- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:282.20-284.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解了亚里士多德将源于破坏性事物、生成与毁灭的论题应用于特称问题之处(119b8),借助快乐与知识的例子阐明全称与特称论证的对应性,并将“其他事物”的解释拓展至产生性事物、使用及获得。
" Καὶ ἐπὶ τῶν φθαρτικῶν δὲ καὶ τῶν γενέσεων καὶ φθορῶν." Ὁμοίως φησὶ τοῖς ἀπὸ τῶν ἀντικειμένων καὶ τῶν πτώσεων καὶ τῶν συστοίχων τόποις καὶ τοὺς ἀπὸ τῶν φθαρτικῶν καὶ τῶν γενέσεων καὶ φθορῶν καὶ ἐπικαίρους καὶ κοινοὺς εἶναι1 καὶ πρὸς τὰ ἐπὶ μέρους προβλήματα καὶ τὸ ἔνδοξον ὅμοιον ἔχειν ἐπί τε τῶν καθόλου προβλημάτων καὶ ἐπὶ τῶν ἐπὶ μέρους. ὡς γὰρ ἔνδοξον τὸ καθόλου τὸ εἰ πᾶν τὸ ἡδονῆς φθαρτικὸν ἀγαθόν ἐστι, καὶ πᾶσαν ἡδονὴν κακὸν εἶναι, οὕτως ἔνδοξον καὶ τὸ εἰ τὸ τινὸς ἡδονῆς φθαρτικὸν ἀγαθόν ἐστιν, τὸ τινὰ ἡδονὴν κακὸν εἶναι· ἔκειτο γάρ, ὧν μὲν τὰ φθαρτικὰ ἀγαθά, αὐτὰ τῶν κακῶν εἶναι, ὧν δὲ κακά, αὐτὰ τῶν ἀγαθῶν. ἔμπαλιν δὲ ἐπὶ τῶν γενέσεων. ὡς δὲ ἐπὶ τῶν φθαρτικῶν, οὕτω καὶ ἐπὶ τῶν φθορῶν. ἔστι δὲ φθαρτικὸν μὲν ἐπιστήμης, ἂν οὕτω τύχῃ, λήθη, φθορὰ δὲ ἄγνοια, καὶ φθαρτικὸν μὲν ὑγείας τὸ ἐμπίπλασθαι, φθορὰ δὲ νόσος. ὁ αὐτὸς δὲ καὶ ἐπὶ τῆς ἐπιστήμης λόγος· ὡς γὰρ ἔνδοξον καθόλου τὸ εἰ τὸ ἐπιστήμης φθαρτικὸν ἀγαθόν, ἡ ἐπιστήμη κακόν, οὕτως ἔνδοξον καὶ ἐπὶ μέρους λαμβανόμενον· εἰ γὰρ τὸ τινὸς ἐπιστήμης φθαρτικὸν ἀγαθόν, καὶ τὶς ἐπιστήμη κακόν. καὶ ταῦτα μὲν τοῦ ἀπὸ τῶν φθαρτικῶν τόπου παραδείγματα. τῶν δὲ ἀπὸ τῶν φθορῶν τε καὶ γενέσεων τόπων καθόλου μὲν παραδείγματα εἴη ἂν τοιαῦτα· εἰ ἡ τῆς ἐπιστήμης φθορὰ ἀγαθόν, ἡ ἐπιστήμη κακόν, καὶ εἰ ἡ γένεσις τῆς ἐπιστήμης τῶν κακῶν, ἡ ἐπιστήμη κακόν. ἔστι γὰρ τόπος ὁ μὲν ἀπὸ τῶν φθορῶν ‘οὗ ἡ φθορὰ ἀγαθόν, αὐτὸ κακόν, καὶ οὗ ἡ φθορὰ κακόν, αὐτὸ ἀγαθόν’, ὡς εἶπον, ὁ δὲ ἀπὸ τῶν γενέσεων ‘οὗ ἡ γένεσις κακόν, καὶ αὐτὸ τοιοῦτον, καὶ οὗ ἡ γένεσις