- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:280.30-282.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大例证了源于具备与缺失、关系、屈折词及同源词的论题如何不仅适用于全称问题亦适用于特称问题,并阐明了矛盾对立为何不发生于特称问题之间。
ἔστι μὲν γὰρ κατὰ ἕξιν καὶ στέρησιν ἀντικείμενα αἴσθησις καὶ ἀναισθησία· λέγων δὲ ἐπὶ τῶν ἐν μέρει, εἴ, φησίν, αἴσθησίς τις μὴ ἔστι δύναμις, οὐδ’ ἄν τις ἀναισθησία ἀδυναμία εἴη· εἰ γὰρ βουλοίμεθα δεῖξαι ὅτι τις ἀναισθησία οὐκ ἔστιν ἀδυναμία, δεικνύοιμεν ἂν λαβόντες ὅτι τις αἴσθησις οὐκ ἔστι δύναμις. εἰ δὲ ἦν προκείμενον ἡμῖν δεῖξαι τὸ πρόβλημα καθόλου, πᾶσαν ἀναισθησίαν ἀδυναμίαν οὖσαν, καθόλου ἂν καὶ τὸ ἀντικείμενον λαβόντες ἐπὶ τῆς ἕξεως, ὅτι πᾶσα αἴσθησις δύναμις, εἴημεν ἂν δεδειχότες ὅτι καὶ πᾶσα ἀναισθησία ἀδυναμία· ὁμοία γὰρ ἡ ἀξίωσις ἐφ’ ἑκάστου τῶν προβλημάτων. καὶ πάλιν, εἰ ἐβουλόμεθα δεῖξαι ὅτι μηδεμία ἀναισθησία ἀδυναμία, ἐλαμβάνομεν ἂν ὅτι οὐδεμία αἴσθησις δύναμις. τούτῳ γὰρ ἀκόλουθον καὶ τὸ παράδειγμα, ὃ παρέθετο· εἴ τις αἴσθησις δύναμις μή ἐστι, καὶ ἀναισθησία τις οὐκ ἔστιν ἀδυναμία· ἧς γὰρ 〈ἂν〉 αἰσθήσεως ἡ ἕξις ληφθῇ μὴ οὖσα δύναμις, ταύτης οὐδὲ ἡ στέρησις εἴη ἂν ἀδυναμία. παρατίθεται δὲ παράδειγμα καὶ τῶν κατὰ πρός τι ἀντικειμένων ἐπὶ μέρους, δεικνὺς ὅτι ἔστι μεταφέρειν τὸ καθόλου ἐπὶ τὸ κατὰ μέρος. ζητουμένου γὰρ εἴ τις ὑπόληψις ἐπιστήμη, ἀπὸ τοῦ ἀντικειμένου οὕτως ἄν ἐπιχειρήσαι τις· εἴ τι ὑποληπτὸν ἐπιστητόν, καί τις ὑπόληψις ἐπιστήμη· ἡ γὰρ ὑπόληψις ὑποληπτοῦ ὑπόληψις. εἰ δὲ ἦν καθόλου τὸ πρόβλημα καὶ ἐζητεῖτο εἰ πᾶσα ὑπόληψις ἐπιστήμη, ἐλαμβάνετο ἂν καὶ τὸ ἀντικείμενον τῇ ὑπολήψει, τὸ ὑποληπτόν, καθόλου οὕτως· εἰ πᾶν ὑποληπτὸν ἐπιστητόν, καὶ πᾶσα ὑπόληψις ἐπιστήμη. οὐκέτι δὲ ἐμνημόνευσε τῶν κατὰ κατάφασιν καὶ ἀπόφασιν ἀντικειμένων, ὅτι μηδὲ ἔστιν ἐν μέρει ἀντίφασις· τῷ γὰρ τὶ εἶναι τὸ τὶ μὴ εἶναι οὐκ ἀντίκειται· αἱ γὰρ κατὰ ἀντίφασιν ἀντιθέσεις τῶν καθόλου τοῖς ἐπὶ μέρους ἀντιτιθεμένων γίνονται.1 διὸ ὁ μὲν δείξας, ὅτι ψευδὴς ἡ καθόλου κατάφασις ἐπί τινος, δείκνυσιν ὅτι ἀληθὴς ἡ ἐπὶ μέρους ἀπόφασις ἐπὶ τοῦ αὐτοῦ· κἂν δείξῃ ψευδῆ τὴν ἐπὶ μέρους ἀπόφασιν, ἔδειξεν ἀληθῆ τὴν καθόλου κατάφασιν. ὁμοίως καὶ ἐπὶ τῆς καθόλου ἀποφάσεως καὶ τῆς ἐπὶ μέρους καταφάσεως. οὐκέτι μέντοι ὁ δείξας τὸ ἐπὶ μέρους καταφατικὸν ψεῦδος ἔδειξεν ἤδη τὸ ἐπὶ μέρους ἀποφατικὸν καθ’ αὑτό, ἀλλά, εἴπερ ἄρα, τῷ ὑπὸ τὸ καθόλου αὐτὸ εἶναι·2 οὐ γὰρ ὁ δείξας ψεῦδος τινὰ ἄνθρωπον μουσικὸν δέδειχεν ἤδη καὶ τὸ τινὰ ἄνθρωπον μὴ εἶναι μουσικόν. Εἰπὼν δὲ περὶ τῶν ἀντικειμένων καὶ δείξας πῶς ἔνεστι τοῖς αὐτοῖς τόποις καὶ ἐπὶ τῶν καθόλου χρῆσθαι καὶ ἐπὶ τῶν ἐπὶ μέρους, πάλιν δείκνυσιν πῶς τῷ ἀπὸ τῶν πτώσεων καὶ ἐπὶ τῶν ἐπὶ μέρους προβλημάτων οἷόν τε χρῆσθαι. πτῶσις μὲν γὰρ τὸ ἀδίκως, τὸ ἄδικον. ζητουμένου δὲ ἐπὶ μέρους εἴ τι ἄδικον ἀγαθόν, ἀπὸ τῶν πτώσεων οὕτως ἂν ἐπιχειρήσαι τις· εἴ τι τῶν ἀδίκως γινομένων ἀγαθόν, καί τι ἄδικον ἀγαθόν. εἰ δὲ καθόλου ἐζητεῖτο εἰ τὸ ἄδικον ἀγαθόν, ἁπλῶς ἂν ἐλαμβάνετο ἡ πτῶσις· εἰ τὸ ἀδίκως ἀγαθῶς, καὶ τὸ ἄδικον ἀγαθόν· ὅμοιον γὰρ ὡς ἐπὶ τοῦ καθόλου τὸ καθόλου, οὕτω καὶ ἐπὶ τοῦ ἐπὶ μέρους τὸ ἐπὶ μέρους λαμβάνειν. ἑξῆς δὲ τὸν ἀπὸ τῶν συστοίχων τόπον δείκνυσιν ἐφαρμόζοντα τοῖς ἐπὶ μέρους. σύστοιχα δὲ ἀλλήλοις ἀνδρεία, ἀνδρεῖος, ἀνδρείως, ἀνδρεῖον, πάλιν ἡδονή, ἡδόμενος, ἡδέως, ἡδὺ καὶ πάντα τὰ οὕτω πρὸς ἄλληλα ἔχοντα, ὡς ἐν τοῖς πρώτοις εἴρηται. εἰ ζητούμενον 〈μὲν οὖν〉 εἴη ἐπὶ μέρους πότερόν τις ἡδονὴ φευκτὸν ἢ οὔ, ἀπὸ τοῦ συστοίχου οὕτως ἡ ἐπιχείρησις ἔσται· εἴ τι τῶν ἡδέων φευκτόν 〈,καί τις ἡδονὴ φευκτόν〉 [ἢ οὔ, ἀπὸ τοῦ ἡδέος ἡ ἐπιχείρησις]· καὶ ὁμοίως, εἴ τι ἡδὺ ὠφέλιμον, καὶ ἡδονή τις ἀγαθόν· τὸ γὰρ ὠφέλιμον ἀγαθόν. εἰ δὲ ἁπλῶς καθόλου ἐζητεῖτο περὶ πάσης ἡδονῆς εἰ φευκτή, καθόλου ἂν ἐλαμβάνετο, εἰ πάντα τὰ ἡδέα φευκτά, καὶ πᾶσα ἡδονὴ φευκτόν.
