- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:269.9-270.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大就亚里士多德《论题篇》卷三第一章(118b20–24)中的三个论点展开注解,涉及因自身选择与因声誉选择的比较、兼具两方面与仅具一方面的比较、以及因自身更显尊贵之物的优选,并结合健康、美、房屋与沉思等具体事例对诸定义与论证方式进行了说明。
" Καὶ εἰ τὸ μὲν δι’ αὑτὸ τὸ δὲ διὰ τὴν δόξαν αἱρετόν." Αἱρετώτερον ὃ δι’ αὑτὸ αἱρούμεθα τοῦ διὰ τὴν ἀπὸ τῶν ἄλλων δόξαν. οὕτως ὑγεία κάλλους αἱρετωτέρα· τὴν μὲν γὰρ ὑγείαν δι’ αὑτὴν αἱρούμεθα, κἂν μηδεὶς εἴσεσθαι μέλλῃ, τὸ δὲ κάλλος διὰ τὴν ἐπ’ αὐτοῦ δόξαν· μάταιον γοῦν δοκεῖ τὸ κάλλος εἶναι μὴ γνωριζόμενον. ὡρίσατο δὲ καὶ τὸ πρὸς δόξαν αἱρετόν· ὃ γὰρ μηδενὸς συνειδότος μὴ ἂν σπουδάσαι τις ὑπάρχειν αὑτῷ,1 τοῦτ’ ἔστι τὸ διὰ δόξαν αἱρετόν. οὕτως δεικνύοιτ’ ἂν ὁ πλοῦτος τιμῆς αἱρετώτερος, καὶ οἰκία εὐοίκητος τῆς κεκοσμημένης, καὶ ἐσθὴς ἡ χρησιμωτέρα τῆς πολυτελοῦς, καὶ τῶν κτημάτων τὰ προσόδους φέροντα τῶν ἐν ἐπιφανέσι καὶ αἰεὶ διοδευομένοις ὄντων χωρίοις.
“再者,若一者因其自身,而另一者因声誉而值得选择[,则前者更值得选择]。” 因其自身而被我们选择的事物,比因来自他人的声誉而被选择的事物更值得选择。依此,健康比美更值得选择;因为健康即使无人将得知,我们也是因其自身而选择它,而美则是因关于它的声誉而选择;美若不为人所知,似乎终究是无益的。而且他也定义了关涉声誉而值得选择的事物:凡在无人知晓的情况下谁也不会热切谋求归属于自身的事物,这就是因声誉而值得选择的事物。依此可以证明,财富比荣誉更值得选择,适宜居住的房屋比装饰华丽的房屋更值得选择,更实用的衣裳比昂贵的衣裳更值得选择,而在产业中,带来收益的产业比位于显眼且常有人经行之处的产业更值得选择。
"Καὶ εἰ τὸ μὲν δι’ αὑτὸ καὶ τὴν δόξαν αἱρετόν, τὸ δὲ διὰ θάτερον μόνον." [Αἱρετώτερόν φησιν εἶναι τὸ δι’ ἀμφότερα αἱρετὸν τοῦ διὰ δόξαν μόνην, οἶμαι καὶ τοῦ δι’ αὑτό, ἐὰν ἐπὶ τοῦ αὐτοῦ παραληφθῇ· τὸ γὰρ δι’ ἄμφω αἱρετώτερον πρόδηλον.] ἐπεὶ καὶ τὸ δι’ αὑτὸ μόνον τοῦ πρὸς δόξαν αἱρετώτερον, καὶ τὸ δι’ ἄμφω, φησί, τοῦ πρὸς θάτερον μόνον· τὸ γὰρ διὰ δύο τοῦ διὰ τὸ ἕτερον αὐτῶν αἱρετοῦ αἱρετώτερον. οὕτως ἡ μετὰ τοῦ χρησίμου τὸ κεκοσμημένον ἔχουσα οἰκία αἱρετωτέρα τῆς μόνον τὸν κόσμον περικειμένης ἢ μόνον τὸ χρήσιμον ἐχούσης. ὁμοίως δὲ καὶ ἐσθὴς ἢ σκεῦος. ἀλλὰ καὶ ἵππος αἱρετώτερος ὁ πρὸς τῷ εὐπειθής τε καὶ ταχὺς εἶναι καὶ ὀφθῆναι καλὸς ὢν τοῦ τὸ ἕτερον ἔχοντος μόνον. ἀλλὰ καὶ τὰ ἄλλα κτήματα ἄμφω ἔχοντα τῶν μόνον τὸ ἕτερον. δεικνύοιτο δ’ ἂν οὕτω καὶ τὸ ἐν ὄψει τῶν πολλῶν τὰ καλὰ προσεῖναι αἱρετώτερον ὂν τοῦ λανθάνοντα,2 καὶ τὸ πρὸς τῷ εἶναι δίκαιον καὶ τὸ δοκεῖν ἔχειν τοῦ μόνον εἶναι. καὶ ἐπὶ τῶν ἄλλων αἱρετῶν ὁμοίως· ὅθεν εἴρηται καὶ τὸ “ἄγνωστον μηδὲν ἔχοιμι καλόν”. ὁμοίως δ’ ἂν δεικνύοιτο καὶ φευκτότερον, ὃ καὶ δι’ αὑτὸ καὶ διὰ τὴν δόξαν φευκτόν ἐστι, τοῦ διὰ θάτερον μόνον· φευκτότερον γὰρ τὸ φανερῶς ἀδικεῖν τοῦ κρύφα· καὶ τὸ ἀκολασταίνειν ὁμοίως.
