- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:28.10-29.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大以反驳享乐主义者的论辩为例具体阐述了辩证法的第二种有用性(“交往”),进而论述了第三种有用性(“用于关涉哲学的诸门科学”),说明双向论证如何有助于发现真理及解决疑难。
τῷ γὰρ τὴν ἡδονὴν ἀγαθὸν ἡγουμένῳ καὶ δουλεύοντι ταύτῃ ἂν μέν τις διὰ τοῦ λέγειν τὴν ἡδονὴν γένεσιν εἰς φύσιν αἰσθητὴν εἶναι, τὴν δὲ τοιαύτην φύσιν μὴ δύνασθαι ἀγαθὸν εἶναι τῷ τὴν γένεσιν ἀτελῆ εἶναι μηδὲν δὲ ἀγαθὸν ἀτελές, ἂν δὴ διὰ τούτου τις δεικνύναι θέλῃ τῷ τοιούτῳ ὅτι μή ἐστιν ἡ ἡδονὴ ἀγαθόν, οὐδὲν ἂν πλέον ποιοῖ1 τῷ μηδὲ τὴν ἀρχὴν εἰδέναι τί ποτέ ἐστι τὸ λεγόμενον. ἂν δὲ ἀπὸ τῶν κοινῶν τε καὶ ἐνδόξων ὁρμώμενος ἐξετάζῃ αὐτὸν εἰ μὴ δοκεῖ αὐτῷ τὸ ἀγαθὸν ἀγαθοὺς ποιεῖν, ὥσπερ καὶ τὸ λευκὸν λευκοὺς καὶ τὸ θερμὸν θερμούς, καὶ τούτου τεθέντος προσανέρηται εἰ ἡ ἡδονὴ δοκεῖ αὐτῷ ἀγαθοὺς ποιεῖν, λήψεται μὲν ὅτι μὴ ποιεῖ (ἐναργὲς γὰρ καὶ τοῦτο), συνάξει δὲ ὅτι μὴ ἀγαθὸν ἡ ἡδονὴ ἐκ τῶν ἐκείνου δοξῶν τε καὶ ἀποκρίσεων. διὸ καὶ μεταπείσειεν ἂν αὐτόν· εἴκει γάρ πως πᾶς τῷ ὑπ’ αὐτοῦ τεθέντι. Τρίτον τῆς ὠφελείας αὐτῆς ἐκτίθεται τρόπον τὸν πρὸς φιλοσοφίαν καὶ τὴν κατ’ ἐπιστήμην γνῶσιν, τοῦτ’ ἔστι πρὸς τὴν τοῦ ἀληθοῦς εὕρεσίν τε καὶ γνῶσιν. κατὰ φιλοσοφίαν δὲ ἐπιστήμας εἶπε τὴν φυσικήν, τὴν ἠθικήν, τὴν λογικήν, τὴν μετὰ τὰ φυσικά. οἱ γὰρ δυνάμενοι τὰ πιθανὰ πρὸς τὰ ἀντικείμενα συντελοῦντα διορᾶν καὶ εἰς ἀμφότερα ἐπιχειρεῖν ῥᾷον ἂν εὑρίσκοιεν ἐν ποτέρῳ αὐτῶν μέρει τῆς ἀντιφάσεως τὸ ἀληθές ἐστιν, ὥσπερ ἀντιδίκων ἀμφοτέρων τῶν μερῶν ἀκηκοότες. ὡς γὰρ ὁ δικαστὴς διὰ τοῦ ἀμφοτέρων ἀκοῦσαι τὸ δίκαιον γνωρίζει, οὕτως καὶ ἐν ταῖς κατὰ φιλοσοφίαν ζητήσεσιν ἐπὶ πολλῶν οὐχ οἷόν τε τὸ ἀληθὲς εὑρεῖν ῥᾳδίως μὴ πρότερον εἰς ἑκάτερον ἐπιχειρήσαντα.2 συνάδει τούτῳ καὶ τὸ ὑπὸ Πλάτωνος εἰρημένον ἐν τῷ Παρμενίδῃ τὸ “ἔθισον σαυτὸν καὶ γύμνασον μᾶλλον διὰ τῆς δοκούσης ἀχρήστου εἶναι καὶ καλουμένης ὑπὸ τῶν πολλῶν ἀδολεσχίας, ἕως ἔτι νέος εἶ· εἰ δὲ μή, διαφεύξεταί σε ἡ ἀλήθεια”. ἔτι ὁ εἰδὼς τὴν τοῦ πιθανοῦ φύσιν οὐκ ἂν ὑπ’ αὐτοῦ παραχθείη ποτὲ ὡς ἀληθοῦς ὄντος, ἀλλὰ προκρίνοι ἂν τὰ φαινόμενα ἀληθῆ τῶν μὴ ἀληθῶν τῇ παραβολῇ αὐτῶν τῇ πρὸς ἄλληλα· δι’ ὧν γὰρ τὸ ἀληθές τινες ἀφανίζειν πειρῶνται, τούτοις τις ἐγγεγυμνασμένος οὐκ ἂν ὑπ’ αὐτῶν παράγοιτο. πρὸς δὲ τούτοις ὁ τῶν ὁμοίως φαινομένων τῷ ἀληθεῖ εὑρετικός (τοιαῦτα δὲ τὰ πιθανά) καὶ πρὸς τὴν τοῦ ἀληθοῦς εὕρεσιν ἑτοιμότερος. ἔτι δὲ εἰ δεῖ τὸν περί τινος ὑγιῶς τε καὶ ὀρθῶς λέγοντα τοιούτους τοὺς περὶ αὐτοῦ ποιεῖσθαι λόγους ὡς δύνασθαι δι’ αὐτῶν λύεσθαι καὶ τὰ ἀπορούμενα περὶ αὐτοῦ, δῆλον ὡς χρήσιμον τὸ γεγυμνάσθαι ἐν τοῖς πρὸς αὐτὸ ἀπορεῖσθαι δυναμένοις· οὕτω γὰρ συνορᾶν δύναιτ’ ἂν καὶ τὰς λύσεις τῶν ἀπορουμένων.
