← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§277.5-279.10

比较论题的普遍化与基于定义接受度的论题

亚历山大阐释了亚里士多德如何借由“如此”这一概念将基于同一事物、添加、去除以及与相反者不杂的诸比较论题普遍化,并说明了为何在此新增了一个基于对固有定义接受程度的新论题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.54

" Ἔτι εἰ τοῦ αὐτοῦ τινος τὸ μὲν μᾶλλον τὸ δὲ ἧττον τοιοῦτον." Παρέδωκέ τινα καὶ τοιοῦτον τόπον “εἴ τινος τοῦ αὐτοῦ τὸ μὲν μεῖζον ἀγαθόν ἐστι τὸ δὲ ἔλαττον, αἱρετώτερον τὸ μεῖζον”· οὕτως γὰρ εὐεξία πλούτου αἱρετωτέρα, ὅτι τῆς ὑγείας ἡ μὲν εὐεξία αἱρετωτέρα, ὁ δὲ πλοῦτος ἧττον αἱρετός. πῶς οὖν καὶ τοῦτον καθολικώτερον ποιήσομεν τῇ ἐκθέσει τε καὶ προσηγορίᾳ, λέγει. οὕτω γὰρ ῥηθείς ‘εἰ τοῦ αὐτοῦ τινος τὸ μὲν μᾶλλον τὸ δὲ ἧττον τοιοῦτον, μᾶλλον τοιοῦτον ὃ τοῦ αὐτοῦ μᾶλλόν ἐστι τοιοῦτον’ καθόλου [γὰρ] ἔσται, λαβόντων ἡμῶν ἀντὶ τοῦ ‘ἀγαθόν’ τὸ τοιοῦτον· κειμένου γὰρ τούτου καὶ μεῖζόν τι ἄλλο ἄλλου καὶ πλεῖον καὶ θερμότερον καὶ γλυκύτερον καὶ πάντα τὰ τούτοις ὅμοια δεικνύναι δυνησόμεθα τῷ πᾶσιν αὐτοῖς ἐφαρμόζειν τὸ τοιοῦτον. Καὶ εἰ τὸ μὲν μᾶλλον τοιούτου τοιοῦτον τὸ δὲ μὴ τοιοῦτον, δῆλον ὅτι τὸ πρῶτον ῥηθὲν μᾶλλον τοιοῦτον. τοῦ τόπου τοῦ λέγοντος1 ‘εἰ τὸ μὲν ἀγαθοῦ τινος μεῖζον εἴη ἀγαθόν, τὸ δὲ ἀγαθὸν μὲν εἴη μηδενὸς δὲ ἀγαθοῦ μεῖζον, αἱρετώτερον τὸ ἀγαθοῦ τινος μεῖζον’ [καὶ] καθόλου ἐστὶν οὗτος ὃν ἐκτίθεται· δυνάμεθα γὰρ δι’ αὐτοῦ καὶ θερμότερον ἄλλο ἄλλου δεικνύναι καὶ γλυκύτερον καὶ ἄλλα μυρία τῷ τὸ τοιοῦτο πολλοῖς ἐφαρμόζειν καὶ μὴ τοῖς αἱρετοῖς μόνοις. ἔοικε δὲ ἄλλος τις παρὰ τοὺς εἰρημένους ὁ τόπος οὗτος εἶναι, ἂν οὕτως τις αὐτοῦ ἀκούῃ. τὸ γὰρ θερμόν, εἰ τοῦ μᾶλλον θερμοῦ θερμότερον, πολλῷ μᾶλλον θερμόν, καὶ τὸ τοῦ μᾶλλον γλυκέος 〈γλυκύτερον πολλῷ μᾶλλον γλυκύ〉· ὁμοίως καὶ ἐπὶ ψυχροῦ καὶ πικροῦ καὶ τῶν τοιούτων.

“再者,如果相比于同一事物,一者更是如此,另一者较少如此。” 他也曾传授过这样一个论题:“如果相比于同一事物,一者是更大的善,另一者是较小的善,那么更大的善就更值得选择”;因为健康状态由此比财富更值得选择,既然相比于健康,健康状态更值得选择,而财富较少值得选择。因此,他说明了我们将如何通过表述和称谓使这个论题也变得更具普遍性。因为如果表述为“如果相比于同一事物,一者更是如此,另一者较少如此,那么相比于同一事物更是如此者,就更是如此”,只要我们用“如此”取代“善”,它就将是普遍的;因为一旦确立了这一点,由于“如此”适用于所有这些事物,我们就能够表明一物比另一物更大、更多、更热、更甜以及与这些类似的一切事物。“如果一者相对于更是如此者是如此,而另一者不是如此,显然首先提及者更是如此。”相对于表述为“如果一者比某种善是更大的善,而另一者虽是善却不比任何善更大,那么比某种善更大的善就更值得选择”的论题而言,他在此阐明的这个论题是普遍的;因为通过它,由于“如此”适用于诸多事物而不仅适用于值得选择的事物,我们能够表明一物比另一物更热、更甜以及无数其他情况。但如果有人这样来理解该论题,它似乎是与上述诸论题不同的另一种论题。因为热的事物如果比更热者更热,就远远更是热的;比更甜者更甜的事物,就远远更是甜的;在冷、苦以及诸如此类的事物上亦同样如此。

§3.55

"Ἔτι ἐκ τῆς προσθέσεως." Δείκνυσι, πῶς καὶ οἱ ἐκ τῆς προσθέσεώς τε καὶ ἀφαιρέσεως τόποι, οὓς ἐξέθετο, καὶ αὐτοὶ γίνοιντ’ ἂν καθολικώτεροι. οὓς μὲν οὖν ἐξέθετο ἐκ τῆς προσθέσεως, ἦσαν οὗτοι· “εἰ τῷ αὐτῷ προστιθέμενόν τι τὸ ὅλον αἱρετώτερον ποιεῖ”, καὶ “εἰ ἐλάττονι προστεθέν τι τὸ ὅλον μεῖζον ποιεῖ”. εἰς οὓς δὲ νῦν μετατίθησιν αὐτούς, εἰσὶν οὗτοι· εἰ τῷ αὐτῷ προστιθέμενον τὸ ὅλον μᾶλλον ποιεῖ τοιοῦτον (τὸ γὰρ μᾶλλον τοιοῦτον καθολικώτερον τοῦ ‘αἱρετώτερον’, ἁρμόζον καὶ ἐπὶ λευκοῦ καὶ γλυκέος καὶ κακοῦ καὶ τῶν τοιούτων) καὶ εἰ τῷ ἧττον τοιούτῳ προστιθέμενον τὸ ὅλον μᾶλλον ποιεῖ τοιοῦτον· τὸ γὰρ ἧττον τοιοῦτο καὶ μᾶλλον τοιοῦτο καθολικώτερα τοῦ ἧττον αἱρετοῦ καὶ μᾶλλον αἱρετοῦ. πάλιν ἐκ τῆς ἀφαιρέσεως ὁ μὲν εἰρημένος ἦν ἐπὶ τοῦ αἱρετοῦ “οὗ γὰρ ἀφαιρεθέντος ἀπὸ τοῦ αὐτοῦ τὸ λειπόμενον ἔλαττον, ἐκεῖνο μεῖζον ἂν εἴη, ὁπότε ἀφαιρεθὲν τὸ λειπόμενον ἔλαττον ἐποίει”. εἰς ὃν δὲ νῦν μεταλαμβάνει, ἔστιν οὗτος· οὗ ἀφαιρεθέντος τὸ λειπόμενον ἧττον τοιοῦτον, αὐτὸ μᾶλλον τοιοῦτον· τοῦ γὰρ ἔλαττον καὶ μεῖζον, οἷς ἐχρήσατο τότε, τὸ ἧττον τοιοῦτον καὶ μᾶλλον τοιοῦτον κοινότερά τε καὶ καθολικώτερα. διὸ οὕτω κειμένῳ τῷ τόπῳ ἔνεστιν ἐπὶ πλειόνων χρῆσθαι.

“再者,从添加出发。” 他表明,他所阐述的从添加和去除出发的论题,自身也将如何能够变得更具普遍性。他在添加方面所阐述的论题曾是这些:“如果某物被添加到同一事物上,使整体更值得选择”,以及“如果某物被添加到较小者上,使整体变得更大”。而他现在将其转变为的论题则是这些:如果被添加到同一事物上使整体更是如此(因为“更是如此”比“更值得选择”更普遍,亦适用于白、甜、恶以及诸如此类的事物),以及如果被添加到较少如此者上使整体更是如此;因为“较少如此”和“更是如此”比“较少值得选择”和“更值得选择”更普遍。再者,在去除方面,曾就值得选择之物所说的是:“因为凡从同一事物中被去除后留下较小余项者,每当它被去除后使余项变小,它就是更大的”。而他现在转换成的论题则是:凡被去除后使余项较少如此者,其自身更是如此;因为相比于他当时所用的“较小”和“更大”,“较少如此”和“更是如此”更为共通且更为普遍。因此,当论题如此确立时,便可用于更多的事项。

