← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§267.26-269.8

通过向较小者附加与减杀进行的比较

亚历山大注解了亚里士多德《论题篇》卷三第2章中关于向较小者附加使整体变大(118b16)以及从可选择之物中减杀(118b17)的两个论点,并列举了具体事例。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.45

" Πάλιν εἰ ἐλάττονι προστεθέν τι τὸ ὅλον μεῖζον ποιεῖ." Ὁ τόπος τοιοῦτος· τὸ τῷ ἐλάττονι ἀγαθῷ προστιθέμενον καὶ τὸ ὅλον μεῖζον ἀγαθὸν ποιοῦν αἱρετώτερον τοῦ τῷ μείζονι προστιθεμένου καὶ τὸ ὅλον τοῦ ὅλου ἔλαττον ποιοῦντος. ἂν γὰρ ᾖ δύο τινὰ ἀγαθά, τὸ μὲν μεῖζον τὸ δὲ ἔλαττον, καὶ προστεθῇ τινα ἑκατέρῳ αὐτῶν, ὡς γίνεσθαι διὰ τὴν πρόσθεσιν αὐτῶν τό τε ὡς ἔλαττον ἀγαθὸν μεῖζον τὸ δὲ ὡς μεῖζον ἀγαθὸν ἔλαττον,1 τὸ τῷ ἐλάττονι προσκείμενον αἱρετώτερον τοῦ τῷ ἑτέρῳ τῷ μείζονι προσκειμένου. δύο γὰρ ἀγαθὰ ἡ εὐεξία καὶ ἡ ὑγεία· προσκείσθω οὖν τῇ μὲν ὑγείᾳ ἐλάττονι οὔσῃ ἀγαθῷ ἀρετή, τῇ δὲ εὐεξίᾳ μείζονι ἀγαθῷ οὔσῃ πλοῦτος· ἐπεὶ οὖν ἡ ὑγεία μετὰ ἀρετῆς μεῖζον ἀγαθὸν εὐεξίας μετὰ πλούτου, καὶ ἀρετὴ πλούτου αἱρετωτέρα. πάλιν ἐπεὶ τοῦ λέγειν καὶ τοῦ σιωπᾶν δύο ὄντων καὶ αἱρετωτέρου ὄντος τοῦ λέγειν, ἐπεὶ καὶ πολὺ χρηστότερον, προστεθέντων τῷ μὲν σιωπᾶν τοῦ σωφρόνως τῷ δὲ λέγειν τοῦ ῥητορικῶς τὸ σωφρόνως σιωπᾶν αἱρετώτερον τοῦ ῥητορικῶς λέγειν, καὶ σωφροσύνη ῥητορικῆς αἱρετωτέρα. καὶ ἐπεὶ εὐεξία μὲν ὑγείας μεῖζον ἀγαθόν, προστεθέντων δὲ τῇ μὲν ὑγείᾳ τοῦ θεωρεῖν τῇ δὲ εὐεξίᾳ τοῦ πράσσειν αἱρετώτερον θεωρία μετὰ ὑγείας πράξεως μετὰ εὐεξίας, καὶ θεωρία πράξεως αἱρετωτέρα.

“再者,若某物被加于较小者上,使整体变得更大[,则它更值得选择]。” 这一论点如下:被加于较小的善上并使整体成为更大的善的事物,比被加于较大的善上并使整体变得小于[另一]整体的事物更值得选择。因为,若存在两个善,一者较大,另一者较小,并且分别向它们各自附加某物,以至于由于它们的附加,原先作为较小的善的变得更大,而原先作为较大的善的变得较小,那么被加于较小者之上的事物就比被加于另一较大者之上的事物更值得选择。因为良好的身体状态与健康乃是两个善:假定德性被加于作为较小的善的健康之上,而财富被加于作为较大的善的良好身体状态之上;既然伴随德性的健康是比伴随财富的良好身体状态更大的善,所以德性也比财富更值得选择。再者,既然存在言说与沉默这两者,且言说是更值得选择的(因为它也更有用得多),那么当节制地[做]被加于沉默之上,而修辞地[做]被加于言说之上时,节制地沉默比修辞地言说更值得选择,所以节制也比修辞术更值得选择。又既然良好的身体状态是比健康更大的善,但当观相被加于健康之上,而行动被加于良好身体状态之上时,伴随健康的观相比伴随良好身体状态的行动更值得选择,所以观相也比行动更值得选择。

