- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:275.13-277.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大解释了亚里士多德最初针对特定的善和值得选择之物提出的比较论题,如何通过使用更具属类特征的表达(如“如此者”)而普遍化,从而适用于更广泛的事物。
" Ληπτέον δὲ ὅτι μάλιστα καθόλου τοὺς τόπους." Περὶ τοῦ μᾶλλον καὶ τοῦ μείζονος καὶ ὅλως τῶν ἐν συγκρίσει παραδοὺς ἡμῖν τοὺς συγκριτικοὺς τόπους ἐπὶ ὡρισμένου τινός (ἐπὶ γὰρ τοῦ αἱρετοῦ· πάντες γὰρ κατὰ τοῦτο τὴν σύγκρισιν ἐποιοῦντο, ἐπειδὴ εὐπαρακολουθητοτέρα ἡ τῶν τόπων παράδοσις ἐπὶ ὡρισμένου τινός [ὡς τὸ φύσει ἀγαθὸν αἱρετόν, φύσει δὲ ἀγαθὸν ἡ ὑγεία, ἡ ὑγεία φύσει αἱρετόν. ἔστι δέ τινα φύσει αἱρετὰ οὐ πάντως ἀγαθά· οἷον ἀγαθὸν ἄρα ἡ ὑγεία πρώτη πρότασις, ὡς εἴπομεν, γινομένη]), ἐπεὶ μὴ γίνεται ἡ σύγκρισις κατὰ τὸ αἱρετὸν μόνον, πάνυ ἐμμεθόδως ὑποδείκνυσιν1 ἡμῖν δι’ ὧν προστίθησι, πῶς τοῖς αὐτοῖς τούτοις τόποις καθόλου καὶ πρὸς τὰ ἄλλα πάντα, καθ’ ἃ ἡ σύγκρισις γίνεται, χρῆσθαι δυνησόμεθα. ἐπεὶ γὰρ τὸ μᾶλλον συγκριτικὸν ὄν, καὶ τὸ μεῖζον ὁμοίως, οὐκ ἐν ἀγαθοῖς μόνον καὶ αἱρετοῖς ἐστιν ἀλλὰ καὶ ἐν ἄλλοις (μᾶλλον γὰρ καὶ ἐπὶ θερμοῦ καὶ βαρέος καὶ λευκοῦ καὶ μυρίων ἄλλων λέγεται· ὁμοίως καὶ τὸ μεῖζον συγκριτικὸν 〈ὂν〉 οὐκ ἐπὶ ἀγαθῶν μόνον ἢ κακῶν καὶ αἱρετῶν τε καὶ φευκτῶν λέγεται ἀλλὰ καὶ ἐπ’ ἄλλων· μάλιστα μὲν γὰρ ἐπὶ μεγεθῶν, καὶ ἐπὶ ἀριθμῶν δὲ καὶ βαρέων καὶ ἐπ’ ἄλλων μυρίων ἡ κατὰ τὸ μεῖζον γίνεται σύγκρισις), δεῖν φησι τοὺς συγκριτικοὺς τόπους,2 ὡς ἐδήλωσε τῇ προσθέσει τῇ περὶ τοῦ μᾶλλον καὶ μείζονος, καθολικωτέρους λαμβάνειν· οὕτως γὰρ λαμβανόμενοι πρὸς πλείω χρήσιμοι ἔσονται καὶ οὐ μόνον πρὸς τὰ αἱρετὰ καὶ φευκτά, πρὸς ἃ νῦν αὐτοῖς κεχρήμεθα. εἰπὼν δὲ τοῦτο, πῶς οἷόν τε τοὺς προειρημένους τόπους καθόλου ποιεῖν, ὑποτίθεται. ἂν γὰρ μικρὸν παραλλάσσωμεν