← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§274.8-275.12

从比较级推导原级的条件与借用比较

亚历山大考察了亚里士多德为何附加“凡具有此类比较的事物”这一限制,指出在数目和量度中比较级并不必然推导出无条件的原级,并解释了在善和尊贵之物中如何从比较论题推演无条件的可选择性。此外,他通过指出“更轻的地”和“更重的火”并非字面本义而是借由相似性述说,化解了对该原则的潜在诘难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.52#2

ἢ οὐ τοῦτ’ ἔστι τὸ λεγόμενον διὰ τοῦ ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ὅσα τοιαύτην ἔχει τὴν σύγκρισιν· ἀλλ’ ἐπεὶ1 ἔνια τῶν κατὰ σύγκρισιν λεγομένων οὐ πάντως καὶ τὸ ἁπλῶς ἐμφαινόμενον ἔχει (οὐ γάρ, εἰ τὸ ἑνὶ ὑπερέχον τινὸς πλεῖον ἐκείνου καὶ διὰ τοῦτο τὰ τρία τῶν δύο πλείω, ἤδη καὶ τὸ πολλὰ εἶναι τὰ τρία οἷόν τε διὰ τοῦ κειμένου τόπου δεικνύναι, ἀφελόντας αὐτοῦ τὴν πρὸς τὰ δύο ὑπεροχήν· ἀλλ’ οὐδ’, ἐπεὶ πᾶν τὸ ληφθὲν μέγεθος, κἂν ᾖ μικρόν, ὑπερέχει τινός, τὸ δ’ ὑπερέχον τινὸς μεῖζον, ἤδη, διότι μεῖζον, καὶ μέγα), διὰ τοῦτο οὖν προσέθηκε τὸ ὅσα τοιαύτην ἔχει τὴν σύγκρισιν. τοιαύτην δὲ ἔχει τὰ αἱρετώτερον ἄλλο ἄλλου δεικνύντα τι τῷ πολυχρονιωτέρῳ ἀγαθῷ, τῷ βεβαιοτέρῳ, τοῖς τοιούτοις. ὁ γὰρ λέγων τὸ φύσει ἀγαθὸν τοῦ μὴ φύσει ἀγαθοῦ αἱρετώτερον εἶναι, τῷ τὸ ἀγαθὸν αἱρετὸν εἶναι ἐπ’ ἀμφοτέρων δὲ αὐτὸ λαμβάνειν καὶ ὅτι ἀμφότερά ἐστιν αἱρετὰ τίθησιν· καὶ γάρ, εἴ τι φύσει ἀγαθόν ἐστι, τοῦτο αἱρετόν· κἂν μὴ φύσει δὲ ᾖ τι, ἀγαθὸν δέ, καὶ τοῦτο αἱρετόν· πᾶν γὰρ ἀγαθὸν αἱρετόν. συγκρίνοντες μὲν οὖν ἐροῦμεν ‘τὸ φύσει ἀγαθὸν τοῦ μὴ φύσει αἱρετώτερον· καὶ ἔστι φύσει μὲν ἀγαθὸν ἡ ὑγεία, οὐ φύσει δὲ τὸ νικᾶν μαχόμενον· αἱρετώτερον ἄρα ὑγεία τῆς ἐν πολέμῳ νίκης’. δεικνύντες δὲ αἱρετὸν ἐροῦμεν ‘τὸ φύσει ἀγαθὸν αἱρετόν, φύσει δὲ ἀγαθὸν ἡ ὑγεία, καὶ αἱρετὸν ἄρα’, καὶ πάλιν ‘πᾶν ἀγαθὸν αἱρετόν, ὥστε καὶ τὸ μὴ φύσει’. ὁμοίως καὶ ἐπὶ τοῦ τιμιωτέρου· εἰ τοῦτο τούτου τῷ τιμιώτερον εἶναι αἱρετώτερόν ἐστιν, ἐπεὶ τὸ τίμιον αἱρετόν, τὸ δὲ τιμιώτερόν τινος τίμιον (οὐ γὰρ ἂν ἦν τιμιώτερον μὴ ὂν τίμιον), τόδε ἄρα αἱρετόν. ὁμοίως, εἰ τόδε τῷ πολυχρονιώτερον ἀγαθὸν εἶναι τοῦδε αἱρετώτερον, τὸ αὐτὸ τοῦτο τῷ πολυχρόνιον εἶναι αἱρετὸν ἂν εἴη. δῆλον οὖν πῶς οἷόν τε τοῖς συγκριτικοῖς τόποις χρῆσθαι καὶ πρὸς τὴν τοῦ ἁπλῶς αἱρετοῦ δεῖξιν. ἐπιζητήσαι δ’ ἄν τις εἰ ἐπὶ πάντων ὑγιὲς τὸ μᾶλλόν τι ὂν καὶ ἁπλῶς εἶναι· λέγεται γὰρ καὶ γῆ γῆς κουφοτέρα οὐκ οὖσα ἁπλῶς κούφη, καὶ πῦρ πυρὸς βαρύτερον οὐκ ὂν ἁπλῶς βαρύ. ἢ οὐ κυρίως ἐπὶ τούτων τὰ συγκριτικὰ λέγεται τῶν μὴ ἀναδεχομένων τὸν λόγον τοῦ καθ’ ὃ ἡ σύγκρισις·2 οὔτε γὰρ ἡ γῆ τὸν τοῦ κούφου λόγον ἐπιδέχεται, ἥ γε ἁπλῶς ἐστι βαρεῖα (κοῦφον δέ ἐστι τὸ ἐξ ἑαυτοῦ φερόμενον εἰς τὸν ἄνω τόπον), οὔτε τὸ πῦρ 〈τὸν〉 τοῦ βαρέος. οὐ λέγεται γὰρ ἡ γῆ κουφοτέρα τῷ θᾶττον ἐξ αὑτῆς ἄνω φέρεσθαι, ἀλλὰ τῷ εὐβιαστοτέρα εἶναι καὶ ῥᾷον ἄνω βιάζεσθαι, ὃ οὐκ ἔστι κούφου· ὁμοίως καὶ πῦρ βαρύτερον λέγεται τὸ ῥᾷον κάτω σπώμενον. καθ’ ὁμοιότητα οὖν τινα ταῦτα λέγεται, οὐ κυρίως.

