- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:27.5-28.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德提出的弁证法的三大用途——训练、交往和哲学诸门科学(101a26),阿フロ迪西亚的亚历山大解释了前两项(训练与交往),论述了古代弁证法实践的历史背景以及有声望的前提在与大众交谈中的作用。
" Ἔστι δὲ πρὸς τρία, πρὸς γυμνασίαν, πρὸς τὰς ἐντεύξεις, πρὸς τὰς κατὰ φιλοσοφίαν ἐπιστήμας." Πρὸς τρία φησὶν εἶναι χρήσιμον τὴν διαλεκτικὴν πραγματείαν, πρός τε γυμνασίαν. λέγει δὲ γυμνασίαν ἤτοι τὴν γινομένην ἐν τῷ διαλέγεσθαι πρός τινας· δεχόμενοι γάρ τινα προβλήματα παρὰ τῶν προσδιαλεγομένων γυμναζόμενοι πειρῶνται τούτοις παρίστασθαι,1 δι’ ἐνδόξων τὰς ἐπιχειρήσεις ποιούμενοι· ἢ γυμνασίαν λέγοι ἂν τὴν εἰς ἑκάτερον μέρος ἐπιχείρησιν. ἦν δὲ σύνηθες τὸ τοιοῦτον εἶδος τῶν λόγων τοῖς ἀρχαίοις, καὶ τὰς συνουσίας τὰς πλείστας τοῦτον ἐποιοῦντο τὸν τρόπον, οὐκ ἐπὶ βιβλίων ὥσπερ νῦν (οὐ γὰρ ἦν πω τότε τοιαῦτα βιβλία), ἀλλὰ θέσεώς τινος τεθείσης εἰς ταύτην γυμνάζοντες αὑτῶν τὸ πρὸς τὰς ἐπιχειρήσεις εὑρετικὸν ἐπεχείρουν, κατασκευάζοντές τε καὶ ἀνασκευάζοντες δι’ ἐνδόξων τὸ κείμενον. καὶ ἔστι δὲ βιβλία τοιαῦτα Ἀριστοτέλους τε καὶ Θεοφράστου γεγραμμένα ἔχοντα τὴν εἰς τὰ ἀντικείμενα δι’ ἐνδόξων ἐπιχείρησιν. πρὸς δὴ τὴν τοιαύτην γυμνασίαν χρήσιμον εἶναί φησι τὴν διαλεκτικήν· μέθοδον γάρ τινα εὑρετικὴν τῶν ἐπιχειρημάτων ἔχοντες (αὕτη δέ ἐστιν ἡ τῶν τόπων γνῶσις) ῥᾷον ἐπιχειρεῖν δυνησόμεθα. ὡς γὰρ ἐν τοῖς ῥητορικοῖς γυμνάσμασιν οἱ διαιρεῖν δυνάμενοι τὰ προβλήματα καὶ τὴν τάξιν τῶν κεφαλαίων συνορῶντες ῥᾷον ἐπιχειροῦσιν, οὑτωσὶ καὶ ἐν τοῖς διαλεκτικοῖς οἱ τὴν μέθοδον εἰδότες ῥᾷον ἐπιχειρημάτων εὐποροῦσι πρὸς τὰ προκείμενα. χρήσιμος δὲ ἡ τοιαύτη κατὰ τοὺς λόγους γυμνασία πρὸς εὕρεσιν τῶν ζητουμένων τε καὶ ἀληθῶν, ὡς καὶ αὐτὸς ἐρεῖ δι’ ὧν τὸ πρὸς φιλοσοφίαν αὐτῆς ἐκθήσεται χρήσιμον· προπαρασκευάζει γὰρ τὴν ψυχήν. ὡς γὰρ τὰ τοῦ σώματος γυμνάσια γινόμενα κατὰ τέχνην εὐεξίαν περιποιεῖ τῷ σώματι, οὕτω καὶ τὰ τῆς ψυχῆς ἐν λόγοις γυμνάσια κατὰ μέθοδον γινόμενα τὴν οἰκείαν εὐεξίαν τῇ ψυχῇ περιποιεῖ· οἰκεία δὲ εὐεξία ψυχῆς λογικῆς ἡ δύναμις