← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§272.25-274.8

可选之物的纯粹性与证明无条件值得选择

亚历山大阐释了兼具值得选择与应受规避之物劣于仅仅值得选择之物的比较论题(118b37),随后解释了如何通过抽离比较与优越性,将用于比较的诸论题转换为证明某物无条件值得选择的论证(119a2)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.51

" Ἔτι ἐκ τοῦ ὁμοίως δεικνύναι φευκτὸν καὶ αἱρετόν." Ἧττον αἱρετὸν τὸ ὁμοίως αἱρετόν τε καὶ φευκτὸν τοῦ μόνον αἱρετοῦ. οἷον εἰ τὸ μὲν πολιτεύεσθαι καὶ αἱρετὸν καὶ φευκτόν (φευκτὸν γὰρ διὰ τε τὰς ἐνοχλήσεις καὶ τὰς ἐπηρείας), τὸ δὲ φιλοσοφεῖν αἱρετὸν μόνον, αἱρετώτερον τὸ φιλοσοφεῖν. καὶ εἰ δόξα μὲν καὶ κάλλος καὶ πλοῦτος καὶ αἱρετὰ καὶ φευκτά (διὰ γὰρ τὰς δι’ αὐτὰ ἐπιβουλὰς ἔχει τι καὶ φευκτόν), ὑγεία δὲ καὶ ἰσχὺς αἱρετὰ μόνον, αἱρετώτερα ταῦτα ἐκείνων τῶν αἱρετῶν καὶ φευκτῶν. εἴη ἂν καὶ τὸ πλεῖν τε καὶ ἐμπορεύεσθαι διὰ τοὺς κινδύνους τοὺς κατὰ θάλατταν πρὸς τῷ αἱρετῷ καὶ τὸ φευκτὸν ἔχοντα,1 τὸ δὲ γεωργεῖν αἱρετὸν μόνον.

“再者,由于同样地表明为应受规避与值得选择。” 同样值得选择且应受规避者,比仅仅值得选择者更不值得选择。例如,如果从事政治活动既值得选择又应受规避(因为由于烦扰与侵害,它是应受规避的),而从事哲学思考则仅仅值得选择,那么从事哲学思考就更值得选择。又如,如果名声、美貌与财富既值得选择又应受规避(因为由于针对它们而设的阴谋,它们也带有一些应受规避之物),而健康与力量则仅仅值得选择,那么这些事物就比那些既值得选择又应受规避的事物更值得选择。出海航行与经商由于海上的危险,在值得选择之外也带有应受规避之物,而农耕则仅仅值得选择,这亦属此类情况。

