← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§271.1-272.24

可选取事物的划分及基于目的的比较

关于亚里士多德论述值得选择之物的划分(高尚、愉悦、有益)及根据目的进行的比较(118b27),亚历山大阐明了数量多寡判定优越性所需的同等性前提条件,并将同等推理应用于应受规避之物。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.50

" Ἔτι διελέσθαι ποσαχῶς τὸ αἱρετὸν λέγεται καὶ τινῶν χάριν." Δεῖν φησι καὶ ἐκ τῆς διαιρέσεως τοῦ αἱρετοῦ ἀφορμὰς λαμβάνειν· ἂν γὰρ διελώμεθα ποσαχῶς λέγεται τὸ αἱρετόν, ἐπεὶ μὴ μοναχῶς, εὐπορήσομεν ἐπιχειρημάτων πρὸς τὴν τοῦ αἱρετωτέρου κατασκευήν. λέγεται δὴ τὸ αἱρετὸν τριχῶς· καὶ γὰρ τὸ καλὸν καὶ τὸ ἡδὺ καὶ τὸ συμφέρον αἱρετά. ᾧ δὴ πάντα ταῦτα ὑπάρχει καὶ διὰ πάντα ἐστὶν αἱρετόν, τοῦτο τῶν μὴ πάντα ἐχόντων αἱρετώτερον· καὶ ᾧ τὰ πλείω τῶν οἷς τὰ ἐλάττω, ἂν τὸ ὁμοίως αὐτοῖς ὑπάρχῃ.1 ἐπειδὴ δύναταί γε τὸ κατὰ τὶ ὂν σφόδρα αἱρετὸν τοῦ κατὰ πάντα μὲν μὴ μέντοι σφόδρα αἱρετοῦ αἱρετώτερον εἶναι· ἡ γοῦν φρόνησις δι’ αὑτὴν μόνον οὖσα αἱρετὴ αἱρετωτέρα ἐστὶν ἰσχύος διὰ πάντα οὔσης αἱρετῆς· καὶ γὰρ δι’ αὑτὸ ἡ ἰσχὺς αἱρετὸν εἶναι δοκεῖ καὶ ὡς καλὸν καὶ ὡς συμφέρον καὶ ὡς ἡδύ, ἀλλ’ ὑπερέχει τῷ δι’ αὑτὸ αἱρετῷ ἡ φρόνησις τούτων ἁπάντων. ἀλλὰ κἂν τὸ μὲν δι’ αὑτὸ ᾖ αἱρετόν, τὸ δὲ διὰ τὸ ἡδὺ καὶ τὸ χρήσιμον, τὸ δι’ αὑτὸ αἱρετὸν καίτοι δι’ ἓν ὂν αἱρετὸν αἱρετώτερον ἂν εἴη [καὶ] τοῦ δι’ ἐκεῖνα αἱρετοῦ καίτοι διὰ πλείω ὄντος αἱρετοῦ. σωφροσύνη γοῦν δι’ αὑτὴν μόνον οὖσα αἱρετὴ αἱρετωτέρα ἐστὶ τιμῆς καὶ διὰ τὸ ἡδὺ καὶ διὰ τὸ χρήσιμον οὔσης αἱρετῆς. ἢ πᾶσα ἀρετὴ καὶ δι’ αὑτὴν καὶ διὰ τὸ ἡδύ ἐστιν αἱρετή, ὅτι ἡδεῖαι καθ’ αὑτὰς αἱ κατ’ ἀρετὴν ἐνέργειαι· διὸ καὶ εἰ κατὰ πλείω τι εἴη αἱρετὸν οὐκ ὂν ἀρετή,2 τῷ καὶ διὰ τὸ καλὸν καὶ διὰ τὸ ἡδὺ ἐλαττοῦσθαι τῆς ἀρετῆς ἔλαττον αὐτῆς ἔσται αἱρετόν. ἔσται οὖν αἱρετώτερον τὸ κατὰ πάντα τοῦ κατὰ τινὰ καὶ τὸ κατὰ πλείω τοῦ κατὰ ἐλάττω, ἂν ᾖ τὸ κατὰ πλείω ὁμοίως τῷ κατὰ ἐλάττω καθ’ ἕκαστον τῶν αἱρετῶν αἱρετὸν3 καὶ ἔτι τὰ ἐλάττω ἐν τοῖς πλείοσι περιέχηται. οὕτως ἐν Ἠθικοῖς ἔδειξε τὴν διὰ τὸ καλὸν φιλίαν αἱρετωτέραν οὖσαν τῆς τε διὰ τὸ ἡδὺ καὶ τῆς διὰ τὸ χρήσιμον· ἡ γὰρ διὰ τὸ καλὸν πρὸς τῷ διὰ τὸ καλὸν αἱρετὴ εἶναι καὶ τὸ ἡδὺ καὶ τὸ χρήσιμον ἔχει. καὶ ἰσχὺς δὲ πλούτου αἱρετωτέρα ἂν δεικνύοιτο τῷ διὰ τὰ πλείω αἱρετὴ εἶναι [καὶ τὸ ἡδὺ καὶ τὸ χρήσιμον ἔχειν]· ὁ μὲν γὰρ διὰ τὸ συμφέρον μόνον, ἡ δὲ καὶ τὸ καλὸν καὶ τὸ ἡδὺ ἔχειν δοκεῖ. ἀλλὰ καὶ ὑγεία ἡδονῆς· καὶ γὰρ τὸ ἡδὺ καὶ τὸ συμφέρον ἔχει. εἰ δὲ εἴη τὰ συγκρινόμενα διὰ τὰ αὐτὰ αἱρετά, ᾧ μᾶλλον ὑπάρχει ταῦτα, ἐκεῖνο αἱρετώτερον ἔσται. οὕτω σωφροσύνη ἐγκρατείας· διὰ τὰ αὐτὰ μὲν γὰρ ἄμφω, ἀλλὰ μᾶλλον ἡ σωφροσύνη. καὶ τὸ μανθάνειν δὲ τοῦ γυμνάζεσθαι αἱρετώτερον, καίτοι ἄμφω διὰ τὸ συμφέρον αἱρετά· ἀλλὰ μᾶλλον ὑπάρχει τοῦτο τῷ μανθάνειν. οὕτω δειχθήσεται καὶ ἀνδρείας δικαιοσύνη αἱρετωτέρα· ἀμφότεραι μὲν γὰρ καὶ διὰ τὸ καλὸν καὶ διὰ τὸ ἡδύ, ἀλλ’ οὐχ ὁμοίως ἡ ἀνδρεία τὸ ἡδὺ ἔχει διὰ τὰ τραύματα καὶ τὰς ἀναιρέσεις. ἀλλὰ καὶ τὸ τοῦ βελτίονος χάριν αἱρετὸν αἱρετώτερον, οἷον τὸ μανθάνειν τοῦ γυμνάζεσθαι· τὸ μὲν γὰρ ἐπιστήμης χάριν, τὸ δὲ ἰσχύος. ἀλλὰ καὶ τὰ χρηστὰ ἤθη τῆς ἀσκήσεως τοῦ σώματος· τὰ μὲν γὰρ διὰ φιλοσοφίαν, ἡ δὲ διὰ ἄθλησιν αἱρετή. καὶ τοῦ πανηγυρίζειν τὸ παιδεύεσθαι· τὸ μὲν γὰρ ἀρετῆς χάριν, τὸ δὲ ἡδονῆς. ὁ δὲ τόπος δυνάμει ἤδη καὶ ἐν τοῖς πρώτοις εἴρηται· ὧν γὰρ τὰ τέλη αἱρετώτερα, καὶ αὐτὰ αἱρετά. ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τῶν φευκτῶν· καὶ γὰρ καὶ ἐπὶ τούτων φευκτότερον τὸ πλειόνων ἀγαθῶν ἐμποδιστικὸν καὶ τὸ τῶν μᾶλλον ἀγαθῶν ἀναιρετικόν. οὕτω νόσος αἴσχους· πλειόνων γὰρ ἡ νόσος ἐμποδιστική· καὶ γὰρ ἡδονῆς καὶ τοῦ σπουδαῖον εἶναι· τὸ δὲ ἡδονῆς μόνης. καὶ πενία ἀδοξίας, καὶ ἡ τῆς ψυχῆς ἀφυΐα τῆς τοῦ σώματος· τοῦ γὰρ μᾶλλον αἱρετοῦ ἐμποδιστικόν. καὶ ἀποβολὴ μαθημάτων ἀποβολῆς χρημάτων· βελτίονος γὰρ ἀναιρετικόν. εἴη δ’ ἄν τὸ διὰ τὴν δόξαν αἱρετὸν ἢ ὑπὸ τὸ ἡδὺ ἢ ὑπὸ τὸ συμφέρον.

