← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§286.20-288.11

同属内的程度与基于假说的论题

亚历山大注解亚里士多德《论题篇》第二卷第11章119b31–37。在评述同一属内源于较多的论题的运用后,他详细阐述了基于“若属于其一则属于一切”的假说论题不仅在全称问题中,而且在特称问题的确立与驳斥中同样发挥作用的结构与程序。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.61

" Οὐ μόνον δὲ ἐξ ἄλλου γένους ἔστιν ἀνασκευάζειν." Ὅτι τῷ ἀπὸ τοῦ μᾶλλον τόπῳ ὄντι ἀνασκευαστικῷ οὐ μόνον ἔστιν ἐπὶ διαφερόντων γενῶν χρῆσθαι, ὡς φθάσας εἶπεν, ἀλλὰ καὶ ἐπὶ τοῦ αὐτοῦ, λέγει·1 ἐφθάσαμεν δὲ ἤδη τοῦτο δεδειχέναι διὰ πλειόνων παραδειγμάτων. διὰ δὲ τοῦ παραδείγματος κοινότερον περὶ τῶν ἀρετῶν ὥσπερ ἐπιστημῶν οὐσῶν εἶπε. εἴη δ’ ἂν μᾶλλον ἁρμόζον τὸ παράδειγμα, εἰ δεικνύοι τις τὰς ἀρετὰς μὴ οὔσας ἐπιστήμας διὰ τοῦ τὴν μάλιστα δοκοῦσαν αὐτῶν ἐπιστήμην εἶναι (αὕτη δέ ἐστιν ἡ φρόνησις) δεικνύναι ὅτι μή ἐστιν ἐπιστήμη. τὸ δὲ ὑπ’ αὐτοῦ εἰρημένον εἴη ἂν ἴσον τῷ ‘εἰ εἴη τὸ πρόβλημα εἴ τις ἐπιστήμη ἀγαθόν’, ὃ ἴσον ἂν εἴη τῷ ‘εἴ τις ἀρετὴ ἀγαθόν, ἂν δειχθῇ ὅτι ἡ μάλιστα ἐπιστήμη, τοῦτ’ ἔστιν ἡ μάλιστα ἀρετή, μή ἐστιν ἀγαθόν, οὐδ’ ἂν ἄλλη τις ἀρετὴ ἀγαθὸν εἴη’.

“不仅可以从另一属进行驳斥。” 他说,正如他先前所说,作为驳斥性的源于较多的论题,不仅可以用于不同的属,亦可用于同一属;而我们此前已经通过多个例子指明了这一点。但他通过那个例子,较为宽泛地谈论诸德性,仿佛它们是诸知识一样。如果有人通过指明诸德性中看似最是知识者(此即明智)并非知识,来指明诸德性并非知识,那么这个例子将会更为贴切。而由他所说的话,将等同于“如果问题是是否有某种知识是善”,这也等同于“如果有某种德性是善,若表明最是知识者,即最是德性者,并非善,则其他任何德性也不会是善”。

