατεσκευακότες ἂν εἴημεν τὸ ἐπὶ μέρους καταφατικόν. ὁμοίως δὲ καὶ τὸ ἐπὶ μέρους ἀποφατικὸν κατασκευάζοιτο ἄν, εἰ δειχθείη μηδεμία ἡδονὴ ἀγαθόν (εἰ γὰρ μηδεμία, οὐδὲ τίς), καὶ εἰ τὶς μὴ εἴη ἀγαθόν· ἀμφοτέρως γὰρ γίνεται δεδειγμένον ὅτι τις ἡδονὴ οὐκ ἔστιν ἀγαθόν.
“因此,当问题是不定时。” 而这些依然是关于特称问题的事项;因为有些问题是单纯且不定地被表述的,另一些则是带有某种甚至多种界定而被表述的。因此,他指明了如何能够驳斥和确立不定的特称[问题],如何驳斥和确立定命题,以及在这些定命题中,如何处理带有较少[界定]者以及如何处理带有较多[界定]者,并指明不定的命题确立起来比驳斥更为容易。他在关于偶性的论述中合乎情理地详细探讨了特称问题;因为正如多次说过的,特称问题尤其只存在于偶性之中。而不定的特称问题是“某种快乐是善”——这是肯定命题,反过来,否定命题是“某种快乐不是善”。因为“放荡者的快乐是善”固然也是特称的,但却是这样被界定的特称,而非单纯表述的;但他是把它们当作具有相等效力来使用的,即“快乐是善”(这严格说来被称为不定的)与“某种快乐”,以及反过来,“快乐不是善”与“[某种]快乐不是善”。事实上正是为此,以这种方式的特称命题是不定的,因为特称命题中不定的那些与这些[单纯表述者]具有相等效力。因为他先前说过“例如,若有人说快乐是善或不是善”,他便把“快乐是善”等同于“某种快乐是善”,而把“快乐不是善”等同于“某种快乐不是善”;因为他说“同样地,若他说某种快乐不是善”。因此,这些是不定的特称命题,[亦]因为并未界定它们设定特称是因为全称还是由于其自身。而他所说的界定的特称命题,既指说“某种快乐是善,但某种不是”的命题,亦指说“只有一种快乐是善”以及“唯独观照的快乐是善”的命题。 既然在特称命题中存在着这些差异,他首先探讨不定的特称命题,并说这种特称命题是以一种方式被驳斥,而以两种方式被确立。因为要驳斥说“某种快乐是善”的命题,只有通过全称地指明没有任何快乐是善才是可能的;因为表明了某种快乐不是善的人,并未推翻某种是善,因为指明了那一点之后,这一个亦可能是真的。同样,要驳斥说某种快乐不是善的命题,只有通过指明每种快乐都是善才是可能的;因为表明了某种快乐是善的人,尚未推翻某种不是善。但他自己在关于特称否定命题谈到它仅通过全称肯定命题被推翻之后,补充道“因为如果我们表明某种快乐不是善,摆在我们面前的论题尚未被推翻”,他说这番话并不是关于特称否定命题,而是关于他先前谈过的特称肯定命题。但他不再在特称否定命题上列举类似的例子来表明它不会被特称肯定命题推翻,因为借由对特称肯定命题所说的话,这一点亦已为人所知。而他说以这种方式确立各个特称命题有两种途径。因为无论全称地指明每种快乐都是善,还是特称地指明某种快乐是善,我们都确立了特称肯定命题。同样,如果指明没有任何快乐是善(因为若没有任何〔快乐是善〕,则某种亦不是〔善〕),以及如果某种不是善,特称否定命题亦将被确立;因为以这两种方式,指明某种快乐不是善都得以实现。
- 3.64ὡς δὲ ἴσον δυνάμενον ‘ἡδονὴ ἀγαθόν’, ὃ κυρίως ἀδιόριστον λέγεται, καὶ ‘τὶς ἡδονή’
分词短语 ὡς ἴσον δυνάμενον 修饰后文的主句 οὕτως αὐτοῖς χρῆται(“他便这样使用它们”),作为表示方式的副词性分词短语。命题短语 ‘ἡδονὴ ἀγαθόν’ 与 ‘τὶς ἡδονή’ 作为 δυνάμενον 的主语并列出现,意为“鉴于‘快乐是善’与‘某种快乐[是善]’具有相等的效力”。
- 3.64οὐκ ἐπὶ τῆς ἐπὶ μέρους ἀποφατικῆς τοῦτο λέγων, ἀλλὰ περὶ τῆς ἐπὶ μέρους καταφατικῆς
分词 λέγων 与主句主语(亚里士多德)一致,指出亚里士多德所补充的那句话(“因为如果我们表明某种快乐不是善……”)并非针对紧接着的特称否定命题而言,而是针对他先前所讨论的特称肯定命题而言的。
