← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§285.13-286.19

全称否定驳斥与源于同等或大小的论题

亚历山大解释了亚里士多德为何使用全称否定命题来驳斥特称问题,给出了同一属内比较运用“源于较多”论题的例证,并阐明了“源于同样”(兼具确立与驳斥)及“源于较少”(仅具确立性)两类论题的功用。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.60#2

ἐπὶ μέρους δὲ ὄντος τοῦ προβλήματος ἀνασκευάζων αὐτὸ καθόλου λέγει οὐδεμία δὲ ἐπιστήμη ἀγαθόν, ὅτι μὴ ἔστιν ἄλλως ἀνασκευάζειν τὰ ἐπὶ μέρους καταφατικά, εἰ ἁπλῶς ἀνασκευάζοιτο ἀορίστως τιθέμενα, ἢ διὰ τοῦ καθόλου ἀποφατικοῦ,1 ὡς καὶ αὐτὸς προελθὼν ἐρεῖ. ἔστι δὲ οὐ μόνον ἐπὶ διαφερόντων γενῶν ὁ τόπος προϊὼν ἀλλὰ καὶ ἐπὶ τῶν ὑπὸ τὸ αὐτό. ἂν γὰρ τῶν ἐν ταὐτῷ γένει τὸ μάλιστα τοιοῦτον εἶναι2 δοκοῦν λαμβάνων τις δεικνύῃ μὴ τοιοῦτον ὄν, ἀνασκευάσει τὸ καὶ ἄλλο τι τῶν ὑπ’ αὐτὸ τοιοῦτον εἶναι· οἷον εἰ τὸ ἐν τῷ γένει μάλιστα τοιοῦτον εἶναι δοκοῦν μή ἐστι τοιοῦτον, οὐδ’ ἂν ἄλλο τι τῶν ἐν τῷ γένει τοιοῦτον εἴη. εἰ γὰρ ἡ μάλιστα ἂν δόξασα ἡδονὴ τὸ ἄριστον εἶναι (αὕτη δέ ἐστιν ἡ τῆς ψυχῆς) μή ἐστι τὸ ἄριστον, οὐδ’ ἂν ἄλλη τις ἡδονὴ τὸ ἄριστον εἴη. πάλιν εἰ ὃ μάλιστα τοῦ ἐνδεχομένου ἐπιστητὸν φαίνεται, μή ἐστιν ἐπιστητόν, οὐδ’ ἂν ἄλλο τι ἐνδεχόμενον ἐπιστητὸν εἴη· μάλιστα δὲ τοῦ ἐνδεχομένου ἐπιστητὸν ἂν δόξαι εἶναι τὸ ὡς ἐπὶ τὸ πολύ· εἰ οὖν τοῦτο οὐκ ἔστιν ἐπιστητόν, οὐδ’ ἄλλο τι ἄρα ἐνδεχόμενον. οὕτως οὐδὲ αἴσθησίς τις ἐπιστήμη, ἐπεὶ οὐδ’ ἡ μάλιστα, οἷον ἡ ὄψις. ἀλλ’ οὐδὲ ἀπαθής τις ἄνθρωπος, ἐπεὶ οὐδ’ ὁ μάλιστα ἂν δόξας· οὗτος δέ ἐστιν ὁ σπουδαῖος. καὶ αὐτὸς δέ, ὅτι ἔστι καὶ ἐπὶ τοῦδε τοῦ γένους τὴν ἐκ τοῦ μᾶλλον ἀνασκευὴν ποιεῖσθαι, ὀλίγον προελθὼν λέγει. ὡς δὲ τῷ ἀπὸ τοῦ μᾶλλον τόπῳ, φησίν, ἔνεστι χρῆσθαι καὶ ἐπὶ τῶν καθ’ ἕκαστα προβλημάτων ἀνασκευάζοντα, οὕτως καὶ τοῖς ἀπὸ τοῦ ὁμοίως τε καὶ ἧττον ἔσται καὶ τὰ ἐπὶ μέρους ἀναιρεῖν τε καὶ κατασκευάζειν. διοίσει δέ, ὅτι ὁ μὲν ἀπὸ τοῦ ὁμοίως τόπος, ὡς προείρηται, καὶ ἀνασκευαστικός ἐστι καὶ κατασκευαστικός, ὁ δὲ ἀπὸ τοῦ ἧττον κατασκευαστικὸς μόνον, ὥσπερ καὶ ὁ ἀπὸ τοῦ μᾶλλον μόνον ἀνασκευαστικός. καὶ παρατίθεται δὲ παραδείγματα, δι’ ὧν σαφῶς δείκνυσι τὸν μὲν ἀπὸ τοῦ ὁμοίως καὶ κατασκευαστικὸν ὄντα καὶ ἀνασκευαστικὸν ὥσπερ ἐπὶ τῶν καθόλου προβλημάτων οὕτως καὶ ἐπὶ τῶν ἐπὶ μέρους, τὸν δὲ ἀπὸ τοῦ ἧττον κατασκευαστικὸν μόνον· ὅτι γὰρ μὴ οἷόν τε τῷ ἀπὸ τοῦ ἧττον πρὸς ἀνασκευὴν χρήσασθαι, ἔδειξε. κειμένου γὰρ τοῦ εἰ ἧττον δύναμίς τις ἀγαθὸν ἢ ἐπιστήμη, ἂν μὲν προσληφθῇ τὸ ἔστι δέ τις δύναμις ἀγαθόν, δείκνυται καὶ κατασκευάζεται ὅτι καὶ ἐπιστήμη· ἂν δὲ προσληφθῇ τὸ μηδεμίαν δύναμιν ἀγαθὸν εἶναι, οὐ δείκνυται τὸ μηδὲ ἐπιστήμην· οὐ γὰρ ἀνάγκη, εἰ τὸ ἧττόν τι ὂν μή ἐστι, μηδὲ τὸ μᾶλλον ὂν εἶναι, ὥσπερ ἀνάγκη, εἰ τὸ ἧττόν τι ὂν ἔστι, καὶ τὸ μᾶλλον [τι] ὂν εἶναι. τὸ δὲ παράδειγμα καὶ ἐπὶ τούτων, ᾧ κέχρηται, ἔχει ἓν περὶ δύο λεγόμενον· τὸ γὰρ ἀγαθὸν περὶ δυνάμεως καὶ ἐπιστήμης.

