- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:284.5-285.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作者讨论了亚里士多德在《论题篇》第3卷第6章(119b17)中提出的源于“较多”、“较少”与“同样”的论题,论证了这些论题不仅适用于全称问题,对于特称问题(尤其是比较来自不同属的事物时)同样适用。
" Ἔτι ἐκ τοῦ μᾶλλον καὶ ἧττον καὶ ὁμοίως." Καὶ οἱ ἀπὸ τοῦ μᾶλλον καὶ ἧττον καὶ τοῦ ὁμοίως παραδεδομένοι τόποι, ὁ μὲν ἐκ τοῦ μᾶλλον ἀνασκευαστικὸς μόνον (εἰ γὰρ τὸ μᾶλλόν τι ὂν μή ἐστιν, οὐδ’ ἂν τὸ ἧττον εἴη), ὁ δὲ ἐκ τοῦ ἧττον κατασκευαστικός (εἰ γὰρ τὸ ἧττόν τι ὂν ἐστι, καὶ τὸ μᾶλλον τὸ αὐτὸ εἴη ἄν), καὶ ὁ ἀπὸ τοῦ ὁμοίου ὁμοίως πρὸς ἄμφω χρήσιμος, καὶ πρὸς κατασκευὴν καὶ πρὸς ἀνασκευήν (εἰ γὰρ τὸ ὁμοίως τινί 〈τι〉 ὂν ἐστιν ἐκεῖνο, καὶ τὸ ὁμοίως αὐτῷ τὸ αὐτὸ εἴη ἄν, καὶ εἰ τὸ ὁμοίως [αὐτῷ] τινί τι ὂν μή ἐστιν, οὐδ’ ἂν τὸ ὁμοίως αὐτῷ τὸ αὐτὸ εἴη ἄν), φησὶ δὴ καὶ τούτους τοὺς τόπους1 ὁμοίως καὶ ἐπὶ τῶν ἐπὶ μέρους προβλημάτων τὸ πιθανὸν ἔχειν ὡς καὶ ἐπὶ τῶν καθόλου. οὐκέτι δὲ τῆς διαφορᾶς αὐτῶν μνημονεύει, ἥν, ὅτε τὴν παράδοσιν αὐτῶν ἐποιεῖτο, ἐξέθετο εἰπὼν ἢ ἓν περὶ 〈ἑνὸς ἢ ἓν περὶ〉 δύο λέγεσθαι ἢ δύο περὶ ἑνὸς ἢ δύο περὶ δύο· φθάνει γὰρ εἰρῆσθαι. χρῆται μέντοι παραδείγματι ἐν ᾧ ἓν περὶ δύο λέγεται· τὸ γὰρ ἀγαθὸν περὶ ἐπιστήμης καὶ ἡδονῆς διὰ τοῦ παραδείγματος λέγεται. ἔνεστιν ὁμοίοις χρήσασθαι, καὶ εἰ δύο περὶ ἑνὸς λέγοιτο· εἰ γὰρ μᾶλλόν τις ἀδικία συμφέρον ἢ ἡδὺ οὖσα οὐκ ἔστι συμφέρον, οὐδ’ ἂν ἡδὺ εἴη. ἀλλὰ καὶ εἰ δύο περὶ δύο λέγοιτο· εἰ μᾶλλόν τις ἀσωτία ἐλευθεριότης ἢ ἠλιθιότης τις σωφροσύνη, εἰ μὴ τὸ πρῶτον, οὐδὲ τὸ δεύτερον. οὐκέτ’ ἂν ἐπὶ τῶν ἐπὶ μέρους προβλημάτων ἔχοι χώραν ὁ πρῶτος τῶν ἀπὸ τοῦ μᾶλλον τόπων παραδοθείς, οὗ ἦν παράδειγμα ‘εἰ ἡ μᾶλλον ἡδονὴ μᾶλλον ἀγαθόν, καὶ ἁπλῶς ἡ ἡδονὴ ἀγαθόν’. πάλιν δὲ καὶ ἐπὶ τούτων τῶν μὲν καθόλου οὐ μνημονεύει ὡς εἰρηκὼς ἤδη περὶ αὐτῶν, δείκνυσι δὲ τὴν τῶν ἐπὶ μέρους [ἐν] αὐτοῖς ὁμοιότητα. ποιεῖται δὲ τὴν δεῖξιν πρῶτον ἐπὶ τοῦ τόπου τοῦ ἀπὸ τοῦ μᾶλλον ὄντος ἀνασκευαστικοῦ. τοῦ μὲν οὖν καθόλου προβλήματος εἴη ἂν παράδειγμα καθόλου· εἰ μᾶλλον ἐπιστήμη ἡδονῆς οὖσα ἀγαθὸν μή ἐστιν ἀγαθόν, οὐδ’ ἂν ἡδονὴ ἀγαθόν εἴη. τοῦ δὲ ἐπὶ μέρους αὐτὸς οὕτως μνημονεύει· εἰ γὰρ μᾶλλον μὲν τῶν ἐξ ἄλλου γένους τι τοιοῦτον,2 ἐκείνων δὲ μηδέν ἐστιν, οὐδ’ ἂν τὸ εἰρημένον εἴη τοιοῦτον. τί δέ ἐστι τὸ ἐξ ἄλλου γένους, αὐτὸς διὰ τοῦ παραδείγματος ἐδήλωσεν εἰπὼν οἷον εἰ μᾶλλον μὲν ἐπιστήμη τις ἀγαθὸν ἢ ἡδονή, μηδεμία δὲ ἐπιστήμη ἀγαθόν, οὐδ’ ἂν ἡδονὴ εἴη· ἄλλο γὰρ γένος ἡ ἐπιστήμη καὶ ἄλλο ἡ ἡδονή. εἰ μὲν οὖν ἦν ἁπλῶς εἰλημμένον ‘εἰ μᾶλλον ἐπιστήμη ἀγαθὸν ἢ ἡδονή’, καθόλου ἂν ἦν λεγόμενον ἐπὶ διαφερόντων γενῶν, ὥσπερ καὶ εἰ ἐλέγετο ‘εἰ μᾶλλον μὲν τόδε γένος τοῦδε τοιοῦτον’, οἷον ἐπιστήμη ἡδονῆς· νῦν δὲ προσκείμενον τῷ μὲν τὸ τὶ τῷ δὲ τὸ τὶς ἐπὶ μέρους αὐτὰ ποιεῖ.