§3.62

"Ἔτι ἐξ ὑποθέσεως, ὁμοίως ἀξιώσαντα, εἰ ἑνί, καὶ πᾶσιν." Ἐκθέμενος τίνες εἰσὶ χρήσιμοι τόποι πρὸς τὰ καθ’ ἕκαστα προβλήματα, καὶ πρῶτον μὲν δείξας ὅτι καὶ δι’ ὧν τὰ καθόλου δείκνυται, διὰ τούτων καὶ τὰ ἐν μέρει τῷ ὑπὸ τὰ καθόλου εἶναι, δεύτερον ἐκθέμενος τοὺς τόπους, οἳ ὅμοιον τὸ ἔνδοξον ἔχουσιν ἐπί τε τῶν καθόλου καὶ τῶν ἐπὶ μέρους λεγόμενοι, καὶ δείξας ὅτι ὁμοίως ἀπ’ αὐτῶν πρὸς ἀμφότερα ἔστιν ἐπιχειρεῖν, νῦν περὶ τῶν ἐξ ὑποθέσεως λέγει,2 οὓς καὶ αὐτοὺς δείκνυσιν ἁρμόζοντας ὥσπερ τοῖς καθόλου οὕτως δὲ καὶ τοῖς καθ’ ἕκαστα· χρηστέον γάρ φησι τῷ ἐξ ὑποθέσεως τόπῳ καὶ ἐπὶ τῶν ἐπὶ μέρους προβλημάτων. τίς δέ ἐστιν ὁ ἐξ ὑποθέσεως τόπος, ἐδήλωσεν προσθεὶς ὁμοίως ἀξιώσαντας, εἰ ἑνί, καὶ πᾶσιν ὑπάρχειν ἢ μὴ ὑπάρχειν. καὶ γὰρ κατασκευαστικὸς καὶ ἀνασκευαστικὸς οὗτος ὁ ἐξ ὑποθέσεως τόπος. ἂν μὲν γὰρ ᾖ ζητούμενον εἰ πᾶσα ψυχὴ ἀθάνατος, καθόλου τε τὸ πρόβλημα καὶ χρησόμεθα τῷ ἐξ ὑποθέσεως τόπῳ ἀξιώσαντες, εἰ μία δειχθείη, καὶ πάσας οὕτως ἔχειν· δείξαντες γὰρ ὅτι ἡ τοῦ ἀνθρώπου καὶ πάσας ἂν εἴημεν διὰ τὴν ὑπόθεσιν δεδειχότες. εἰ δὲ ἀνασκευάζοιμεν, λαβόντες ὅτι, εἰ μία μή ἐστιν ἀθάνατος, οὐδὲ ἄλλη, δείξαντες ἢ τὴν τοῦ ἀνθρώπου ἢ ἄλλην τινὰ μὴ οὖσαν ἀθάνατον καθόλου ἂν εἴημεν δεδειχότες ὅτι οὐδεμία. εἰ δὲ εἴη ζητούμενον εἴ τις ψυχὴ ἀθάνατος, οἷον ἡ τοῦ ἀνθρώπου, ἐπὶ μέρους μὲν ἔσται τὸ πρόβλημα· ὁμοίως δὲ χρησάμενοι τῷ ἐξ ὑποθέσεως τόπῳ καὶ λαβόντες τὸ ‘εἰ τὶς ἀθάνατος, καὶ πᾶσα ψυχή ἐστιν ἀθάνατος’, δείξαντές τινα ἀθάνατον καὶ διὰ τούτου τὸ καὶ πᾶσαν ἀθάνατον εἶναι λαβόντες εἴημεν ἂν καὶ τὸ τὴν τοῦ ἀνθρώπου ἀθάνατον εἶναι δεδειχότες, ὃ ἦν ἐν τῷ προβλήματι. τὸ ἀντικείμενον πάλιν, ὅτι οὐκ ἔστιν ἀθάνατος * * * * δείξαντες καὶ ὅτι μηδεμία ἔχοιμεν ἄν· ἐξ οὗ συνάγοιμεν ἂν ὅτι οὐδὲ ἡ τοῦ ἀνθρώπου, περὶ ἧς ἡ ζήτησις ἦν. ὅτι δὲ τὸν οὕτως δεικνύντα ἀνάγκη τὸ καθόλου δεικνύναι, εἰ καὶ τὸ πρόβλημα ἐπὶ μέρους εἴη, γνώριμον· οὐ γὰρ οἷόν τε ἄλλως τῇ ἐξ ὑποθέσεως χρήσασθαι δείξει· ἀξιῶσαι γὰρ δεῖ ὅτι ὁμοίως, εἰ ἑνί, καὶ πᾶσιν.

“此外源于假说,同样地要求如果属于其一,则亦属于一切。” 在阐明了哪些论题对于个别问题是有用的,并首先指明了那些据以证明全称事物的论题,亦因特称事物处于全称事物之下而据以证明特称事物,其次阐明了那些无论在述说全称事物还是特称事物时都具有相似公认度的论题,并指明由它们出发可以同样地针对两者进行论证之后,他现在谈论那些源于假说的论题,他指明这些论题正如适用于全称事物一样,亦同样适用于个别事物;因为他说在特称问题上亦须使用源于假说的论题。至于什么是源于假说的论题,他通过补充“同样地要求如果属于其一,则属于或不属于一切”予以了说明。事实上,这一源于假说的论题既是确立性的又是驳斥性的。因为如果所探究的是否每个灵魂都是不灭的,问题便是全称的,而我们将通过要求若指明一个[是不灭的],则一切都如此,来使用源于假说的论题;因为指明了人的灵魂是不灭的,我们便借由该假说指明了一切都是如此。但如果我们是在驳斥,假定如果一个不是不灭的,其他任何一个也不是,那么指明了人的灵魂或某种其他灵魂不是不灭的,我们便全称地指明了没有任何一个是。然而,如果所探究的是否某种灵魂是不灭的,例如人的灵魂,则问题将是特称的;但同样地使用源于假说的论题并假定“如果某种是不灭的,则每个灵魂亦是不灭的”,指明某种是不灭的并通过这一点假定每个灵魂亦是不灭的,我们便亦表明了人的灵魂是不灭的,而这正是问题所在。反过来,[指明]它不是不灭的……指明之后,我们亦将得到没有任何一个是〔不灭的〕;由此我们将得出结论,作为探究对象的人的灵魂亦非不灭。而这样进行证明的人,即便问题是特称的,亦必然要证明全称的事物,这是显而易见的;因为借由假说的证明无法以其他方式使用;因为必须要求,同样地,如果属于其一,则亦属于一切。

