- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:25.13-27.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大从多个角度探讨了亚里士多德为何仅“概略地”列出推论的种类,强调辩证法的性质只需轮廓式的把握而无需严格的科学证明,并引入了探讨该研究之用途的过渡。
" Εἴδη μὲν οὖν τῶν συλλογισμῶν ὡς τύπῳ περιλαβεῖν1 ἔστω τὰ εἰρημένα." Ὡς ὑπογραφῇ τινι καὶ οὐκ ἀκριβῶς. οὕτως δὲ ἴσως εἶπεν ἤτοι ὡς μὴ ἀκριβῆ τὸν ὁρισμὸν ἀποδεδωκὼς ἑκάστου, ἢ ὡς μὴ ἐξειργασμένος αὐτὰ διὰ τὸ μὴ περὶ τούτων αὐτῷ τὴν πρόθεσιν εἶναι, ἢ ἐπεὶ προστίθησι τοῖς τρισὶ τοῖς πρώτοις εἰρημένοις ἐν ἄλλοις καὶ τὸν πειραστικὸν ὡς ἄλλον ὄντα παρὰ τοὺς νῦν εἰρημένους. ἢ ὁ αὐτός ἐστιν ὁ πειραστικὸς τῷ προειρημένῳ τῷ “ἐκ τῶν περί τινας ἐπιστήμας οἰκείων” γινομένῳ παραλογισμῷ· καὶ γὰρ τοῦ πειραστικοῦ τὸν λόγον ἀποδιδοὺς ἐν τοῖς Σοφιστικοῖς ἐλέγχοις οὕτως ἀπέδωκε “πειραστικοὶ δὲ οἱ ἐκ τῶν δοκούντων τῷ ἀποκρινομένῳ καὶ ἀναγκαίων εἰδέναι τῷ προσποιουμένῳ ἔχειν τὴν ἐπιστήμην”, ὃ ἴσον ἂν εἴη τῷ τε “οἱ ἐκ τῶν περί τινας ἐπιστήμας οἰκείων γινόμενοι παραλογισμοί” καὶ τῷ “ἀλλ’ ἐκ τῶν οἰκείων μὲν τῇ ἐπιστήμῃ λημμάτων”· τῷ γὰρ προσποιουμένῳ τὴν ἐπιστήμην ἔχειν δεῖ καὶ τὰς ἀρχὰς καὶ τὰ οἰκεῖα ἐκείνῃ τῇ ἐπιστήμῃ εἰδέναι καὶ κατ’ ἐκεῖνα ἀποκρίνασθαι. καὶ εἴη ἂν πειραστικὸς μὲν ἀπὸ τῆς τοῦ ἐρωτῶντος προθέσεως λεγόμενος, ψευδογράφημα δὲ καὶ παραλογισμὸς ἀπὸ τοῦ γενομένου. ἀλλὰ καὶ τὸ ἐνθύμημα, εἰ καὶ μὴ ἁπλῶς συλλογισμός, ἀλλὰ ῥητορικός γε. οὐδὲ αὐτοῦ οὖν μνημονεύσας εἰκότως ἂν λέγοι τὸ ὡς τύπῳ εἰπεῖν. ἢ ὡς τύπῳ εἶπε διὰ τὸ καὶ κατὰ τὰς τῶν σχημάτων διαφορὰς εἴδη γίνεσθαι συλλογισμῶν.
