- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:279.11-280.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德将论题从全称问题转向特称问题的讨论(119a32),亚历山大阐明全称论题可通过全称的确立与破斥一同作用于特称问题,并且当全称前提不真时,从相反者等出发的特称固有论题可以平行适用于全称与特称两种问题。
" Ἐὰν δὲ ἐπὶ μέρους καὶ μὴ καθόλου τὸ πρόβλημα τεθῇ." Εἰπὼν ἐν τῷ δευτέρῳ καὶ ἐν τούτῳ περὶ τῶν καθόλου προβλημάτων ὅσα τοῦ συμβεβηκότος ἔχεται, ἢ ἁπλῶς τὴν ζήτησιν ἔχοντα ἢ συγκριτικήν, τίνες ἁρμόζουσι πρὸς αὐτὰ τόποι, νῦν περὶ μὲν τῶν συγκριτικῶν προβλημάτων οὐκέτι λέγει, δείκνυσι δὲ πῶς οἷόν τέ ἐστι τοῖς παραδεδομένοις τόποις χρῆσθαι καὶ πρὸς τὴν τῶν ἐπὶ μέρους προβλημάτων κατασκευήν τε καὶ ἀνασκευήν. καὶ πρῶτόν γε δείκνυσιν, ὃ καὶ κατὰ τὴν ἀρχὴν εἶπε τοῦ δευτέρου, ὅτι οἱ καθολικῶς λεγόμενοι τόποι οὐ μόνον εἰσὶ πρὸς τὰ καθολικὰ προβλήματα χρήσιμοι ἀλλὰ καὶ πρὸς τὰ ἐπὶ μέρους· τῷ γὰρ τοῦ καθόλου κατασκευαστικῷ καὶ τὸ ἐπὶ μέρους συγκατασκευάζεται, καὶ πάλιν τῷ καθόλου ἀνασκευαστικῷ καὶ τὸ ἐπὶ μέρους ἀνασκευάζεται. εἰ καὶ ἐπὶ μέρους οὖν εἴη τὸ πρόβλημα κείμενον, χρήσιμοι οἱ καθόλου τόποι. ζητουμένου γὰρ εἰ ἥδε ἡ ἡδονὴ ἀγαθόν, ὁ δείξας πᾶσαν ἡδονὴν ἀγαθὸν ἔδειξεν ὅτι καὶ ἡ ζητουμένη· πάλιν εἰ εἴη προκείμενον δεῖξαι τήνδε τινὰ τὴν ἡδονὴν μὴ εἶναι ἀγαθόν, ὁ δείξας μηδεμίαν οὖσαν ἡδονὴν ἀγαθὸν ἔδειξεν ὅτι μηδὲ ἡ προκειμένη. τούτων δὲ ἐμνημόνευσεν, ὡς εἶπον, καὶ τοῦ δευτέρου ἀρχόμενος δι’ ὧν εἶπεν “ἔστι δὲ πρὸς ἀμφότερα τὰ γένη τῶν προβλημάτων κοινὰ τὰ καθόλου κατασκευαστικὰ καὶ ἀνασκευαστικά”. νῦν δὲ σαφέστερον ἐξείργασται. Εἰπὼν δὲ πάντας τοὺς καθόλου χρησίμους εἶναι καὶ πρὸς τὰ ἐπὶ μέρους προβλήματα (πᾶν γὰρ τὸ καθόλου δειχθὲν συναποδείκνυσι καὶ τὸ ὑπ’ αὐτό) μάλιστα ἐπικαίρους καὶ κοινούς φησιν εἶναι τόπους πρός τε τὰ καθόλου καὶ τὰ ἐπὶ μέρους προβλήματα, ὡς δύνασθαι