“再者,必须区分值得选择的事物按多少种方式被述说,以及为了什么事物[而值得选择]。” 他说,也应当从值得选择的事物的划分中获取论据;因为如果我们区分值得选择的事物按多少种方式被述说,既然它并非按单一方式被述说,我们便会在用以确立更值得选择的事物的论证上获得充裕的资材。值得选择的事物确实按三种方式被述说;因为高尚之物、愉悦之物与有益之物都是值得选择的。因此,凡这全部事物都属于它、且因这一切事物而值得选择者,比不具备全部事物者更值得选择;而凡具备较多者,若它们以同等程度属于它们,则比具备较少者更值得选择。因为在某一特定方面极度值得选择的事物,确实可能比在所有方面值得选择但并非极度值得选择的事物更值得选择;例如明智,即便仅因其自身而值得选择,也比因一切方面而值得选择的力量更值得选择;因为力量似乎也因其自身而值得选择,既作为高尚之物,又作为有益之物,还作为愉悦之物,但在因其自身值得选择这一点上,明智超越了这一切。但即使一者因其自身而值得选择,而另一者因愉悦与实用而值得选择,因其自身而值得选择的事物,纵然仅因一事而值得选择,也会比因那些事情而值得选择的事物更值得选择,纵然它是因较多事情而值得选择。例如节制,纵然仅因其自身而值得选择,也比因愉悦与实用而值得选择的荣誉更值得选择。抑或,一切德性都既因其自身又因愉悦而值得选择,因为依乎德性的现实活动就其自身而言便是愉悦的;因此,即使某物并非德性而在较多方面值得选择,由于在因高尚与因愉悦两方面皆逊于德性,它也比德性更不值得选择。因此,在所有方面值得选择者将比在某些方面值得选择者更值得选择,而在较多方面值得选择者将比在较少方面值得选择者更值得选择,前提是:在较多方面值得选择者在每一值得选择的事物上与在较少方面值得选择者同等地值得选择,并且较少者还包含在较多者之内。依此,他在《伦理学》中表明,因高尚而产生的友谊比因愉悦而产生的友谊和因实用而产生的友谊更值得选择;因为因高尚的友谊除了因高尚而值得选择外,还兼具愉悦与实用。而力量亦可借由因较多事情而值得选择被证明比财富更值得选择;因为财富仅因有益,而力量则似乎兼具高尚与愉悦。此外健康也比快乐更值得选择;因为健康兼具愉悦与有益。但如果所比较的事物是因相同的事情而值得选择,则这些事情更多地属于哪一方,那一方便更值得选择。依此,节制比自制更值得选择;因为二者虽因相同的事情而值得选择,但这更多地属于节制。而且学习也比体育锻炼更值得选择,纵然二者皆因有益而值得选择;但这更多地属于学习。依此亦将证明正义比勇敢更值得选择;因为二者虽皆因高尚又因愉悦,但由于创伤与阵亡,勇敢并非同样具有愉悦。而且,为了更好之物而值得选择的事物也更值得选择,正如学习比体育锻炼更值得选择;因为前者为了知识,后者为了力量。此外,优良的品格也比身体锻炼更值得选择;因为前者因哲学而值得选择,后者因竞技运动而值得选择。受教育也比参加公共节日庆典更值得选择;因为前者为了德性,后者为了快乐。这一论题在潜能上已在开头处阐述过;因为凡目的更值得选择者,其自身也更值得选择。同样的道理也适用于应受规避的事物;因为在这些事物上,阻碍较多善物者以及消灭更伟大善物者,也更应受规避。依此,疾病比丑陋更应受规避;因为疾病阻碍较多的事物,即既阻碍愉悦又阻碍优秀,而丑陋仅阻碍愉悦。贫困亦比声名狼藉更应受规避,灵魂的驽钝比身体的迟钝更应受规避;因为前者阻碍更值得选择的事物。学识的丧失亦比金钱的丧失更应受规避;因为前者消灭了更好的事物。至于因声誉而值得选择的事物,则或者属于愉悦之列,或者属于有益之列。