“那么,就概略地把握而言,推论的种类应当就是以上所述的那些。” 这就是说,如同某种轮廓勾勒,而非精确地论述。他这样说,也许是因为他并未给出每种推论的精确定义,也许是因为既然他的意图不在于这些推论,他便未对其进行详尽的阐发,或者是因为在其他著作中,他在首先提到的三种推论之外,又把检验性推论作为不同于现在提到的诸推论而增补进来。或者,检验性推论与前述“出于某些科学固有的前提”而产生的谬误推理是同一的;因为在《辩谬篇》中给出检验性推论的说明时,他是这样表述的:“检验性推论是那些出于回答者认可的前提、以及自称拥有该科学的人所必需知晓的前提而进行的推论”,这与“出于某些科学固有的前提而产生的谬误推理”以及“然而出于该科学固有的前提”是等同的。因为自称拥有该科学的人,必须知晓那门科学的原理和固有的前提,并根据它们来进行回答。而且,从提问者的意图来看,它被称为“检验性推论”;而从实际作出的推论来看,它被称为“伪图题”和“谬误推理”。再者,修辞推论即使不是严格意义上的推论,至少也是一种修辞学的推论。因此,由于他甚至没有提及它,他理所当然会说“概略地说”。或者他说“概略地”,是因为按照各个格的差异也会产生推论的种类。
"Καθόλου δὲ εἰπεῖν περὶ πάντων τῶν εἰρημένων καὶ τῶν μετὰ ταῦτα ῥηθησομένων." Εἰπὼν περὶ τῶν συλλογισμῶν, ὅτι εἴδη αὐτῶν “ὡς τύπῳ περιλαβεῖν ἔστω τὰ εἰρημένα”, ἐπιφέρει ὅτι καὶ καθόλου δὲ χρὴ περὶ πάντων τῶν τε εἰρημένων καὶ τῶν ῥηθησομένων διωρίσθαι καὶ μεμνῆσθαι, ὅτι περὶ μηδενὸς τὸν ἀκριβῆ λόγον καὶ τὸν ἐπιστημονικόν τε καὶ ἀποδεικτικὸν ἀποδοῦναι προαιρούμεθα, ἀλλὰ κοινότερον καὶ ἐν ὑποτυπώσει τινὶ διὰ τὸ κατὰ τὴν προκειμένην μέθοδον οὖσαν διαλεκτικὴν αὔταρκες εἶναι παντελῶς τὸ ὁπωσοῦν γνωρίζειν ἕκαστον τῶν λεγομένων.2 τὰ γὰρ ἔνδοξα καὶ δι’ ἐνδόξων δεικνύμενα κεχώρισται τῆς ἐπιστημονικῆς ἀκριβολογίας· τοιαῦτα δὲ τὰ προκείμενα. περὶ μὲν γὰρ συλλογισμῶν, πῶς τε γίνονται καὶ κατὰ πόσα σχήματα καὶ πόσοι καθ’ ἕκαστον, καὶ τίνες μὲν ἀποδεικτικοὶ τίνες δ’ οὔ, καὶ τίνες μὲν τέλειοι συλλογισμοὶ τίνες δὲ ἀτελεῖς, καὶ τίνες μὲν συλλογιστικαὶ τίνες δὲ ἀσυλλόγιστοι συμπλοκαί, ὧν ἐμνημόνευσέ πως ὁριζόμενος τὸν ἐριστικὸν συλλογισμόν, καὶ ὅλως τῶν εἰς τὴν συλλογιστικὴν πραγματείαν χρησίμων ἐν τοῖς Προτέροις ἀναλυτικοῖς εἴρηκεν ἀκριβῶς, περὶ δέ γε ἀποδείξεως καὶ ὅρων ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς. λέγει δὲ περὶ ὁρισμῶν καὶ ἐν τοῖς Μετὰ τὰ φυσικά, ἀλλὰ καὶ περὶ γενῶν 〈, ὧν〉 ἁπάντων καὶ ἐν τούτοις μὲν μνημονεύει, ἀλλὰ ἐπιπολαιότερον. εἰ γὰρ τὰ ἐν ἐκείνοις εἰρημένα ἐνταῦθά τις μεταφέροι, ἐκβαίνοι ἂν τῶν ὅρων τῆς διαλεκτικῆς οὔσης, ὡς εἶπεν, ἐξ ἐνδόξων συλλογιστικῆς.