μὴ μόνον τῷ τὰ καθόλου δεδεῖχθαι συναποδείκνυσθαι καὶ τὰ ἐπὶ μέρους ἀλλὰ ἀπὸ τῶν καθόλου καὶ πρὸς τὰ ἐπὶ μέρους μεταφέρεσθαι,1 τούς τε ἐκ τῶν ἀντικειμένων καὶ τῶν συστοίχων καὶ τῶν πτώσεων. οὐ γὰρ πάντα τὰ ἐπὶ μέρους οἷόν τε διὰ τῶν καθόλου δείκνυσθαι, τῷ εἶναί τινα τῶν ἐπὶ μέρους καὶ καθ’ αὑτὰ ἀληθῆ τε καὶ ψευδῆ· διὸ δεῖ πρὸς αὐτὰ καὶ ἰδίων τινῶν τόπων. πρὸς γὰρ τὸ δεῖξαι τινὰ ἄνθρωπον μουσικὸν οὐχ οἷόν τε χρῆσθαι τῷ πάντα εἶναι μουσικόν, ὅτι μὴ ἀληθὲς τοῦτο, οὐδὲ πρὸς τὸ τινὰ μὴ εἶναι γραμματικὸν τῷ μηδένα. καὶ ἐπεὶ τετραχῶς λέγεται τὰ ἀντικείμενα, ἐφ’ ἑκάστου εἴδους ἀντιθέσεως χωρὶς τῶν κατὰ ἀντίφασιν ἀντικειμένων δείκνυσιν ὅτι ὁ αὐτὸς τόπος ὁμοίως ἁρμόσει καθόλου τε ὄντος τοῦ προβλήματος καὶ ἐν μέρει, μεταφερόμενος ἐπὶ ταῦτα ἀπ’ ἐκείνων. καὶ πρῶτόν γε ἐπὶ τῶν ἐναντίων δείκνυσι τοῦτο. ὁμοίως γάρ, φησίν, ἔνδοξον τό τε ζητουμένου εἰ πᾶσα λύπη κακὸν ἀξιῶσαι,2 εἰ πᾶσα ἡδονὴ ἀγαθόν, καὶ πᾶσαν λύπην εἶναι κακόν, ὅς ἐστι τόπος ἀπὸ τῶν ἐναντίων καθόλου, καὶ τὸ ζητουμένου εἴ τις λύπη κακὸν ἀξιῶσαι, εἰ ἡδονή τις ἀγαθόν, καὶ λύπην τινὰ εἶναι κακόν· εἴη γὰρ ἂν ἡ ἐπὶ ταῖς καλαῖς ἐνεργείαις ἡδονὴ ἀγαθὸν καὶ ἡ ἐπὶ ταῖς αὐταῖς ἐνεργείαις λύπη κακόν. καθόλου μὲν γὰρ ὄντος τοῦ προβλήματος καὶ ζητουμένου εἰ πᾶσα λύπη κακόν, ἔνδοξον τὸ ἐκ τοῦ ἐναντίου τὴν ἐπιχείρησιν ποιήσασθαι οὕτως· εἰ πᾶσα ἡδονὴ ἀγαθόν, καὶ πᾶσα λύπη κακόν. εἰ δὲ ἐπὶ μέρους εἴη τὸ πρόβλημα, ζητουμένου πότερον λύπη τις κακὸν ἢ οὔ, οὐδὲν ἔλαττον ἔνδοξον τὸ ἀξιοῦν, εἰ ἡδονή τις ἀγαθόν, καὶ λύπην τινὰ εἶναι κακόν. πάλιν τῷ ἀπὸ τῶν κατὰ ἕξιν καὶ στέρησιν ἀντικειμένων τόπῳ ὁμοίως ἔνεστι χρῆσθαι καὶ πρὸς τὰ καθόλου προβλήματα καὶ πρὸς τὰ ἐπὶ μέρους. αὐτὸς δὲ τῶν ἐπὶ μέρους μόνον ἐμνημόνευσεν ὡς ἐν τοῖς πρώτοις εἰρηκὼς περὶ τοῦ καθόλου.