§3.56

"Καὶ τὰ τοῖς ἐναντίοις ἀμιγέστερα μᾶλλον τοιαῦτα." Οὗτος μετενήνεκται ἐπὶ τὸ καθολικώτερον ἀπὸ τοῦ τὸ ἄμικτον κακῷ ἀγαθὸν αἱρετώτερον εἶναι τοῦ μεμιγμένου· τὰ γὰρ αὐτὰ εἶπε μετὰ ἀλυπίας αἱρετώτερα εἶναι ἢ μετὰ λύπης. καθόλου γὰρ μᾶλλον τοιαῦτα [ὁποῖα] εἶναι λέγεται τὰ ἀμιγέστερα τοῖς ἐναντίοις· λευκόν τε γὰρ μᾶλλον τὸ ἀμιγέστερον τῷ ἐναντίῳ καὶ γλυκύ, ἀλλὰ καὶ ἡδύ· ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων, οἷς ἐστί τι ἐναντίον. δύναται καὶ ἀπὸ τοῦ τελευταίου εἰρημένου τόπου οὗτος μετενηνέχθαι τοῦ “ἔτι ἐκ τοῦ ὁμοίως δεικνύναι φευκτόν”.

“而且与相反者较少混杂者更是如此。” 这一论题是从“不与恶混杂的善比与之混杂者更值得选择”转换至更具普遍性的表述的;因为他曾说过,相同的事物在不伴随痛苦时比伴随痛苦时更值得选择。因为普遍而言,与相反者较少混杂者被说成是更是如此的;因为与相反者较少混杂者更白、更甜,而且也更令人愉悦;在具有某种相反者的其他事物上亦同样如此。这一论题也可以是从最后提及的“再者,从同样表明当避出发”这一论题转换而来的。

§3.57

"Ἔτι παρὰ τὰ εἰρημένα πρότερον τὸ μᾶλλον ἐπιδεχόμενον τὸν οἰκεῖον τοῦ προκειμένου λόγον." Παρὰ τοὺς παραδεδομένους τόπους συγκριτικοὺς τοῦτον νῦν προστίθησιν ὄντα ἀπὸ τοῦ ὁρισμοῦ· οὐ γὰρ ἐμνημόνευσεν αὐτοῦ ἐπὶ τῆς κατὰ τὸ αἱρετὸν συγκρίσεως. τὸ γὰρ ἐπιδεχόμενον μᾶλλον τὸν ὁρισμὸν τὸν τοῦ προκειμένου μᾶλλον τοιοῦτον. λευκὸν μὲν γὰρ μᾶλλον τὸ τὸν τοῦ λευκοῦ λόγον ἐπιδεχόμενον μᾶλλον· τὸ γὰρ χρῶμα τὸ μᾶλλον διακριτικὸν ὄψεως μᾶλλον λευκόν, ἐπεὶ τὸ λευκόν ἐστι χρῶμα διακριτικὸν ὄψεως. ὁμοίως καὶ γλυκύτερον τὸ μᾶλλον ἐπιδεχόμενον τὸν τοῦ γλυκέος λόγον. καὶ αἱρετώτερον δὲ κατὰ τὰ αὐτὰ ἂν εἴη τὸ μᾶλλον τὸν τοῦ αἱρετοῦ λόγον ἐπιδεχόμενον, καὶ ἥδιον τὸ τὸν τῆς ἡδονῆς. ὃν ἴσως οὐ παραδέδωκε τόπον2 ἐπὶ τῶν τὸ αἱρετώτερον δεικνύντων τόπων, ὅτι μήτε τοῦ αἱρετοῦ μήτε τοῦ ἀγαθοῦ εἷς ἦν ὁ λόγος· τῶν γὰρ πολλαχῶς λεγομένων τὰ ἀγαθὰ καὶ αἱρετά.

“再者,除先前所述外,更多地接受手头主题之固有定义者。” 在传授的那些比较论题之外,他现在补充了这一个源于定义的论题;因为在依当选性进行的比较中,他并未提及这一论题。因为更多地接受手头主题之定义者,更是如此。因为更多地接受白的定义者就更白;既然白是分解视觉的颜色,那么更大程度分解视觉的颜色就更白。同样,更多地接受甜的定义者就更甜。依循相同的道理,更多地接受值得选择之物的定义者就更值得选择,更多地接受快乐的定义者就更令人愉悦。他之所以大概没有在表明更值得选择的论题中传授这一论题,是因为无论对于值得选择之物还是对于善,都没有单一的定义;因为善和值得选择之物属于在多种意义上被述说的事物。

语法注2 条
  1. 3.54τοῦ τόπου τοῦ λέγοντος

    属格短语 τοῦ τόπου τοῦ λέγοντος... 置于句首,充当相对于后随主句(καθόλου ἐστὶν οὗτος ὃν ἐκτίθεται)的“关涉属格”(关于/相对于表述为……的论题而言)或具有比较意味的属格。

  2. 3.57ὃν ἴσως οὐ παραδέδωκε τόπον

    先行词 τόπος 被吸收进关系代词 ὃν 引导的关系从句内部(先行词内引)。在句法上相当于主句中的 τοῦτον τὸν τόπον ἴσως οὐ παραδέδωκε(“他或许没有传授这一论题……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:277.5-279.10