§3.63

"Εἰ μὲν οὖν ὑπάρχειν τινὶ κεῖται." Τὸ λεγόμενόν ἐστιν ὅτι, εἰ εἴη καταφατικὸν ἐπὶ μέρους κείμενον, ὃ βουλόμεθα ἀνασκευάσαι, δεῖ πειρᾶσθαι τῷ ἐξ ὑποθέσεως χρωμένους τόπῳ τὸ τινὶ μὴ ὑπάρχειν δεικνύναι. αἰτησαμένους3 τὸ εἰ δειχθείη ὅτι τινὶ μὴ ὑπάρχει, ἔσεσθαι δεδειγμένον καὶ τὸ μηδενί· δι’ οὗ ἀναιρεθήσεται καὶ τὸ τινὶ ὑπάρχειν, ὃ ἀνελεῖν βουλόμεθα. εἰ δέ τινι μὴ ὑπάρχειν εἴη κείμενον, ἀνάπαλιν τὸ ἐπὶ μέρους καταφατικὸν δεικνύναι καὶ διὰ τούτου λαμβάνειν ἐκ τῆς ὑποθέσεως τὸ καὶ παντί. δῆλον δέ ἐστιν ὅτι ὁ ὑποτιθέμενος καθόλου ποιεῖ τὸ πρόβλημα, ὃ ἴσον ἐστὶ τῷ ‘διὰ τὴν ὑπόθεσιν τὸ καθόλου δείκνυσι διὰ τοῦ ἐπὶ μέρους’, καίτοι προκειμένου τὸ ἐπὶ μέρους ἀνελεῖν, ἐπεὶ ἦν τὸ πρόβλημα ἐπὶ μέρους.

“因此,如果被设定为属于某物。” 所说的是,如果被设定的是我们所欲驳斥的特称肯定命题,就必须尝试使用源于假说的论题来指明它不属于某物,前提是要求如果表明了它不属于某物,那么不属于任何事物亦将被表明;通过这一点,我们所欲推翻的“属于某物”亦将被推翻。但如果被设定的是不属于某物,则反过来必须指明特称肯定命题,并通过这一点从假说中取得“亦属于一切”。显而易见的是,做出假说的人将问题变为了全称的,这等同于“借由假说,他通过特称事物证明了全称事物”,尽管摆在他面前的是推翻特称事物,因为问题原本是特称的。

语法注3 条
  1. 3.61Ὅτι τῷ ἀπὸ τοῦ μᾶλλον τόπῳ ὄντι ἀνασκευαστικῷ οὐ μόνον ἔστιν ἐπὶ διαφερόντων γενῶν χρῆσθαι, ὡς φθάσας εἶπεν, ἀλλὰ καὶ ἐπὶ τοῦ αὐτοῦ, λέγει

    从文首的 Ὅτι 到 αὐτοῦ 的整个从句构成了后置动词 λέγει(其省略的主语为亚里士多德)的间接引语宾语从句。由于语序倒装(hyperbaton),陈述的内容被置于支配动词之前。

  2. 3.62Ἐκθέμενος τίνες εἰσὶ χρήσιμοι τόποι πρὸς τὰ καθ’ ἕκαστα προβλήματα, καὶ πρῶτον μὲν δείξας ... δεύτερον ἐκθέμενος ... καὶ δείξας ... νῦν περὶ τῶν ἐξ ὑποθέσεως λέγει

    主句的核心是 νῦν περὶ τῶν ἐξ ὑποθέσεως λέγει(“他现在谈论那些源于假说的[论题]”)。前面的分词 Ἐκθέμενος ... δείξας ... ἐκθέμενος ... δείξας 构成了并列的分词从属结构,分两步(πρῶτον μὲν ... δεύτερον [δὲ])概括了此前论证的发展脉络。

  3. 3.63δεῖ πειρᾶσθαι τῷ ἐξ ὑποθέσεως χρωμένους τόπῳ τὸ τινὶ μὴ ὑπάρχειν δεικνύναι. αἰτησαμένους

    阳性宾格复数分词 χρωμένους 与 αἰτησαμένους 与非人称动词 δεῖ 支配下的不定式 πειρᾶσθαι 及 δεικνύναι 的隐含宾格主语一致,该主语指代泛指的论辩者或一般的“我们”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:286.20-288.11