虽然问题是特称的,但他通过全称地述说“没有任何知识是善”来驳斥它,因为如果不加限定地驳斥不定地设立的特称肯定命题,除了通过全称否定命题之外别无他法,正如他自己随后所要指出的那样。而且这一论题不仅适用于不同的属,亦适用于同一属之下的事物。因为如果有人在同一属的事物中选取看似最具有该性质者,并指明其并非如此,他便会驳斥该属之下的其他任何事物具有该性质;例如,如果在该属中看似最具有该性质者并非如此,则该属中的其他任何事物也不会是如此。因为如果在快乐中看似最可能是至善的(这便是灵魂的快乐)并非至善,则其他任何快乐也不会是至善。再者,如果在可然事物中看似最为可知的事物并非可知,则其他任何可然事物也不会是可知的;而在可然事物中,看似最为可知的应是通常发生的事物;因此,如果这一事物并非可知,则其他任何可然事物自然也不会是。依此,没有任何感觉是知识,因为即使最是如此的,如视觉,也不是。而且没有任何人是无激情的,因为即使最看似可能如此的人,即有德之士,也不是。他自己稍后亦说,在此种属上同样可以做出源于较多的驳斥。他说,正如进行驳斥者在特称问题上也能够使用源于较多的论题一样,同样通过源于同样与源于较少的论题,也能够对特称事物进行驳斥与确立。两者的区别在于,如前所述,源于同样的论题既是驳斥性的又是确立性的,而源于较少的论题则仅是确立性的,正如源于较多的论题仅是驳斥性的一样。他还给出了若干例子,通过这些例子他清楚地指明:源于同样的论题不仅在全称问题上,而且在特称问题上亦既是确立性的又是驳斥性的,而源于较少的论题则仅是确立性的;因为他表明了无法将源于较少的论题用于驳斥。事实上,当设定了“如果某种能力比起知识来更少是善”,若附加“但某种能力是善”,则表明并确立了知识亦是善;若附加“没有任何能力是善”,则并不表明知识也不是善;因为若较少具有某性质者并非如此,则较多具有该性质者亦非如此并不是必然的,正如若较少具有某性质者确实如此,则较多具有该性质者亦是如此乃是必然的一样。在这些事例中他所使用的例子,同样是一者述说两事物的形式;因为善正是述说能力与知识的。

语法注2 条
  1. 3.60ὅτι μὴ ἔστιν ἄλλως ἀνασκευάζειν τὰ ἐπὶ μέρους καταφατικά, εἰ ἁπλῶς ἀνασκευάζοιτο ἀορίστως τιθέμενα, ἢ διὰ τοῦ καθόλου ἀποφατικοῦ

    相关句式 ἄλλως... ἢ(“除……之外没有其他方法”)之间插入了条件从句 εἰ ἁπλῶς ἀνασκευάζοιτο ἀορίστως τιθέμενα(“若不加限定地驳斥不定设立的命题”)。主句为带有否定词 μή 的无人称动词 ἔστιν(表示可能),支配不定式 ἀνασκευάζειν。

  2. 3.60οὐ γὰρ ἀνάγκη, εἰ τὸ ἧττόν τι ὂν μή ἐστι, μηδὲ τὸ μᾶλλον ὂν εἶναι

    无人称结构 οὐ γὰρ ἀνάγκη(“……并不是必然的”)支配宾格不定式短语 μηδὲ τὸ μᾶλλον ὂν εἶναι(“较多具有某性质者亦非如此[并不是必然的]”),中间夹有条件从句 εἰ τὸ ἧττόν τι ὂν μή ἐστι。分词 ὂν 与副词 ἧττον/μᾶλλον 结合,充当实体化或表语性补充成分。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:285.13-286.19