ἐν τῇ ἐκθέσει αὐτῶν, τὸ κοινότερον ἀντὶ τοῦ εἰδικωτέρου προστιθέντες, γίνοιτ’ ἂν τὸ προειρημένον. καὶ πῶς τοῦτο γίνοιτ’ ἂν, διὰ παραδειγμάτων δηλοῖ ἐπὶ τόπων, πρῶτον μὲν τοῦ ‘τὸ φύσει ἀγαθὸν τοῦ μὴ φύσει αἱρετώτερον’. οὕτως μὲν γὰρ ῥηθεὶς οὗτος ὁ τόπος ἐπὶ ἀγαθῶν μόνον καὶ τῆς τούτων συγκρίσεως χρήσιμος γίνεται· ἐπεὶ δὲ οὐ μόνον τὸ φύσει ἀγαθὸν τοῦ μὴ φύσει ἀγαθοῦ μᾶλλον ἀγαθὸν καὶ αἱρετώτερον, ἀλλὰ καὶ τὸ φύσει φευκτὸν τοῦ μὴ φύσει φευκτότερον καὶ τὸ φύσει λευκὸν τοῦ μὴ φύσει λευκότερον (καὶ ἐπὶ ὑγιεινοῦ δὲ καὶ γλυκέος καὶ τῶν ὁμοίων τούτοις ὁ αὐτὸς λόγος), ἂν δὴ εἴπωμεν ἀντὶ τοῦ ‘τὸ φύσει ἀγαθὸν 〈τοῦ μὴ φύσει ἀγαθοῦ μᾶλλον ἀγαθόν〉’ τὸ φύσει τοιοῦτον τοῦ μὴ φύσει τοιούτου μᾶλλον τοιοῦτον, καθόλου τε ποιήσομεν τὸν τόπον καὶ χρῆσθαι αὐτῷ πρὸς πάντα δυνησόμεθα ἐν οἷς ἐστι τὸ φύσει καὶ μὴ φύσει· πάντα γὰρ συγκεχώρηται οὕτως τεθέντος τοῦ τόπου. πάλιν κείσθω τὸ ποιοῦν τῇ παρουσίᾳ ἀγαθοὺς αἱρετώτερον τοῦ μὴ ποιοῦντος· ἂν δὴ ἀντὶ τοῦ ‘τὸ ποιοῦν ἀγαθοὺς αἱρετώτερον τοῦ μὴ ποιοῦντος’ εἰδικῶς εἰρημένου λάβωμεν ‘τὸ ποιοῦν τὸ ἔχον αὐτὸ τοιόνδε τι τοῦ μὴ ποιοῦντος μᾶλλόν ἐστι τοιοῦτον’, καθόλου τε ποιήσομεν τὸν τόπον καὶ πρὸς πολλὰ αὐτῷ χρῆσθαι δυνησόμεθα. αὐτὸς δὲ οὕτως ἔθηκε τὸν τόπον· εἰ τὸ μὲν ποιεῖ τὸν ἔχοντα αὐτὸ τοιοῦτον, ᾧ ἂν ὑπάρχῃ, τὸ δὲ μὴ ποιεῖ, μᾶλλον τοιοῦτον ὅ ποτε ποιεῖ ἢ ὃ μὴ ποιεῖ. οὕτω γὰρ καὶ τὸ ποιοῦν θερμὸν τοῦ μὴ ποιοῦντος θερμότερον, καὶ τὸ ποιοῦν γλυκὺ καὶ τὸ ποιοῦν καλὸν καὶ τὸ ποιοῦν ἡδὺ * * * *. εἰ δὲ ἀμφότερα ποιεῖ τὸ αὐτό, τὸ μᾶλλον ποιοῦν τοιοῦτο μᾶλλον, οἷον εἰ ἀμφότερα ποιεῖ τὸ ἔχον γλυκὺ ἢ θερμὸν ἢ ἀγαθὸν ἢ μεῖζον. ἡ γὰρ εἰς τὸ γενικώτερον, ὅπερ ἐστὶ τὸ τοιοῦτον, μετάθεσις κοινότερον ἐποίησε τὸν τόπον καὶ πολυχρηστότερον.