καθ’ ἣν εὑρετική τε τοῦ ἀληθοῦς καὶ κριτικὴ γίνεται. Δεύτερον τρόπον τῆς ὠφελείας αὐτῆς προσεκτίθεται τὸν πρὸς τὰς ἐντεύξεις, ἐντεύξεις λέγων τὰς πρὸς τοὺς πολλοὺς συνουσίας, οἷς δεῖ μὲν ἐντυγχάνειν κοινωνικούς τε ὄντας καὶ φιλανθρώπους, καὶ ἐντυγχάνειν ὠφελίμως. διὰ μὲν οὖν ἀληθῶν τε καὶ ἀποδεικτικῶν οὐχ οἷόν τε κοινολογεῖσθαι πρὸς αὐτούς· οὐδὲ γὰρ τὴν ἀρχὴν2 συνιέναι τῶν τοιούτων δύνανται· ἀλλ’ οὐδὲ μανθάνειν ὑπομένουσι. διὸ οὐδὲ ὠφελεῖσθαι δύναιντ’ ἂν διά τινος τῶν τοιούτων, ὧν γε τὴν ἀρχὴν μηδὲ συνιέναι δύνανται. εἰ δὲ διὰ τῶν ἐνδόξων τε καὶ δοκούντων καὶ αὐτοῖς ἐκείνοις τὰς πρὸς αὐτοὺς συνουσίας ποιούμεθα, παρακολουθοῖέν τε ἂν τοῖς λεγομένοις καὶ ῥᾳδίως μεταβιβάζοιντο διὰ τῶν τοιούτων λόγων, εἴ τι μὴ εἶεν ὀρθῶς τιθέμενοι.
“它对三件事情是有用的:用于训练,用于交往,用于关涉哲学的诸门科学。” 他说辩证法研究对三件事情是有用的,首先是用于训练。所谓训练,他是指在与某些人进行辩证对话中所进行的训练;因为从对话者那里接受了某些论题的人,出于训练的目的,试图通过有声望的前提来进行推论以确立这些论题;或者,他所说的训练可以是指对正反两方都进行论证。这类言论方式对于古人是司空见惯的,他们的大多数聚会都是以这种方式进行的,并不像现在这样依靠书籍(因为那时还没有这样的书籍),而是在确立了某个命题后,他们便针对它进行论证,训练自己发现论据的能力,通过有声望的前提来确立或反驳所确立的命题。实际上确实存在亚里士多德和泰奥弗拉斯托斯所写的此类书籍,包含通过有声望的前提对相反命题所作的论证。他说辩证法对于这类训练正是很有用的;因为如果我们拥有某种发现论据的方法(这就是对论题的认识),我们就能够更容易地进行论证。因为正如在修辞学练习中,那些能够剖析论题并通观要点排列的人更容易进行论证一样,在辩证论练习中,知晓方法的人也能针对手头的论题更从容地获得充裕的论据。而且,这种在言论上的训练对于发现所探讨的事物和真理也是有用的,正如他自己在阐明辩证法对哲学的有用性时也将要说明的;因为这能预先使灵魂做好准备。正如身体的锻炼依循技艺进行会使身体获得健康一样,灵魂在言论上的锻炼依循方法进行也会使灵魂获得其特有的健康;而理性灵魂特有的健康,乃是凭借它而变得善于发现真理并善于作出批判的能力。作为其有用性的第二种方式,他提出了用于交往的有用性,所谓交往是指与大众的接触交往,作为具有社会性和人类同情心的人,必须与他们进行交往,并且是有益地进行交往。然而,通过真实且具论证性的前提与他们交谈是不可能的;因为他们从一开始就根本无法理解这类事情,也无法耐受学习。因此,他们根本无法通过任何这类事情获益,因为他们从一开始甚至根本无法理解这些事情。但如果我们通过有声望的、连他们自己也认可的前提与他们进行交往,他们就能够领会所说的话,并且如果他们有任何假定得不正确的地方,也能通过这类的言论很容易地被引导转变看法。
- 1.9τούτοις παρίστασθαι
中动不定式 παρίστασθαι 支配与格 τούτοις(指代 προβλήματα),在此意为“支持、维护、辩护”。虽然该动词支配与格在其他语境中有时可表示“对抗、抵抗”,但从上下文来看,这里指接受对话者提出的论题并试图通过有声望的前提对其加以支持论证(后文亦有 κατασκευάζοντες 呼应),故取“维护/确立”之意。
- 1.9τὴν ἀρχήν
伴随否定词(οὐδέ, μηδέ)的宾格短语 τὴν ἀρχήν 在句中作为副词性宾格起强调否定的作用,意为“根本、从一开始、完全不”(相当于拉丁语 omnino non),而非作动词 συνιέναι 的普通名词直接宾语(“始原”或“开端”)。