ἀγαθόν, καὶ αὐτὸ ἀγαθόν’. τὰ μὲν οὖν καθόλου τῶν τόπων παραδείγματα τοιαῦτα· αὐτὸς δὲ οὐκέτι παρατίθεται τῷ φθάνειν εἰρῆσθαι περὶ αὐτῶν.2 τὰ δὲ ἐπὶ μέρους, περὶ ὧν νῦν τὸν λόγον ποιεῖται δεικνὺς ὁμοίως καὶ πρὸς ταῦτα χρησίμους ὄντας τοὺς τόπους, ταῦτα· εἰ ἡ φθορὰ τῆς ἐπιστήμης τῶν ἀγαθῶν ἢ ἡ γένεσις τῶν κακῶν, ἔστι τις ἐπιστήμη τῶν κακῶν· ἅμα γὰρ ἀμφοτέρων τῶν τόπων εἴη ἂν τὸ παράδειγμα. εἰ γὰρ τὸ ἐπιλανθάνεσθαι τῶν πραχθέντων τινὶ αἰσχρῶν ἀγαθόν, τὸ ἐπίστασθαι τὰ πραχθέντα αἰσχρὰ κακόν. καὶ τοῦτο μὲν τοῦ ἀπὸ τῶν φθορῶν τε καὶ φθαρτικῶν τὸ παράδειγμα· φθαρτικὸν μὲν γὰρ ἐπιστήμης τε καὶ γνώσεως τὸ ἐπιλανθάνεσθαι· κοινότερον γὰρ τῷ τῆς ἐπιστήμης ὀνόματι ἀντὶ τῆς γνώσεως χρῆται· φθορὰ δὲ εἴη ἂν τὸ ἐπιλελῆσθαι. τοῦ δὲ ἀπὸ τῶν γενέσεων· εἰ τὸ ἀναμιμνήσκεσθαι τῶν αἰσχρῶς πραχθέντων κακόν, καὶ τὸ ἐπίστασθαι αὐτὰ κακόν· τὸ γὰρ ἀναμιμνήσκεσθαι γένεσίς τις. ὡσαύτως δέ φησι καὶ ἐπὶ τῶν ἄλλων ἔχειν· ὅμοιον γὰρ τὸ ἔνδοξον ἐπί τε τῶν καθόλου προβλημάτων καὶ ἐπὶ τῶν καθ’ ἕκαστα. τὸ δὲ τῶν ἄλλων3 ἤτοι πρὸς τὰ παραδείγματα εἴρηκεν (οὐ γὰρ μόνον ἐπὶ τῶν εἰρημένων ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων, ἃ ἂν προχειρισώμεθα, ἀληθὲς τὸ οὗ τὸ φθαρτικὸν αἱρετόν, αὐτὸ φευκτὸν εἶναι, καὶ οὗ ἡ γένεσις τῶν κακῶν, καὶ αὐτὸ κακόν, οὐκ ἐπὶ τῆς ἐπιστήμης μόνης), ἢ ἐπὶ τῶν ἄλλων λέγει τῶν παρεπομένων ταῖς γενέσεσι καὶ ταῖς φθοραῖς, οἷον τῶν ποιητικῶν, τῶν χρήσεων, τῶν λήψεων. ἔκειτο γὰρ οὗ τὸ ποιητικὸν ἀγαθόν, καὶ αὐτὸ τοιοῦτον, καὶ οὗ ἡ χρῆσις ἢ ἡ λῆψις αἱρετή, καὶ αὐτὸ αἱρετόν· ἔτι ὥσπερ οὗ τὸ φθαρτικὸν ἀγαθόν, αὐτὸ κακόν, οὕτως καὶ ἔμπαλιν, οὗ τὸ φθαρτικὸν κακὸν ἢ ἡ φθορά, αὐτὸ ἀγαθόν. καὶ ἐπὶ τούτων 〈οὖν〉 φησιν ὅμοιον τὸ ἔνδοξον ἐπί τε τῶν καθόλου καὶ ἐπὶ τῶν καθ’ ἕκαστα προβλημάτων εἶναι.