“此外,源于较多、较少与同样。” 而关于源于较多、较少与同样所传授的论题——源于较多的论题仅是驳斥性的(因为如果更具有某性质者不是如此,则较少具有该性质者也不会是如此),源于较少的论题则是确立性的(因为如果较少具有某性质者是如此,则更具有该性质者也会同样是如此),源于同样的论题则对两者同样有用,既可用于确立亦可用于驳斥(因为如果对于某事物同样具有某性质者是那事物,则对它同样者也会同样是该事物;如果对于某事物同样具有某性质者不是如此,则对它同样者也不会同样是该事物)——他说,这些论题在特称问题上同样具有说服力,正如在全称问题上一样。但他不再提及它们的区别,即当他传授它们时所阐明的区别,当时他说要么一者述说[一者,要么一者述说]两事物,要么两事物述说一者,要么两事物述说两事物;因为先前已经谈论过了。不过,他确实使用了一者述说两事物的例子;因为善正是通过该例子述说知识与快乐的。如果两事物述说一者,也可以使用类似的例子;因为如果某种不义比令人愉悦更有益但却并非有益,则它也不会是令人愉悦的。而且如果两事物述说两事物,亦是如此:如果某种挥霍是慷慨,比起某种愚蠢是节制来更甚,若前者不是,则后者也不是。在源于较多的论题中最早传授的论题——其例子是“如果更多的快乐是更多的善,则无条件地快乐亦是善” ——在特称问题中将不再有适用的余地。再者,在这些论题上,他同样不再提及全称者,因为他已经谈论过它们,而是指明特称者与它们的相似性。他首先在驳斥性的源于较多的论题上进行论证。全称问题的全称例子将是:“如果知识比快乐更是善但却并非善,则快乐也不会是善”。至于特称者,他自己则这样提及:“因为如果来自另一属的事物中更有某种事物是如此,但那些事物中并无一者是如此,则所说的事物也不会是如此”。至于何谓来自另一属的事物,他自己通过例子阐明了,说:“例如如果某种知识比快乐更是善,但没有任何知识是善,则快乐也不会是”;因为知识是一个属,快乐是另一个属。因此,如果是无条件地取作“如果知识比快乐更是善”,那就会是就不同属全称地述说了,正如说“如果这一属比那一属更具有如此性质”一样,例如知识比起快乐;但如今,在一者上附加“某”,在另一者上附加“某种”,使得它们成为了特称的。
- 3.60Καὶ οἱ ἀπὸ τοῦ μᾶλλον καὶ ἧττον καὶ τοῦ ὁμοίως παραδεδομένοι τόποι... φησὶ δὴ καὶ τούτους τοὺς τόπους
句首的主格短语 Καὶ οἱ ... παραδεδομένοι τόποι 构成了悬垂主格(nominativus pendens);在三个解释各论题性质的并列分句(ὁ μὲν... ὁ δὲ... καὶ ὁ...)插入之后,句式通过受主要动词 φησί 支配的宾格短语 καὶ τούτους τοὺς τόπους 实现了照应性再开(resumption)。
- 3.60εἰ γὰρ μᾶλλον μὲν τῶν ἐξ ἄλλου γένους τι τοιοῦτον, ἐκείνων δὲ μηδέν ἐστιν, οὐδ’ ἂν τὸ εἰρημένον εἴη τοιοῦτον
属格短语 τῶν ἐξ ἄλλου γένους 是修饰不定代词 τι 的部分属格,而副词 μᾶλλον 则表示相对于后文所说事物的比较优势(即隐含 εἰ γὰρ μᾶλλον [τοῦ εἰρημένου] τῶν ἐξ ἄλλου γένους τι τοιοῦτόν [ἐστιν])。该从句构成了一个清晰的条件论证结构:如果来自另一属的事物中更有某个事物是如此[比起所说的事物而言],但那些事物中并无一者是如此,则所说的事物也不会是如此。