§3.46

"Ὁμοίως δὲ καὶ ἐκ τῆς ἀφαιρέσεως." Ὁμοίως φησὶ δεῖν ἐπιχειρεῖν ὥσπερ ἀπὸ τῆς προσθέσεως οὕτω καὶ ἀπὸ τῆς ἀφαιρέσεως· εἰ γὰρ τῶν ἐπ’ ἴσης αἱρετῶν ἀφαιρουμένων τινῶν τὸ καταλειπόμενον τῇ τοῦ ἑτέρου ἀφαιρέσει ἔλαττον γίνοιτο ἢ τῇ τοῦ ἑτέρου, οὗ τῇ ἀφαιρέσει ἔλαττον γίνεται, ἐκεῖνο αἱρετώτερον. οὐ μόνον δὲ ἂν δύο τινὰ ὁμοίως αἱρετὰ ληφθῇ, ἀλλὰ κἂν ἕν τι αἱρετόν,2 ἔπειτα ἀφαιρεθῇ αὐτοῦ δι’ ἃ αἱρετώτερον, εἰ εἴη δύο τινὰ καὶ εἴη τῇ τοῦ ἑτέρου αὐτῶν ἀφαιρέσει μειζόνως κατὰ τὴν αἵρεσιν ἐλαττούμενον, οὗ τῇ ἀφαιρέσει ἧττον αἱρετὸν τὸ αὐτὸ γίνεται, ἐκεῖνο αἱρετώτερον τοῦ ἑτέρου, οὗ μετὰ τὴν ἀφαίρεσιν αἱρετώτερον. τοῦτο δὲ προδηλότατον μὲν ἐπὶ μεγεθῶν τε καὶ ἀριθμῶν ἐστιν· ἐλαττοῦται γὰρ τὰ δέκα καὶ τῇ τῶν τριῶν καὶ τῇ τῶν πέντε ἀφαιρέσει· ἀλλ’ ἐπειδὴ μᾶλλον ἐλαττοῦται τῇ τῶν πέντε ἀφαιρέσει ἢ τῇ τῶν τριῶν, τὰ πέντε τῶν τριῶν πλείω. ὁ αὐτὸς καὶ ἐπὶ τῶν μεγεθῶν λόγος. ἐπὶ δὲ τῶν αἱρετῶν, ἐφ’ ὧν ποιεῖται τὸν λόγον, οὕτως ἂν δεικνύοιτο· εἰ ἀπὸ ὑγείας καὶ πλούτου καὶ κάλλους, ἅμα τῶν τριῶν ὄντων, ἔλαττον τὰ καταλειπόμενα δύο αἱρετὰ γίνεται ὑγείας ἀφαιρεθείσης ἢ πλούτου, ἡ ὑγεία τοῦ πλούτου αἱρετωτέρα· ἔλαττον γὰρ αἱρετὸν πλοῦτος μετὰ κάλλους ἢ κάλλος μετὰ ὑγείας. καὶ οὕτως μὲν ἐπὶ τοῦ αὐτοῦ. ἔνεστι δὲ καὶ οὕτως δεῖξαι· εἰ ἐπ’ ἴσης αἱρετῶν ὄντων πλούτου μετὰ ἰσχύος καὶ ὑγείας μετὰ εὐγενείας, ἀφαιρεθέντων τοῦ μὲν πλούτου τῆς ἰσχύος τῆς δὲ ὑγείας τῆς εὐγενείας ἔλαττον αἱρετὸν ὁ πλοῦτος τῆς ὑγείας, δῆλον ὡς αἱρετώτερον ἰσχὺς εὐγενείας· τὸ γὰρ ἐπ’ ἴσης αἱρετὸν ἧττον αἱρετώτερον γίνεται ἀφαιρουμένων τινῶν ἀπ’ αὐτῶν, ὅταν μᾶλλον αἱρετὸν ᾖ τὸ ἀφαιρούμενον.

“同样,从减杀来看也是如此。” 他说,正如从附加出发那样,同样也必须从减杀出发进行推论。因为,如果从同等值得选择的事物中减去某些事物时,由于减去其中一者而留存下来的东西变得小于由于减去另一者而留存下来的东西,那么由于其减去而使留存物变得较小的那一事物就更值得选择。不仅如果选取了两个同等值得选择的事物是如此,而且即使选取了一个值得选择的事物,随后从它减去那些使它变得更值得选择的因素,假如有两个这样的因素,并且由于减去其中一者而使该事物在选择意义上减少得更多,那么,由于其减去而使同一事物变得较不值得选择的那一因素,就比减去后同一事物仍然较值得选择的另一因素更值得选择。这在量度与数上最为显著;因为十由于减去三和减去五都会减少;但由于减去五比减去三减少得更多,所以五多于三。对于量度也是同样的道理。而在值得选择的事物上——关于这些事物他正在展开论述——则可以这样予以证明:如果在健康、财富与美三者同时存在的情况下,若减去健康,留存下来的两项比减去财富时更不值得选择,则健康比财富更值得选择;因为伴随美的财富比伴随健康的美更不值得选择。对于同一事物便是如此。而且还可以这样证明:如果伴随力量的财富与伴随高贵出身的健康同等值得选择,在从财富中减去力量、从健康中减去高贵出身之后,财富比健康较不值得选择,显然力量比高贵出身更值得选择;因为同等值得选择的事物,当从它们之中减去某些事物时,只要被减去的事物是更值得选择的,它就会变得较不值得选择。

语法注2 条
  1. 3.45ὡς γίνεσθαι διὰ τὴν πρόσθεσιν αὐτῶν τό τε ὡς ἔλαττον ἀγαθὸν μεῖζον τὸ δὲ ὡς μεῖζον ἀγαθὸν ἔλαττον

    在表示结果的 ὡς 引导不定式(γίνεσθαι)结构内部,并列了两个双宾格结构:不定式的主语分别是 τό τε ὡς ἔλαττον ἀγαθόν(“原先作为较小的善者”)与 τὸ δὲ ὡς μεῖζον ἀγαθόν(“原先作为较大的善者”),而 μεῖζον 与 ἔλαττον 分别作其补足语。ὡς 限定原初的状态(“作为……”)。

  2. 3.46οὐ μόνον δὲ ἂν δύο τινὰ ὁμοίως αἱρετὰ ληφθῇ, ἀλλὰ κἂν ἕν τι αἱρετόν

    在 κἂν ἕν τι αἱρετόν 处,承前省略了动词 ληφθῇ,应理解为“即使选取了一个值得选择的事物”。其后接的 ἔπειτα ἀφαιρεθῇ... εἰ εἴη δύο τινὰ... 构成了从该单一事物中进行减杀的叠置条件结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:267.26-269.8