← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§264.22-266.12

基于传递关系、极度与自为原因的善之比较

亚历山大阐释了亚里士多德《论题篇》卷三(Bekker 118b1–118b7)中的三个比较论点(通过中介善比较的传递关系、顶峰/极度的比较、以及自为原因相较于假手他人的比较),通过具体事例(德性、健康、快乐;沉思生活与实践生活;友谊与财富)展开其论证结构,并辨析了第三个论点与此前论点的区别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.41

" Ἔτι εἴ τινος τοῦ αὐτοῦ τὸ μὲν μεῖζον ἀγαθόν ἐστι τὸ δὲ ἔλαττον, αἱρετώτερον τὸ μεῖζον." Ὡς τὸ [τοῦ] μείζονός τινος μεγέθους μεῖζον καὶ τοῦ ἐλάττονός ἐστι μεῖζον (εἰ γὰρ τὸ τρίπηχυ τοῦ διπήχεος μεῖζόν ἐστι, δῆλον ὅτι καὶ τοῦ πηχυαίου, ὃ ἔλαττόν ἐστι τοῦ διπήχεος, μεῖζον ἂν εἴη), οὕτως καὶ εἴ 〈τι〉 τινος μεῖζον ἀγαθὸν καὶ αἱρετώτερόν ἐστι, τὸ αὐτὸ τοῦτο καὶ ὧν τὸ ἔλαττον αὐτοῦ μεῖζον ἀγαθὸν καὶ αἱρετώτερον.1 οὕτως δειχθήσεται ἀρετὴ ἡδονῆς αἱρετωτέρα, ἐπεὶ καὶ τῆς ὑγείας, ἥ ἐστι τῆς ἡδονῆς αἱρετωτέρα, ὑπερέχει τῷ αἱρετῷ. ὁμοίως καὶ ὁ θεωρητικὸς βίος τοῦ ἀπολαυστικοῦ αἱρετώτερος, ἐπεὶ καὶ τοῦ πρακτικοῦ, ὅς ἐστι τοῦ ἀπολαυστικοῦ αἱρετώτερος. ἀλλὰ καὶ εἰ δύο τινὰ ἑνός τινος εἴη αἱρετώτερα, τὸ μᾶλλον αἱρετώτερον αὐτοῦ τοῦ ἧττον αἱρετωτέρου αἱρετώτερον·2 τῶν γὰρ ὑπερεχόντων τινὸς τὸ μείζονι ὑπερέχον μεῖζον. οἷον ἐπεὶ πλούτου ἀρετὴ καὶ ὑγεία αἱρετώτερα, πλείων δὲ ἡ τῆς ἀρετῆς ὑπεροχὴ ἢ ἡ τῆς ὑγείας, ἡ ἀρετὴ τῆς ὑγείας αἱρετωτέρα. οὕτω καὶ ἐπιστήμη ὀρθῆς δόξης αἱρετωτέρα· ἄμφω μὲν γὰρ αἰσθήσεως αἱρετώτερα, μᾶλλον δὲ τὸ ἐπίστασθαι τοῦ ὀρθοδοξεῖν.

“再者,如果相对于同一事物,一者是更大的善,另一者是较小的善,则更大的[善]更值得选择。” 正如大于某一较大量之物也大于较小者(因为如果三肘长的东西大于两肘长的东西,显然它也会大于小于两肘长的一肘长之物),同样,如果某物比某物是更大的善且更值得选择,这同一事物也比那些“比它更小者相比于它们而言是更大的善且更值得选择的”事物更值得选择。依此方式,德性将被证明比快乐更值得选择,因为它在值得选择上甚至超越了健康,而健康比快乐更值得选择。同样,沉思的生活也比享乐的生活更值得选择,因为[它甚至超越了]实践的生活,而实践的生活比享乐的生活更值得选择。此外,如果有两件事物比某一事物更值得选择,那么相对于该事物更为值得选择的一者,就比不那么值得选择的一者更值得选择;因为在超越某物的诸物中,以更大程度超越者为更大。例如,由于德性和健康都比财富更值得选择,而德性的超越大于健康的超越,所以德性比健康更值得选择。科学知识也同样比正确的意见更值得选择;因为两者都比感觉更值得选择,但认识比持有正确意见更是如此。