语法注3 条
  1. 3.50ἂν τὸ ὁμοίως αὐτοῖς ὑπάρχῃ

    在条件从句 ἂν ... ὑπάρχῃ 中,主语是名词化短语 τὸ ὁμοίως(同等、同等程度),αὐτοῖς 则是指涉这些属性或具有这些属性的主体的与格。此条件句指出,不仅看具有属性的数量多少(πλείω),还须以各属性在同等程度上属于它们为前提。

  2. 3.50οὐκ ὂν ἀρετή

    此处 ἂν 为中性分词 ὂν 之误植(οὐκ ὂν ἀρετή),用作修饰 τι 的让步性分词短语,意为“即便某物不是德性(而在较多方面值得选择)”。它紧承前文“一切德性皆兼具高尚与愉悦”的观点,说明非德性之物即便在数量上占优,也因质的缺陷而劣于德性。

  3. 3.50ἂν ᾖ τὸ κατὰ πλείω ὁμοίως τῷ κατὰ ἐλάττω καθ’ ἕκαστον τῶν αἱρετῶν αἱρετὸν

    主格主语为 τὸ κατὰ πλείω(在较多方面值得选择者),谓语为 αἱρετόν,修饰语 ὁμοίως τῷ κατὰ ἐλάττω(与在较少方面值得选择者同等地)以及限定短语 καθ’ ἕκαστον τῶν αἱρετῶν(在每一值得选择的事物上)均修饰该谓语。该长句清晰界定了以属性数量比较优劣时所必需的同等性与包含关系前提。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:271.1-272.24