“再者,若一者因其自身且因声誉而值得选择,而另一者仅因其中一者而值得选择[,则前者更值得选择]。” [他说,因两方面而值得选择的事物,比仅因声誉而值得选择的事物更值得选择,且我认为若就同一事物加以比较,也比因其自身而值得选择的事物更值得选择;因为因两方面而值得选择的事物更值得选择,乃是昭然若揭的。]他说,既然仅因其自身而值得选择的事物比关涉声誉而值得选择的事物更值得选择,那么因两方面而值得选择的事物也比仅关涉其中一者而值得选择的事物更值得选择;因为因两个原因而值得选择的事物,比因其中一个原因而值得选择的事物更值得选择。依此,兼具实用与装饰的房屋,比仅仅具有装饰或仅仅具有实用性的房屋更值得选择。衣裳或器具同样如此。而且,除驯顺和迅捷外在外表上也俊美的马,比仅具有其中一者的马更值得选择。兼具两者的其他产业也比仅具有其中一者的产业更值得选择。依此还可以证明,在大众眼前拥有美好之物,比避人耳目地拥有更值得选择;而在作为公正之外还拥有公正之名,比仅仅作为公正更值得选择。对于其他值得选择的事物也是同样;由此人们也说:“愿我没有任何无人知晓的美好之物。”同样亦可证明,既因其自身又因声誉而应受规避的事物,比仅因其中一者而应受规避的事物更应受规避;因为公开作恶比隐秘作恶更应受规避,放荡亦是如此。
"Καὶ ὁπότερον μᾶλλον δι’ αὑτὸ τίμιον, τοῦτο καὶ βέλτιον καὶ αἱρετώτερον." Ὥσπερ τὸ δι’ αὑτὸ αἱρετὸν τοῦ διὰ δόξαν αἱρετώτερον καὶ τὸ δι’ αὐτὸ καὶ διὰ δόξαν τοῦ διὰ θάτερον, οὕτω καὶ τῶν δι’ αὑτὰ αἱρετῶν τε καὶ τιμίων τὸ μᾶλλον δι’ αὑτὸ αἱρετὸν καὶ τίμιον αἱρετώτερον. οἷον εἰ μᾶλλον δι’ αὑτὸ τίμιον θεωρία πράξεως (πᾶσα γὰρ πρᾶξις ὑπὲρ τοῦ ἐπανορθῶσαί τι γίνεσθαι δοκεῖ, ἡ δὲ θεωρία αὐτὴ δι’ αὑτήν), αἱρετώτερον. καὶ εἰ μᾶλλον δι’ αὑτὴν ἡ φρόνησις τῆς ἀνδρείας τιμία, καὶ αἱρετωτέρα· τῆς μὲν γὰρ πανταχοῦ, τῆς δὲ ἐν τοῖς κινδύνοις ἡ ἐνέργεια. ὡρίσατο δὲ καὶ τὸ δι’ αὑτὸ τιμιώτερον, τοῦτ’ ἔστιν αἱρετώτερον, ὥσπερ καὶ τὸ πρὸς δόξαν αἱρετὸν πρὸ ὀλίγου· ὃ γὰρ μηδενὸς ἄλλου μέλλοντος ὑπάρξειν δι’ αὑτὸ αἱρούμεθα μᾶλλον, τοῦτ’ ἔστι καθ’ αὑτὸ καὶ δι’ αὑτὸ τιμιώτερον. οὕτω τιμιώτερον ὑγεία πλούτου καὶ εὐγενείας καὶ ἰσχύος καὶ κάλλους.
“再者,二者之中凡因其自身而更显尊贵者,此物也更好且更值得选择。” 正如因其自身而值得选择的事物比因声誉而值得选择的事物更值得选择,且因其自身又因声誉而值得选择的事物比仅因其中一者而值得选择的事物更值得选择那样,在因其自身而值得选择且尊贵的事物中,因其自身而更值得选择且更尊贵的事物也是更值得选择的。例如,若沉思因其自身比实践更显尊贵(因为一切实践似乎都是为了矫正某事而产生,而沉思本身就是因其自身),则沉思更值得选择。又若明智因其自身比勇敢更显尊贵,它也更值得选择;因为前者的现实活动无所不在,而后者的现实活动则在危险之中。而且他也定义了因其自身而更显尊贵、亦即更值得选择的事物,正如不久前定义关涉声誉而值得选择的事物那样:在没有任何其他事物将属于我们的情况下,我们更多地因其自身而选择的事物,这本身就是因其自身而更显尊贵的。依此,健康比财富、高贵出身、力量与美更显尊贵。
- 3.47ὃ γὰρ μηδενὸς συνειδότος μὴ ἂν σπουδάσαι τις ὑπάρχειν αὑτῷ
这里的 σπουδάσαι 并非不定式,而是第一不定过去时主动语态祈愿语气第三人称单数,与 ἄν 连用构成潜在祈愿(μὴ ἂν σπουδάσαι),主语为不定代词 τις。由于由 ὃ 引导的关系从句带有假定性的普遍条件含义,故否定词使用了 μή 而非 οὐ。此外,μηδενὸς συνειδότος 构成了表示条件从句含义的属格独立结构。
- 3.48τὸ ἐν ὄψει τῶν πολλῶν τὰ καλὰ προσεῖναι αἱρετώτερον ὂν τοῦ λανθάνοντα
该结构依附于主动词 δεικνύοιτο ἄν。带冠词的不定式短语 τὸ ... προσεῖναι 作为主语成分,αἱρετώτερον ὄν 作表语分词。在比较属格 τοῦ λανθάνοντα 中,承前省略了不定式 προσεῖναι,而 λανθάνοντα 是与不定式承前省略的宾格逻辑主语 τὰ καλά(中性复数)一致的副词性分词。