§3.52#1

"Οἱ αὐτοὶ δὲ τόποι χρήσιμοι καὶ πρὸς τὸ δεικνύναι ὁτιοῦν αἱρετὸν ἢ φευκτόν." Παραδοὺς τοὺς τόπους, δι’ ὧν οἷόν τέ ἐστι τὰς κατὰ τὸ αἱρετὸν συγκρίσεις ποιεῖσθαι, τοὺς αὐτοὺς τόπους φησὶν ἁρμόζειν καὶ πρὸς τὸ δεικνύναι ὅτι ἁπλῶς τί ἐστιν αἱρετόν. ἐπεὶ γὰρ τὸ αἱρετώτερον καὶ αἱρετόν, ὥσπερ τὸ χρησιμώτερον καὶ χρήσιμον καὶ τὸ κάλλιον καὶ καλόν, ἂν τὰς ὑπεροχὰς καὶ τὰς συγκρίσεις τὰς πρὸς ἄλληλα ἑκάστου αὐτῶν ἀφαιρῶμεν, δεικνύοιμεν ἂν αὐτὰ δῆλον ὅτι καὶ ἁπλῶς ὄντα τοιαῦτα διὰ τῶν αὐτῶν τόπων. τῷ γὰρ τὸ τίμιον αἱρετὸν εἶναι, τούτῳ καὶ τὸ τιμιώτερον τινος αἱρετώτερον ἐκείνου· ὥστε ἐν τῷ λαβεῖν ὅτι τίμιον εἴη ἂν καὶ ὅτι αἱρετὸν λαμβάνων·2 ὁμοίως καὶ τὸ χρησιμώτερον αἱρετώτερον, ὅτι τὸ χρήσιμον αἱρετόν. ἀφελόντας οὖν χρὴ τὴν πρὸς ἄλληλα σύγκρισιν λαμβάνειν ‘πᾶν τὸ τίμιον αἱρετόν, ἀρχὴ δὲ φέρε εἰπεῖν τίμιον, ὥστε καὶ αἱρετόν’· ὁμοίως καὶ ἐπὶ τοῦ χρησίμου ‘τὸ χρήσιμον αἱρετόν, πλοῦτος δὲ χρήσιμον’. ὁ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων, καθ’ ἃ τὸ αἱρετώτερον δείκνυται, ὅσα τῷ ὁμολογουμένως αἱρετὰ εἶναι, καθ’ ἃ ἡ σύγκρισις αὐτοῖς, αἱρετώτερα εἶναι δείκνυται·3 οὐ γὰρ μόνον τὸ τιμιώτερον καὶ τὸ χρησιμώτερον αἱρετώτερον, ἀλλὰ καὶ τὸ ἀλυπότερον, ἂν οὕτως τύχῃ, καὶ τὸ ἥδιον καὶ ὃ ὁ σπουδαῖος ἂν ἕλοιτο μᾶλλον· καὶ καθ’ ὅσα ἄλλα τοιαῦτα ἡ κατὰ τὸ αἱρετὸν ὑπεροχὴ γίνεσθαι δέδεικται, κατὰ πάντα, ἂν ἀφελόντες τὴν πρὸς ἄλληλα σύγκρισιν καὶ ὑπεροχὴν τὸ ἁπλῶς λαμβάνωμεν, εἴημεν ἂν αἱρετὸν ἕκαστον αὐτῶν δεικνύντες. ἐπ’ ἐνίων δέ φησιν εὐθέως ἐν τῇ πρὸς ἕτερον συγκρίσει περιέχεσθαί τε καὶ ἐλέγχεσθαι καὶ τὸ ἑκάτερον αὐτῶν αἱρετὸν εἶναι, ἢ τὸ ἕτερόν γε φανερῶς. πάντως μὲν γὰρ ἄμφω δεῖ εἶναι τοιαῦτα τὰ συγκρινόμενα, προδήλως μέντοι τὸ ἕτερον [τὸ προσκείμενον] τοιοῦτον εἶναι τίθεται· ᾧ γὰρ πρόσκειται τὸ ἀγαθόν, προδήλως τοῦτο ἔχει καὶ τὸ αἱρετὸν προσκείμενον. οὐκέθ’ ὁμοίως φανερῶς τὸ αἱρετὸν ἐν τῇ κατὰ τὸ χρήσιμον συγκρίσει περιέχεται. ἔστιν οὖν ὃ λέγει, ὅτι ἐπ’ ἐνίων οὐ δεῖ κατασκευῆς πρὸς τὸ δεῖξαι αἱρετὸν τῶν κατὰ τὴν σύγκρισιν λεγομένων. ἴσως μὲν γὰρ πρὸς τὸ δεῖξαι τὸ χρήσιμον αἱρετὸν ἢ τὸ ἡδὺ ἢ τὸ ἄλυπον ἢ τὸ πολυχρόνιον λόγου δεῖ· ἐν οἷς δὲ κατὰ τὸ ἀγαθὸν ἡ σύγκρισις, ταῦτα προδήλως τὸ αἱρετὸν ἔχει· τὸ γὰρ αἱρετὸν ἀγαθόν.