§3.42

"Ἔτι οὗ ἡ ὑπερβολὴ τῆς ὑπερβολῆς αἱρετωτέρα, καὶ αὐτὸ αἱρετώτερον." Οὗ ἡ ἀκρότης, φησί, καὶ ἡ ὑπερβολὴ αἱρετωτέρα, καὶ αὐτὸ αἱρετώτερον· οἷον ἐπεὶ ἡ ἐν φιλίᾳ ἀκρότης τῆς ἐν πλούτῳ ἀκρότητος αἱρετωτέρα, καὶ φιλία πλούτου αἱρετωτέρα. καὶ ἐπειδὴ ἡ ἐν ὑγείᾳ ἀκρότης τῆς ἐν ἡδονῇ αἱρετωτέρα, καὶ ὑγεία ἡδονῆς· ἔστι γὰρ ὑγείας μὲν ἀκρότης εὐεξία, ἡδονῆς δὲ τὸ πρὸς λύπην ἄμικτον.

“再者,其极度比[另一者的]极度更值得选择的事物,其自身也更值得选择。” 他说,其顶峰亦即极度更值得选择的事物,其自身也更值得选择;例如,由于友谊中的顶峰比财富中的顶峰更值得选择,友谊也比财富更值得选择。又由于健康中的顶峰比快乐中的顶峰更值得选择,健康也比快乐[更值得选择];因为健康的顶峰是健全的体魄,而快乐的顶峰是不与痛苦相混合。

§3.43

"Καὶ οὗ μᾶλλον ἂν ἕλοιτο αὐτὸς αὑτῷ αἴτιος εἶναι ἢ οὗ ἕτερος.3" Ὃ δι’ αὑτοῦ τις μᾶλλον κτήσασθαι αἱρεῖται, τοῦτο αἱρετώτερον τοῦ δι’ ἄλλου οἷον φίλους δι’ αὑτῶν μᾶλλον αἱρούμεθα κτήσασθαι ἢ δι’ ἄλλων, χρήματα δὲ παρ’ ἄλλων διαδέξασθαι μᾶλλον βουλόμεθα ἢ αὐτοὶ πορίσαι· αἱρετώτεροι ἄρα οἱ φίλοι τῶν χρημάτων. οὕτως δεικνύοιντ’ ἂν καὶ αἱ καλαὶ πράξεις νίκης αἱρετώτεραι· τῶν μὲν γὰρ καλῶν ἐνεργειῶν αὐτοὶ ἑαυτοῖς αἴτιοι βουλόμεθα εἶναι, νικῆσαι δὲ καὶ δι’ ἄλλων αἱρούμεθα. ἀλλὰ καὶ ὁ θεωρητικὸς βίος τοῦ πολιτικοῦ αἱρετώτερος· τὴν μὲν γὰρ θεωρίαν ἡμῖν ὑπάρχειν αἱρούμεθα καὶ δι’ ἡμῶν γίνεσθαι τὴν κατ’ αὐτὴν ἐνέργειαν, πολιτεύεσθαι δὲ καὶ τὰ πολιτικὰ εὖ διοικεῖν ἄλλους· οὕτω γὰρ ἕξομεν πλείω πρὸς τὸ θεωρεῖν σχολήν. καὶ εἰ τὸ μὲν ἐλευθερῶσαι τὴν πατρίδα δι’ αὑτῶν, τὸ δὲ πλουσίαν ποιῆσαι δι’ ἄλλων, αἱρετώτερον ἐλευθέρα πατρὶς ἢ πλουσία. οὐκ ἔστι δὲ ὁ τόπος οὗτος ὁ αὐτὸς τῷ πρὸ ὀλίγου εἰρημένῳ τῷ “καὶ ὃ μὴ ἔστι παρ’ ἄλλου πορίσασθαι ἢ ὃ ἔστι καὶ παρ’ ἄλλου”. ἐκεῖ μὲν γὰρ ‘ὃ μὴ ἔστι παρ’ ἄλλου πορίσασθαι ἀλλὰ δι’ αὑτοῦ μόνου’, ἐνταῦθα δὲ ‘οὗ αἴτιος αὐτὸς ἑαυτῷ μᾶλλον ἢ οὗ ἕτερος’· καὶ γὰρ τῶν δυναμένων δι’ ἄλλου ἔστιν ἃ αἱρούμεθα μᾶλλον τῶν δι’ αὐτῶν ἡμῶν.