因为对于一个认为快乐是善并沦为快乐奴隶的人,如果有人通过说快乐是进入感觉本性的生成,而这种本性不可能是善,因为生成是不完满的且没有任何善是不完满的,如果他确实想通过这一点向这样的人表明快乐不是善,那么他将一无所获,因为那个人起初根本就不知道所说的是什么意思。但如果他从公认且有声望的前提出发来审查他,询问他是否认为善使人成为善的,正如白使事物变白、热使事物变热一样,并且在此点确立后,进一步询问他是否认为快乐使人成为善的,那么他将获得快乐并不使人成为善的这一结论(因为这也是显而易见的),并将从那人自己的见解和回答中推导出快乐不是善。因此他也能够说服那人转变想法;因为每个人在某种程度上都会遵从由他自己所确立的观点。作为其有用性的第三种方式,他提出了用于哲学和合乎科学的认识的有用性,也就是说,用于真理的发现和认识。而所谓“关涉哲学的诸门科学”,他是指物理学、伦理学、逻辑学和形而上学。因为那些能够洞察有助于相反立场的有说服力的论据并能对正反两方都进行论证的人,更容易发现矛盾双方究竟在哪一方存在真理,就好像听取了诉讼当事双方的陈述一样。正如法官通过听取双方陈述而辨明正义一样,在哲学的探讨中,在许多情况下,如果不先对正反两方都进行论证,也是不可能轻易发现真理的。柏拉图在《巴门尼德篇》中所说的话也与此相符:“趁你还年轻,要多通过那看似无用且被大众称为闲聊的东西来使自己习惯并锻炼;否则,真理就会与你擦肩而过。”此外,知晓有说服力之物的本性的人,绝不会把它当作真理而被它误导,而是会通过将它们相互比较,优先选择看似真实之物而非不真实之物;因为在某些人试图用来掩盖真理的那些工具上受过充分训练的人,是不会被它们误导的。除此以外,善于发现看似与真理相似之物(有说服力之物即是如此)的人,对于发现真理也更有准备。再者,如果说一个对某事物谈论得健全且正确的人,必须就此事物进行推论以至于能够通过这些推论解决关于该事物的疑难,那么显然,在能够针对它提出的疑难上受过训练是有用的;因为这样他也能够通观这些疑难的解答。
- 1.9τῷ γὰρ τὴν ἡδονὴν ἀγαθὸν ἡγουμένῳ ... οὐδὲν ἂν πλέον ποιοῖ
句首的与格分词短语 τῷ ... ἡγουμένῳ καὶ δουλεύοντι 属于先前置结构(prolepsis),预先引出条件从句内部的 δεικνύναι θέλῃ τῷ τοιούτῳ。条件从句前件经由 ἂν μέν τις ... ἂν δὴ ... θέλῃ 重复强调,最终引出主句动词 οὐδὲν ἂν πλέον ποιοῖ。句末的 τῷ μηδὲ τὴν ἀρχὴν εἰδέναι 则是表原因的与格冠词不定式短语。
- 1.9μὴ πρότερον εἰς ἑκάτερον ἐπιχειρήσαντα
在非人称结构 οὐχ οἷόν τε [ἐστί]+不定式(εὑρεῖν)中,由于不定式逻辑上的主语是不定代词含义的人,分词 ἐπιχειρήσαντα 采用宾格,构成了宾格加不定式结构(accusativus cum infinitivo),而非与格。