“同样的论题对于表明任何事物值得选择或应受规避也是有用的。” 在传授了凭借其可以就值得选择之事进行比较的诸论题之后,他说同样的诸论题也适于用来表明某物无条件地是值得选择的。因为既然更值得选择之物本身也是值得选择的,正如更有用之物是有用的、更高尚之物是高尚的一样,如果我们抽离它们各自彼此之间的优越性与比较,显然我们亦能通过相同的诸论题表明它们无条件地就是这样的。因为正是由于尊贵之物是值得选择的,比某物更尊贵之物才比该物更值得选择;因此,在认定其尊贵的同时,人们亦会认定其为值得选择的。同样地,更有用之物更值得选择,是因为有用之物是值得选择的。因此,应当抽离彼此之间的比较而设定:“凡尊贵之物皆值得选择;例如统治是尊贵的;因而它也是值得选择的。”在有用之物上亦同样如此:“有用之物是值得选择的;财富是有用的。”同样的道理亦适用于展示更值得选择之物的其他方面,即凡是通过其间所作比较的基准公认为值得选择之物而得以展示为更值得选择的一切方面。因为不仅更尊贵之物与更有用之物是更值得选择的,而且更少痛苦之物(若碰巧如此)、更愉悦之物以及优秀者更愿意选择之物也是更值得选择的;在所有其他展示出在值得选择上产生优越性的此类方面中,在所有情况下,如果我们抽离彼此之间的比较与优越性而取其无条件的状态,我们就将表明它们各自是值得选择的。但他指出,在某些情况下,在与另一者的比较中,直截了当地包含且确立了它们两者都是值得选择的,或者至少其中一方是显而易见的。因为无论如何,所比较的两项都必须是这样的,然而其中一者被清楚预先设定为是这样的;因为凡附加了善者,显然也附加了值得选择。在依有用性进行的比较中,值得选择并非同样显而易见地被包含在内。因此他的意思是,在比较中被述说的诸事物中,对于某些事物,不需要另外立论来证明其值得选择。因为要证明有用之物、愉悦之物、无痛苦之物或持久之物是值得选择的,或许需要论证;但在以善进行比较的事物中,这些事物显而易见地具备值得选择性;因为值得选择之物就是善物。

语法注3 条
  1. 3.51τὸ πλεῖν τε καὶ ἐμπορεύεσθαι διὰ τοὺς κινδύνους τοὺς κατὰ θάλατταν πρὸς τῷ αἱρετῷ καὶ τὸ φευκτὸν ἔχοντα

    分词 ἔχοντα 采用中性复数主格形式,与由带定冠词不定式构成的并列主语(τὸ πλεῖν τε καὶ ἐμπορεύεσθαι)在意义上发生一致(依意相合)。此处将两项行为并合视作复数主体,即“出海航行与经商兼具应受规避之物”。

  2. 3.52ὥστε ἐν τῷ λαβεῖν ὅτι τίμιον εἴη ἂν καὶ ὅτι αἱρετὸν λαμβάνων

    εἴη ἂν ... λαμβάνων 构成了迂回潜能希求法,意为“人们亦将认定”。介词短语 ἐν τῷ λαβεῖν(“在认定……之中”)限定该主节,表达出在承认某物为尊贵的同时,就已内在地包含了承认其为值得选择的。

  3. 3.52ὅσα τῷ ὁμολογουμένως αἱρετὰ εἶναι, καθ’ ἃ ἡ σύγκρισις αὐτοῖς, αἱρετώτερα εἶναι δείκνυται

    句子的核心骨架为 ὅσα ... δείκνυται αἱρετώτερα εἶναι τῷ ... αἱρετὰ εἶναι。在表示原因或手段的与格不定式短语 τῷ ... αἱρετὰ εἶναι(“由于……是值得选择的”)之中,嵌入了关系从句 καθ’ ἃ ἡ σύγκρισις αὐτοῖς(“所比较的那些方面”)。整句表达“凡因比较所依据的基准公认为值得选择而得以表明为更值得选择的一切事物”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:272.25-274.8