事实上,感觉与无感觉是依具备与缺失而对立的;他在论及特称情形时说,如果某种感觉不是能力,那么某种无感觉也不会是无能;因为如果我们想表明某种无感觉不是无能,我们可以通过设定某种感觉不是能力来予以表明。但如果向我们提出的问题是全称地表明,即所有的无感觉都是无能,那么我们针对具备状态将对立面也全称地设定为所有的感觉都是能力,我们本就可以表明所有的无感觉也是无能;因为在每一个问题上,主张都是相似的。再者,如果我们想表明没有任何无感觉是无能,我们就会设定没有任何感觉是能力。因为他所举的例子也正符合这一点:如果某种感觉不是能力,某种无感觉也不是无能;因为具备被设定为不是能力的那种感觉,其缺失也不会是无能。并且他也给出了依相关而对立者的特称例子,表明可以将全称转移至特称。因为在探求某种信念是否为知识时,有人可以从对立面出发如此进行论辩:如果某种可信念者是可知者,某种信念也是知识;因为信念是可信念者的信念。但如果问题是全称的,且探求是否所有的信念都是知识,那么信念的对立面即可信念者也将被全称地如此设定:如果所有可信念者都是可知者,所有的信念也都是知识。然而,他没有再提及依肯定和否定而对立者,因为在特称的情形下甚至不存在矛盾;因为某物存在与某物不存在并不对立;依矛盾的对立乃是在全称与特称相互对立时产生的。因此,表明全称肯定在某种情形下为假者,表明了特称否定在同一情形下为真;而如果他表明特称否定为假,他就表明了全称肯定为真。在全称否定和特称肯定上同样如此。然而,表明特称肯定为假者,并非由此就直接表明了特称否定本身,而至多是通过其在全称之下的归属[表明的];因为表明某人通晓音乐为假者,并未由此直接表明某人不通晓音乐。 在谈论了对立物并表明如何可能在全称与特称上使用相同论题之后,他又表明了如何可能将源于屈折词的论题也用于特称问题。因为“不正当地”是“不正当”的屈折词。当特称地探求某种不正当的事物是否为善时,人们可以从屈折词出发如此进行论辩:如果以不正当方式发生的事物中有某种是善的,那么某种不正当的事物也是善的。但如果全称地探求不正当的事物是否为善,屈折词将被单纯地如此设定:如果“不正当地”是“善地”,那么不正当的事物也是善的;因为正如在全称上设定全称一样,在特称上设定特称也是相似的。接着,他表明源于同源词的论题适用于特称。彼此同源的是:勇敢、勇敢者、勇敢地、勇敢之事;再如快乐、感到快乐者、愉快地、愉快之事,以及正如在最初诸卷中所说的所有如此相互关联的事物。因此,如果特称地探求某种快乐是否应当被避免,从同源词出发的论辩将是如此:如果愉快之事中有某种应当被避免,那么某种快乐也应当被避免;同样,如果某种愉快之事是有益的,某种快乐也是善;因为有益者即是善。但如果单纯地就所有快乐全称地探求其是否应当被避免,则将被全称地设定:如果所有愉快之事皆应被避免,那么所有快乐也应当被避免。
- 3.58αἱ γὰρ κατὰ ἀντίφασιν ἀντιθέσεις τῶν καθόλου τοῖς ἐπὶ μέρους ἀντιτιθεμένων γίνονται
短语 τῶν καθόλου τοῖς ἐπὶ μέρους ἀντιτιθεμένων 为属格独立结构,表时间或条件:“当全称命题与特称命题相互对立时”。它明确了主句主语 αἱ κατὰ ἀντίφασιν ἀντιθέσεις(依矛盾的对立)得以产生的前提结构。
- 3.58ἀλλά, εἴπερ ἄρα, τῷ ὑπὸ τὸ καθόλου αὐτὸ εἶναι
带冠词与格不定式 τῷ ὑπὸ τὸ καθόλου αὐτὸ εἶναι 与前文的 οὐκέτι ... ἔδειξεν ἤδη 形成对比,充当原因或手段说明。此处承前省略了主动词 ἔδειξεν,意为“而是(如果真有的话)通过其被归于全称之下[而表明的]”。
