- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:263.1-264.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大基于亚里士多德《论题篇》118a34的引文,阐明了依据屈折词形、使用、行为和成果(erga)来确立更为值得选择之物的论点及其相互可换位性,并界定了行为与成果的定义性区别。
" Ἔτι ἀπὸ τῶν πτώσεων καὶ τῶν χρήσεων καὶ τῶν πράξεων καὶ τῶν ἔργων." Ὥσπερ τὸ αἱρετὸν ἐν τῷ πρὸ τούτου ἁπλῶς ἀπὸ τῶν πτώσεων καὶ τῶν συστοίχων ἔδειξε δείκνυσθαι δυνάμενον, οὕτω καὶ τὸ αἱρετώτερον· κοινοὶ γὰρ οἱ τόποι καὶ οὗτοι, ὥσπερ γε καὶ οἱ ἀπὸ τῶν γενέσεων τε καὶ φθορῶν ἐδείχθησαν. εἰ γάρ τινων κατὰ πτῶσιν ἐκφερομένων τὸ κατὰ τὴν ἑτέραν πτῶσιν τοῦ κατὰ τὴν ἑτέραν αἱρετώτερον, καὶ τὸ ἁπλῶς λεγόμενον τοῦ ἁπλῶς λεγομένου ὧν ἦσαν αἱ πτώσεις αἱρετώτερον.1 ἔστι δὲ πτῶσις μὲν τὸ δικαίως, τὸ ἀνδρείως καὶ ὅσα οὕτω τὴν λέξιν ἐσχημάτισται· ὧν δὲ αὗται πτώσεις ἡ δικαιοσύνη, ἡ ἀνδρεία. εἰ δὴ τὸ δικαίως τοῦ ἀνδρείως αἱρετώτερον, καὶ ἡ δικαιοσύνη τῆς ἀνδρείας αἱρετωτέρα· καὶ ἀνάπαλιν, εἰ ἡ δικαιοσύνη τῆς ἀνδρείας αἱρετωτέρα, καὶ τὸ κατὰ τὴν πτῶσιν τῆς δικαιοσύνης τοῦ κατὰ τὴν πτῶσιν τῆς ἀνδρείας αἱρετώτερον. ὡς δὲ ἐπὶ τῶν πτώσεων, οὕτως καὶ ἐπὶ τῶν χρήσεων. εἰ γὰρ τὸ δικαίως τοῦ ἀνδρείως αἱρετώτερον, καὶ ἡ δικαία χρῆσις τῆς ἀνδρείας χρήσεως αἱρετωτέρα, τοῦτ’ ἔστιν ὁ χρώμενος τῇ δικαιοσύνῃ, ὅπερ ἐστὶν ὁ δίκαιος, τοῦ χρωμένου τῇ ἀνδρείᾳ, ὅπερ ἐστὶν ὁ ἀνδρεῖος. καὶ ἡ δικαία πρᾶξις καὶ τὸ δίκαιον ἔργον αἱρετώτερον τῆς τε ἀνδρείας πράξεως καὶ τοῦ ἀνδρείου ἔργου· ἔστι γάρ τις καὶ πρᾶξις καὶ ἐνέργεια δικαία καὶ ἔργον δίκαιον. ὁμοίως καὶ ἐπὶ ἀνδρείας. καὶ ἀντιστρέφει πάντα ἀλλήλοις· ὅ τι γὰρ ἂν ἐξ αὐτῶν αἱρετώτερον εἶναι ληφθῇ ἑνός, καὶ τἆλλα τῶν ἄλλων.2 καὶ ἔστιν ἴσον τὸ εἰρημένον τῷ ἀπὸ τῶν συστοίχων· ἦν δὲ σύστοιχα δικαιοσύνη, δίκαιος, δίκαιον, δικαίως. καθόλου γὰρ οὗ ἡ χρῆσις αἱρετωτέρα, καὶ ὁ χρώμενος τοῦ χρωμένου καὶ ἡ ἕξις τῆς ἕξεως καὶ τὸ ἔργον τοῦ ἔργου, καὶ ἔμπαλιν. δύναται καὶ ἄλλος μὲν εἶναι τόπος ὁ ἀπὸ τῶν πτώσεων, ἄλλος δὲ ὁ ἀπὸ τῶν πράξεων, καὶ ἄλλος ὁ ἀπὸ τῶν ἔργων. καὶ γὰρ αἱ χρήσεις κυρίως λέγονται τῶν χρησίμων· τινὸς γὰρ χρῆσις ἡ χρῆσις· ἐνέργεια γάρ ἐστί τις ἢ περὶ τὸ χρήσιμον ἢ τοῦ χρησίμου· χρήσιμα δὲ λέγεται τῶν ἀγαθῶν ἰδίως τὰ ὀργανικά. ὧν οὖν αἱ χρήσεις αἱρετώτεραι, καὶ αὐτὰ αἱρετώτερα· εἰ γὰρ ἡ χρῆσις τοῦ πλούτου τῆς χρήσεως τῆς ἰσχύος αἱρετωτέρα, καὶ ὁ πλοῦτος τῆς ἰσχύος αἱρετώτερος· καὶ ἀναστρέψαντι, εἰ ὁ πλοῦτος τῆς ἰσχύος, καὶ ἡ χρῆσις ἡ τοῦ πλούτου τῆς χρήσεως τῆς ἰσχύος. ἄλλος πάλιν ὁ ἀπὸ τῶν πράξεων· ἔστι δὲ πρᾶξις κοινότερον μὲν πᾶσα λογικὴ ἐνέργεια, ἰδίως δὲ καὶ κυριώτερον ἡ κατὰ προαίρεσιν, τοῦτ’ ἔστιν ἡ κατ’ ἀρετὴν ἢ κακίαν ἐνέργεια γινομένη. ὧν οὖν αