← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§266.13-267.25

通过附加进行善的比较及其适用条件

亚历山大解释了《论题篇》卷三第2章(118b10)中关于“附加”(因附加而使整体更值得选择)的论点,并说明了亚里士多德的审慎保留:只有当被附加之物与共有基础具有同等关系时该论点才有效,若共有基础使用或协同其中一者,则会导致错误推论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.44

" Ἔτι ἐκ τῆς προσθέσεως, εἰ τῷ αὐτῷ προστιθέμενόν τι τὸ ὅλον αἱρετώτερον ποιεῖ." Ὁ τόπος οὗτος· εἰ προστίθοιτο τῷ αὐτῷ ἐν μέρει ἄλλο καὶ ἄλλο καὶ γίνοιτο τὸ ὅλον μετὰ τῶν προστιθεμένων ποτὲ μὲν αἱρετώτερον ποτὲ δὲ ἧττον, οὗ τῇ προσθήκῃ αἱρετώτερον γίνεται, ἐκεῖνο αἱρετώτερον τῶν ἄλλων τῶν προστιθεμένων αὐτῷ. οἷον εἰ τῷ πλούτῳ ἀρετῆς προστιθεμένης καὶ πάλιν ὑγείας αἱρετώτερος ὁ πλοῦτος ὁ μετὰ τῆς ἀρετῆς τοῦ μετὰ τῆς ὑγείας γίνεται, καὶ ἀρετὴ ὑγείας αἱρετωτέρα ἐστί. καὶ ἐπεὶ τῷ ζῆν ποτὲ μὲν τοῦ δικαίως ποτὲ δὲ τοῦ ἡδέως προστιθεμένων1 τὸ δικαίως ζῆν αἱρετώτερον τοῦ ἡδέως ζῆν, καὶ τὸ δικαίως τοῦ ἡδέως αἱρετώτερον· οὕτως δὲ καὶ ἡ δικαιοσύνη ἡδονῆς. πάλιν εἰ τῷ ἀποθανεῖν τοῦ τε ἀλύπως προστιθεμένου καὶ τοῦ ἐνδόξως αἱρετώτερον τὸ ἀλύπως ἀποθανεῖν τοῦ ἐνδόξως, καὶ ἀλυπία δόξης αἱρετωτέρα. δεικνύοιτο δ’ ἂν ὁμοίως καὶ λύπη ἀδοξίας φευκτότερον διὰ τοῦ τὸ λυπούμενον ἀποθανεῖν φευκτότερον εἶναι τοῦ ἀγνοούμενον· ὡς γὰρ οὗ τῇ προσθήκῃ τι αἱρετώτερον γίνεται, ἐκεῖνο αἱρετώτερον, οὕτω καὶ οὗ τῇ προσθήκῃ γίνεται τι φευκτότερον, ἐκεῖνο φευκτότερον. οὐκ ἐπὶ πάντων δὲ δόξει ὁ τόπος ἀληθὴς εἶναι. οὐ γάρ, ἐπεὶ ἡ ἐλευθεριότης ἡ μετὰ πλούτου αἱρετωτέρα τῆς μετ’ ἰσχύος ἐλευθεριότητος, ἤδη καὶ πλοῦτος ἰσχύος αἱρετώτερος· οὐδὲ πάλιν, ἐπεὶ ἰσχὺς μετὰ ἀνδρείας αἱρετωτέρα ἢ πλοῦτος μετὰ ἀνδρείας, διὰ τοῦτο πάλιν ἰσχὺς αἱρετωτέρα πλούτου. εἴη γὰρ ἂν τὸ αὐτὸ τοῦ αὐτοῦ ἧττον αἱρετώτερον καὶ μᾶλλον, εἴ γε ἐπὶ μὲν τῆς ἐλευθεριότητος ὁ πλοῦτος τῆς ἰσχύος, ἐπὶ δὲ τῆς ἀνδρείας ἡ ἰσχὺς αἱρετωτέρα τοῦ πλούτου, ὅπερ ἄτοπον. ἀλλ’ οὐδέ, εἰ ἰσχὺς μετὰ ἀνδρείας αἱρετώτερον ἢ μετὰ σωφροσύνης, ἤδη καὶ ἀνδρεία σωφροσύνης αἱρετωτέρα. αἴτιον δὲ τοῦ μὴ ἐπὶ πάντων ἀληθῆ γίνεσθαι τὸν τόπον, ὅτι ἐπὶ πολλῶν τὸ κοινόν, ᾧ ἡ προσθήκη γίνεται, τῷ ἑτέρῳ τῶν προστιθεμένων ἢ χρῆται ἢ ὅλως ἐστὶν αὐτῷ συνεργόν· διὸ οὐκ ὄντος αὐτοῦ αἱρετωτέρου, ὁμοίως τὸ ὅλον αἱρετώτερον γίνεται.2 τῷ μὲν γὰρ πλούτῳ ἡ ἐλευθεριότης χρῆται, μὴ χρωμένη τῇ ἰσχύι κατὰ τὴν οἰκείαν ἐνέργειαν· πάλιν δὲ τῇ ἰσχύι ἡ ἀνδρεία, μὴ χρωμένη τῷ πλούτῳ· καὶ ἡ ἰσχὺς τῇ μὲν ἀνδρείᾳ συνεργός ἐστι, τῇ δὲ σωφροσύνῃ οὐδαμῶς. διὸ καὶ αὐτὸς εἶπε δεῖν εὐλαβεῖσθαι τὰ τοιαῦτα προτείνειν ἐφ’ ὧν τῷ μὲν ἑτέρῳ τῶν προστιθεμένων χρῆται τὸ κοινὸν ἢ ἄλλως πως συνεργόν ἐστι, τῷ δὲ λοιπῷ μὴ χρῆται μηδὲ συνεργόν ἐστιν. οὐ γάρ, εἰ πρίων μετὰ τεκτονικῆς αἱρετώτερον δρεπάνου μετὰ τεκτονικῆς,3 διὰ τοῦτο ἀνάγκη πρίονα δρεπάνου εἶναι αἱρετώτερον· διότι γὰρ ὄργανον τῆς τεκτονικῆς ἐστιν ὁ πρίων, οὐκέτι δὲ καὶ τὸ δρέπανον, διὰ τοῦτο αἱρετώτερον· ἐπεὶ καὶ τὸ δρέπανον πάλιν μετὰ ἀμπελουργικῆς αἱρετώτερον ἢ ὁ πρίων. ἐφ’ ὧν οὖν τὰ προστιθέμενα ὁμοίως ἔχει πρὸς τὸ κοινόν, ἐπὶ τούτων ὁ τόπος ἀληθής.

“再者,从附加来看,若某物被加于同一事物上,使整体更值得选择[,则它更值得选择]。” 这一论点如下:如果向同一事物依次附加不同的事物,而与被附加之物结合在一起的整体,有时变得更值得选择,有时则较不值得选择,那么,由于其附加而使[整体]变得更值得选择的那一事物,就比附加于该事物的其他事物更值得选择。例如,若当德性被加于财富上,而健康又被加于财富上时,伴随德性的财富变得比伴随健康的财富更值得选择,则德性也比健康更值得选择。又由于当在活着之上,有时附加正义地[活着],有时附加快乐地[活着]时,正义地活着比快乐地活着更值得选择,所以正义地[活着]也比快乐地[活着]更值得选择;依此方式,正义也比快乐更值得选择。再者,若当在死去之上,既附加无痛苦地[死去],又附加光荣地[死去]时,无痛苦地死去比光荣地死去更值得选择,则无痛苦也比名声更值得选择。同样,通过在痛苦中死去比在不为人知中死去更应回避这一事实,痛苦也可能被证明比默默无闻更应回避;因为正如由于其附加而使某物变得更值得选择的那一事物其自身更值得选择一样,由于其附加而使某物变得更应回避的那一事物其自身也更应回避。然而,这一论点似乎不会在所有情形下都属实。因为,并不由于伴随财富的慷慨比伴随力量的慷慨更值得选择,财富就立刻比力量更值得选择;反过来,也不由于伴随勇敢的力量比伴随勇敢的财富更值得选择,力量就因此反过来比财富更值得选择。因为同一事物相对于同一事物将既较不值得选择又更值得选择——如果就慷慨而言财富比力量更值得选择,而就勇敢而言力量比财富更值得选择,这乃是荒谬的。但是,即便伴随勇敢的力量比伴随节制的力量更值得选择,勇敢也决非立刻就比节制更值得选择。而该论点之所以并非在所有情形下都属实的原因在于:在许多事例中,受到附加的那个共有成分,或者使用被附加之物中的一者,或者总体上与它相协同;因此,尽管该事物本身并非更值得选择,整体同样会变得更值得选择。因为慷慨使用财富,而在其固有的现实活动中并不使用力量;反之勇敢使用力量,而并不使用财富;并且力量对于勇敢是相协同的,而对于节制则绝非如此。因此他本人也说过,应当防范提出这样的事例,在这些事例中,共有成分使用被附加之物中的一者或者以其他某种方式与之相协同,但对于其余另一者则既不使用也不与之相协同。因为,并不由于锯子伴随木工技术比镰刀伴随木工技术更值得选择,因此锯子就必然比镰刀更值得选择;因为正是由于锯子是木工技术的工具,而镰刀不再是,由于这个缘故它才更值得选择;因为反过来,镰刀伴随葡萄栽培技术也比锯子更值得选择。因此,凡是被附加之物相对于共有成分处于相似关系的事例,在这些事例上该论点才属实。

语法注3 条
  1. 3.44τοῦ δικαίως ποτὲ δὲ τοῦ ἡδέως προστιθεμένων

    带中性单数属格冠词的名词化副词 τοῦ δικαίως 和 τοῦ ἡδέως 作独立属格分词 προστιθεμένων 的逻辑主语,τῷ ζῆν 则作为被附加对象的与格依附于分词。

  2. 3.44διὸ οὐκ ὄντος αὐτοῦ αἱρετωτέρου, ὁμοίως τὸ ὅλον αἱρετώτερον γίνεται

    副词 ὁμοίως 在此处具有让步/转折语气的“即便如此/同样仍然(all the same)”之意,与表示让步的独立属格 οὐκ ὄντος αὐτοῦ αἱρετωτέρου(“尽管其自身并不更值得选择”)相配合,表明整体依然变得更值得选择。

  3. 3.44πρίων μετὰ τεκτονικῆς αἱρετώτερον δρεπάνου μετὰ τεκτονικῆς

    谓词形容词 αἱρετώτερον 采用中性单数形式,尽管主语 πρίων 是阳性名词;这是因为此处将“伴随木工技术的锯子”这一复合事态或整体情况作为抽象的中性对象来看待。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:266.13-267.25