“一般而言,对于已经谈及的一切以及此后将要谈及的一切也是如此。” 在谈及推论,说明它们的种类“就概略地把握而言,应当就是以上所述的那些”之后,他补充道:一般而言,对于已经谈及的一切以及将要谈及的一切,都应当加以规定并牢记,我们并不打算就任何事物给出精确的、科学的且具论证性的说明,而是以更通俗的方式和某种轮廓勾勒来给出;因为按照当前的辩证法这一方法,只要以无论何种方式去认识所谈及的每一件事物,就完全足够了。因为有声望的事物以及通过有声望的前提所证明的事物,与科学的严谨性是分离开来的;而当前的主题正是这类的。因为关于推论——它们如何构成、依循多少个格、每个格中有多少个推论,哪些是论证性的而哪些不是,哪些是完全推论而哪些是不完全推论,哪些组合能够构成推论而哪些不能(当他在定义争辩性推论时以某种方式提到了这些),以及总括而言关于推论学研究有用的事物——他在《前分析篇》中已经作了精确的论述,而关于证明与定义则在《后分析篇》中作了论述。他在《形而上学》中也谈到了定义,并且也谈到了属;对于所有这些,他在本书中也都有所提及,但更为浅近。因为如果有人把那些著作中所述的内容搬到这里,他就会超出辩证法的界限,正如他所说的,辩证法是出于有声望的前提的推论术。
"Ἑπόμενον δ’ ἂν εἴη τοῖς εἰρημένοις εἰπεῖν πρὸς πόσα τε καὶ τίνα χρήσιμος ἡ πραγματεία." Εἰπὼν τίς ὁ διαλεκτικὸς συλλογισμὸς καὶ τίνι τῶν ἄλλων συλλογισμῶν διαφέρει, ὅτι τῷ δι’ ἐνδόξων συλλογίζεσθαι, ἀκολούθως ἐφεξῆς πρὸς πόσα τε καὶ τίνα χρήσιμος ἡ διαλεκτική, δείκνυσι. πρὸ γὰρ τοῦ τὴν μέθοδον αὐτὴν παραδιδόναι ἀναγκαία ἡ τούτων διδασκαλία· οἱ γὰρ τὸ χρήσιμον τῶν λεγομένων εἰδότες προθυμότεροι περὶ ταῦτα γίνονται. ἅμα δὲ καὶ ἐπεὶ κεῖται δι’ ἐνδόξων εἶναι συλλογιστική, δοκεῖ δὲ ἡ φιλοσοφία περὶ τὰ ἀληθῆ καὶ τὴν δι’ ἀληθῶν δεῖξιν πραγματεύεσθαι, ἃ κεχώρισται τῆς περὶ τὰ ἔνδοξα πραγματείας, δείκνυσιν ὅτι3 καὶ πρὸς φιλοσοφίαν καὶ τὴν εὕρεσιν τῶν ἀληθῶν χρήσιμος ἡ διαλεκτικὴ καὶ οὐκ ἔξω φιλοσοφίας ἡ προκειμένη πραγματεία.
“紧接所论之事的,应当是说明这一研究对多少事情以及对哪些事情是有用的。” 在说明了什么是辩证推论、以及它凭借通过有声望的前提来进行推论而与其他推论有何不同之后,他接下来便依次表明辩证法对多少事情以及对哪些事情是有用的。因为在传授该方法本身之前,关于这些事情的教学是必要的;因为知晓所论之事的用途的人,对于这些事情会变得更为热心。同时,由于已经确立辩证法是出于有声望的前提的推论术,而哲学被认为关乎真理以及通过真实前提所作的证明,后者与关乎有声望的前提的研究是截然分开的,所以他表明辩证法对于哲学以及真理的发现也是有用的,并且当前的研究并非处于哲学之外。
- 1.6ὡς τύπῳ περιλαβεῖν
这是 ὡς 与不定词 περιλαβεῖν 连用的绝对用法(限制性用法),意为“概略地把握”或“大体涵盖而言”。它构成一个独立的副词性句法成分,修饰主句的祈使谓语 ἔστω τὰ εἰρημένα(“应当是所述的那些”)。
- 1.7διὰ τὸ κατὰ τὴν προκειμένην μέθοδον οὖσαν διαλεκτικὴν αὔταρκες εἶναι παντελῶς τὸ ὁπωσοῦν γνωρίζειν ἕκαστον τῶν λεγομένων
这是由介词 διά 支配的定冠词不定词短语 διὰ τὸ ... εἶναι 的内部句法结构。在此结构中,αὔταρκες(“充足的”)作不定词 εἶναι 的表语/述语形容词,其逻辑主语则是带有定冠词的不定词短语 τὸ ὁπωσοῦν γνωρίζειν ἕκαστον τῶν λεγομένων(“以无论何种方式去认识所谈及的每一件事物”)。介词短语 κατὰ τὴν προκειμένην μέθοδον οὖσαν διαλεκτικὴν(“按照当前的辩证法这一方法”)在其中起副词性修饰作用。
- 1.8ἅμα δὲ καὶ ἐπεὶ κεῖται δι’ ἐνδόξων εἶναι συλλογιστική, δοκεῖ δὲ ἡ φιλοσοφία περὶ τὰ ἀληθῆ καὶ τὴν δι’ ἀληθῶν δεῖξιν πραγματεύεσθαι, ἃ κεχώρισται τῆς περὶ τὰ ἔνδοξα πραγματείας, δείκνυσιν ὅτι
该句的核心骨架引向主句的主动词 δείκνυσιν(“他表明……”)。由 ἐπεί(“因为已确立……”)引导的原因从句中包含了由 δοκεῖ δέ(“而哲学被认为……”)引导的对比性分句;在陈述完这两个理由后,句子通过主动词 δείκνυσιν 及其宾语从句 ὅτι 恢复主句结构。