“以及,人更宁愿由自己为自己担当原因之物,甚于由他人担当原因之物[更值得选择]。” 凡人宁愿通过自己去获得之物,比通过他人[获得之物]更值得选择;例如,我们宁愿通过自己而非通过他人获得朋友,但钱财我们宁愿从他人那里继承,而非自己去谋取;因此,朋友比钱财更值得选择。依此方式,高贵的行为也会被证明比胜利更值得选择;因为对于高贵的现实活动,我们希望由我们自己为自己担当原因,但对于获胜,我们宁愿即便通过他人也去获胜。而且,沉思的生活也比政治的生活更值得选择;因为我们选择沉思属于我们,且依沉思的现实活动通过我们自身产生,但选择由他人去参与政治并妥善管理政治事务;因为这样我们将拥有更多用于沉思的闲暇。而且,如果使祖国获得自由是通过自己,而使祖国富裕是通过他人,那么自由的祖国就比富裕的祖国更值得选择。这一论点并不等同于不久前所说的那一论点——“且不能从他人处谋得之物,甚于也能从他人处谋得之物”;因为在那里指的是“不能从他人处谋得、而唯独通过自己谋得之物”,但在这里指的是“自己为自己担当原因之物,甚于他人担当原因之物”;因为确实,在能通过他人实现的事物中,也有一些是我们宁愿选择胜于通过我们自己实现之物的。

语法注3 条
  1. 3.41τὸ αὐτὸ τοῦτο καὶ ὧν τὸ ἔλαττον αὐτοῦ μεῖζον ἀγαθὸν καὶ αἱρετώτερον

    关系代名词 ὧν 指向被省略的先行词(τούτων),作为比较属格受 μεῖζον ἀγαθόν 支配,意为“比它更小者相比于它们而言是更大的善的那些事物”。整个主句紧缩了比较谓语,需补足理解为:τὸ αὐτὸ τοῦτο [μεῖζόν ἐστι καὶ αἱρετώτερον] καὶ [τούτων] ὧν...

  2. 3.41τὸ μᾶλλον αἱρετώτερον αὐτοῦ τοῦ ἧττον αἱρετωτέρου αἱρετώτερον

    梳理双重比较级表达及属格的从属关系:αὐτοῦ 是依附于 μᾶλλον αἱρετώτερον 的比较属格,指代前文的“某一个事物”(ἑνός τινος);而后文的 τοῦ ἧττον αἱρετωτέρου 则是受句末 αἱρετώτερον 支配的比较属格。句子骨架为:“相对于该事物更为值得选择者,比[相对于该事物]较不值得选择者更值得选择”。

  3. 3.43οὗ μᾶλλον ἂν ἕλοιτο αὐτὸς αὑτῷ αἴτιος εἶναι ἢ οὗ ἕτερος

    两次出现的关系代名词 οὗ 均为形容词 αἴτιος 所要求的宾格性属格(“作为……的原因”)。省略的先行词(τούτου)在论点中充当被比较的对象。后半句 ἢ οὗ ἕτερος 中省略了谓语 [αἴτιός ἐστιν] 或 [αἴτιος ἂν εἴη]。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:264.22-266.12