“应当尽可能普遍地把握论题。” 他在就某个确定的事项(即在值得选择的事项上;因为所有的〔论题〕都是按照这一点来进行比较的,既然在某个确定的事项上讲授论题更容易被领会[例如,出于本性而善者是值得选择的,健康出于本性是善的,健康出于本性是值得选择的;但也有些出于本性值得选择的事物并不完全是善的;例如,正如我们所说的,‘健康因此是善的’成为第一前提]),向我们讲授了关于“更多”和“更大”以及总体上关于处于比较中的事物的比较论题之后,由于比较不仅仅是依值得选择的事物而发生的,他非常合乎方法地通过他所补充的内容向我们指出,我们将如何能够普遍地、并且针对所有其他发生比较的事物来运用这些相同的论题。因为,既然作为表示比较的“更多”以及同样的“更大”,不仅存在于善物和值得选择之物中,而且也存在于其他事物中(因为“更多”也用于热、重、白以及无数其他事物上;同样,作为表示比较的“更大”也不仅用于善或恶以及当选或当避之物上,而且也用于其他事物上;因为依更大而进行的比较尤其是就量度而言的,但也是就数目、重物以及无数其他事物而言的),他说,正如他关于“更多”和“更大”的增补所表明的那样,应当更普遍地把握这些比较论题;因为这样被把握,它们将对更多的事物有用,而不仅仅是对我们现在将它们用于其上的当选和当避之物有用。在说了这一点之后,他阐明了如何能够使上述论题成为普遍的。因为,如果我们把它们在表述中稍作变动,加上更共通的东西以取代更具种差的东西,上述情况就会发生。至于这如何能够发生,他通过论题中的例子加以表明,首先是在“出于本性而善者比非出于本性者更值得选择”这一论题上。因为这一论题若这样被表述,就仅仅在善物及其比较上有用;但既然不仅出于本性而善者比非出于本性而善者更是善的和更值得选择的,而且出于本性当避者亦比非出于本性者更当避,出于本性白者亦比非出于本性者更白(在健康、甜以及与此类似的事物上道理亦相同),那么,如果我们不说“出于本性而善者[比非出于本性而善者更是善的]”,而是说“出于本性是如此者比非出于本性是如此者更是如此”,我们将使该论题成为普遍的,并且能够在具有出于本性与非出于本性的一切事物中运用它;因为当论题如此确立时,所有结论都被容许了。再者,假定“因其临在而使〔人〕变善者比不如此使〔人〕变善者更值得选择”;那么,如果我们不采纳特殊地表述的“使〔人〕变善者比不如此使〔人〕变善者更值得选择”,而是采纳“使具有它者成为某种如此者比不使之如此者更是如此”,我们将使该论题成为普遍的,并且能够将其运用于诸多事物。他本人是这样确立该论题的:如果一者使具有它者成为如此(无论它存在于何物之中),而另一者并不如此,那么凡使之如此者就比不使之如此者更是如此。因为这样一来,使之热者亦比不使之热者更热,使之甜者、使之美者以及使之愉快者亦[……]。但如果两者都使之成为同一种事物,那么使其程度更大者就更是如此,例如两者都使具有它们者变甜、变热、变善或变大。因为转向更具属类特征的“如此”,使得该论题变得更共通且具有更多用途。
- 3.53παραδοὺς ... ὑποδείκνυσιν
句首的分词 παραδούς 跨越了长篇的插入解释和原因从句(ἐπεὶ μὴ γίνεται...),修饰主句的谓语动词 ὑποδείκνυσιν(其主语为亚里士多德)。该分词在句中充当状语,表示时间或让步(“在传授了……之后”/“尽管传授了……”)。
- 3.53δεῖν φησι τοὺς συγκριτικοὺς τόπους
这构成了紧承前面原因从句 ἐπεὶ γὰρ τὸ μᾶλλον... 的主句。动词 φησί 统辖间接引语中的非人称动词不定式 δεῖν(源自 δεῖ),而 δεῖν 则支配宾格加不定式结构 τοὺς συγκριτικοὺς τόπους ... λαμβάνειν。