或者,通过“同样地也适用于具有此类比较的其他所有事物”所意指的并非这一点,而是因为在依比较而述说的事物中,某些事物并不完全具有言外显现出来的无条件状态(因为并非由于某物比某物多一就比该物更多,且三由此比二更多,便已经能够通过所设定的论题,在抽离其相对于二的优越之后,表明三是多数;也不是由于所取的任何量度,即使很小,都比某物更大,而比某物大者即是更大者,便已经因为它是更大者而就是大的),因此他才加上了“凡具有此类比较的事物”?具有此类比较的,乃是那些通过较为持久的善、较为稳固的善以及此类事物来表明一物比另一物更值得选择者。因为说出于本性而善者比非出于本性而善者更值得选择的人,凭借善是值得选择的、且在两者之上都采纳了它这一点,也设定了两者皆是值得选择的。因为,若某物出于本性是善的,则它是值得选择的;即使某物不是出于本性,但只要是善的,它也是值得选择的;因为凡善物皆值得选择。因此,我们在进行比较时将说:“出于本性而善者比非出于本性者更值得选择;健康出于本性是善的,而在战斗中取胜则非出于本性;因此健康比战役中的胜利更值得选择。”而在表明其值得选择时,我们将说:“出于本性而善者是值得选择的;健康出于本性是善的;因此也是值得选择的”,并且又说:“凡善物皆值得选择,从而非出于本性者亦是如此。”在更尊贵者上亦同样如此:如果此物因其更尊贵而比彼物更值得选择,既然尊贵者是值得选择的,而比某物更尊贵者也是尊贵的(因为若它不是尊贵的,它就不会是更尊贵的),因此此物是值得选择的。同样地,如果此物因其是较为持久的善而比彼物更值得选择,则这同一事物亦将因其持久而是值得选择的。由此显见,如何能够将比较论题亦用于表明无条件地值得选择之物。然而有人可能会探究,是否在一切事物上,凡在更高程度上是某物者亦无条件地是该物这一命题都是健全的;因为地亦被说成比[另一处]地更轻,尽管它无条件地并不是轻的,火亦被说成比[另一处]火更重,尽管它无条件地并不是重的。或者说,在那些不接受进行比较所依凭之物的定义的事物上,比较级并非是在严格本义上被述说的?因为无条件是重的地并不接受轻的定义(轻乃是依自身向上方处所运动之物),火亦不接受重的定义。因为地被称为更轻,并非因其凭借自身更快地向上运动,而是因其更容易被强制、更容易被强行推向上方,而这并不属于轻;同样地,被称为更重的火也是指更容易被向下拉引之物。因此,这些事物乃是依某种相似性被述说的,并非严格本义地被述说。

语法注2 条
  1. 3.52ἢ οὐ τοῦτ’ ἔστι τὸ λεγόμενον διὰ τοῦ ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ὅσα τοιαύτην ἔχει τὴν σύγκρισιν· ἀλλ’ ἐπεὶ

    句首的 ἢ 引出对前文解释的替代方案或进一步质疑(“或者并非……”)。句子骨干为 ἀλλ’ ἐπεὶ... 引导的长原因从句(其中夹杂了由 οὐ γὰρ... 和 ἀλλ’ οὐδ’... 引入的两个反例),最终落实到主句 διὰ τοῦτο οὖν προσέθηκε...

  2. 3.52οὐ κυρίως ἐπὶ τούτων τὰ συγκριτικὰ λέγεται τῶν μὴ ἀναδεχομένων τὸν λόγον τοῦ καθ’ ὃ ἡ σύγκρισις

    属格分词短语 τῶν μὴ ἀναδεχομένων... 作为同位语性/解释性属格,用以具体说明前面的代词短语 ἐπὶ τούτων(“在这些事物上”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:274.8-275.12