“对于破坏性的事物、生成与毁灭亦同。” 他说,正如源于对立物、屈折词与同源词的论题一样,源于破坏性事物、生成与毁灭的论题对于特称问题同样是切合时宜且通用的,并且在全称问题与特称问题上具有相似的公认合理性。因为正如全称的命题——即如果凡破坏快乐者皆为善,则一切快乐皆为恶——是公认合理的,同样,如果破坏某种快乐者为善,则某种快乐也是恶,这也是公认合理的;因为先前已假定,凡其破坏性事物为善者,其自身属于恶,而凡其破坏性事物为恶者,其自身属于善。在生成上则反之。在破坏性事物上如此,在毁灭上亦然。例如,破坏知识的是遗忘,而知识的毁灭是无知;破坏健康的是过度饱食,而健康的毁灭是疾病。同样的论述也适用于知识:正如全称地设定“如果破坏知识者为善,则知识为恶”是公认合理的一样,特称地设定也是公认合理的;因为如果破坏某种知识者为善,某种知识也是恶。这些是源于破坏性事物的论题的例子。而源于毁灭与生成的论题的全称例子将是这样的:如果知识的毁灭是善,知识就是恶;如果知识的生成属于恶,知识就是恶。因为正如我所说,源于毁灭的论题是“凡其毁灭为善者,其自身为恶;凡其毁灭为恶者,其自身为善”,而源于生成的论题则是“凡其生成为恶者,其自身亦是如此;凡其生成为善者,其自身亦为善”。论题的全称例子便是如此;但他自己不再列举,因为先前已经谈论过它们。至于特称的例子——关于这些例子,他现在正在论述并表明这些论题对它们同样有用——则是这些:如果知识的毁灭属于善,或者其生成属于恶,那么某种知识就属于恶;因为这可以同时作为两个论题的例子。因为如果忘记某人所做的可耻之事是善,那么知道所做的可耻之事就是恶。这是源于毁灭与破坏性事物的论题的例子;因为遗忘是破坏知识与认识的——因为他较为宽泛地用知识之名代替了认识——而已经遗忘的状态则是毁灭。源于生成的论题的例子则是:如果回忆起以可耻方式做出的事是恶,那么知道它们也是恶;因为回忆是一种生成。他说在其他事物上亦同样如此;因为在全称问题与个别问题上,公认合理性是相似的。而“其他事物”这句话,或者是指例子而言(因为不仅在已提及的事物上,而且在我们随手可取的其他事物上,“凡其破坏性事物值得选择者,其自身应当避免,且凡其生成属于恶者,其自身亦为恶”也是真的,并不单单局限于知识),或者他是指伴随生成与毁灭的其他事物,例如产生性的事物、使用与获得。因为先前已假定,凡其产生性事物为善者,其自身亦是如此,凡其使用或获得值得选择者,其自身亦值得选择;再者,正如凡其破坏性事物为善者其自身为恶一样,反过来,凡其破坏性事物或毁灭为恶者,其自身为善。因此他说,在这些事物上,公认合理性在全称问题与个别问题中同样是相似的。
- 3.59Ὁμοίως φησὶ τοῖς ἀπὸ τῶν ἀντικειμένων καὶ τῶν πτώσεων καὶ τῶν συστοίχων τόποις καὶ τοὺς ἀπὸ τῶν φθαρτικῶν καὶ τῶν γενέσεων καὶ φθορῶν καὶ ἐπικαίρους καὶ κοινοὺς εἶναι
在由主动词 φησί 引导的宾格不定词结构中,与格短语 ὁμοίως τοῖς... τόποις(“正如……论题一样”)居前,引出不定词的主语宾格 τοὺς ἀπὸ... φθορῶν(省略了 τόπους)(破坏性事物等论题)与谓语形容词 ἐπικαίρους καὶ κοινούς(切合时宜且通用的)。
- 3.59τῷ φθάνειν εἰρῆσθαι περὶ αὐτῶν
表示原因的定冠词与格不定词短语;动词 φθάνω 与完成时被动态不定词 εἰρῆσθαι 连用,意为“因为已经谈论过它们”。
- 3.59τὸ δὲ τῶν ἄλλων
中性单数定冠词 τό 将引用短语 τῶν ἄλλων 名词化,置于句首,充当后接动词 εἴρηκεν 和 λέγει 的宾语(或关涉宾格)。