“但如果问题是特称地而非全称地被提出的。” 在第二卷和本卷中,他就关涉偶性的全称问题(无论是单项的探求还是比较的探求),论述了哪些论题适用于它们之后,现在他不再论述比较问题,而是表明如何可能将传授的诸论题也用于特称问题的确立与破斥。并且他首先表明了他在第二卷开头也曾说过的话,即全称述说的论题不仅对全称问题有用,而且对特称问题也有用;因为通过全称的确立项,特称者亦被一同确立,反之,通过全称的破斥项,特称者亦被破斥。因此,即使所设定的问题是特称的,全称论题也是有用的。因为在探求“这种快乐是否是善”时,凡表明每种快乐皆为善者,就表明了所探求的快乐亦是如此;反之,若提议表明“这种特定的快乐不是善”,凡表明没有任何快乐是善者,就表明了所提议的快乐亦不是善。正如我所言,他在开始第二卷时也提及了这些,借由他说过的:“全称的确立性与破斥性论题对于两类问题是共通的”。而现在这一点得到了更清晰的阐明。在说明了所有全称论题对于特称问题亦有用之后(因为凡经全称表明的一切,皆一同论证了其下所涵盖者),他说从对立物、同源词和屈折词出发的论题,对于全称问题和特称问题是最为切当且共通的论题,以至于不仅特称者因全称者已被表明而一同得到论证,而且〔这些论题〕也可以从全称者转移至特称者。因为并非所有特称事项都可能通过全称事项被表明,由于某些特称事项就其自身而言是或真或假的;因此对于它们,亦需要某些固有的论题。因为要表明“某个人通晓音乐”,不可能使用“所有人皆通晓音乐”(因为这不是真的),要表明“某个人不识字”,也不可能使用“没有人[识字]”。并且,由于对立物有四种说法,他在矛盾对立之外的每种对立形式上都表明,无论问题是全称的还是特称的,同一论题都能同样适用,从前者被转移到后者之上。并且他首先在相反者上表明了这一点。因为他说,在探求“是否每种痛苦皆为恶”时主张“如果每种快乐皆为善,则每种痛苦亦皆为恶”(这是源于相反者的全称论题),与在探求“是否某种痛苦为恶”时主张“如果某种快乐为善,则某种痛苦亦为恶”,这两者是同样公认的;因为在崇高活动上的快乐将是善,而在相同活动上的痛苦将是恶。因为当问题是全称的且探求“是否每种痛苦皆为恶”时,从相反者出发如此进行论辩是公认的:如果每种快乐皆为善,则每种痛苦亦皆为恶。但若问题是特称的,探求“某种痛苦是否为恶”,主张“如果某种快乐为善,则某种痛苦亦为恶”也绝非较少公认。再者,源于依具备与缺失而对立者的论题,同样可以用于全称问题和特称问题。但他自身只提及了特称的问题,因为认为已在最初诸卷中谈论了全称问题。
- 3.58ὡς δύνασθαι μὴ μόνον τῷ τὰ καθόλου δεδεῖχθαι συναποδείκνυσθαι καὶ τὰ ἐπὶ μέρους ἀλλὰ ἀπὸ τῶν καθόλου καὶ πρὸς τὰ ἐπὶ μέρους μεταφέρεσθαι
表结果或程度的 ὡς 引导不定式结构(ὡς δύνασθαι)。不定式 δύνασθαι 支配两个并列的被动不定式短语:μὴ μόνον... συναποδείκνυσθαι... ἀλλὰ... μεταφέρεσθαι。前者的主语是 τὰ ἐπὶ μέρους,并受表示手段的与格结构 τῷ τὰ καθόλου δεδεῖχθαι(“由于全称者已被表明”)所修饰。
- 3.58τό τε ζητουμένου εἰ πᾶσα λύπη κακὸν ἀξιῶσαι
定冠词不定式结构 τό... ἀξιῶσαι(“主张……”)内部嵌套了表示时间或条件的属格独立结构 ζητουμένου εἰ πᾶσα λύπη κακὸν(“当探求是否每种痛苦皆为恶时”)。它与后文的 καὶ τὸ ζητουμένου εἴ τις λύπη κακὸν ἀξιῶσαι 并列,共同构成表语 ἔνδοξον(“受认可的 / 公认的”)的主语。
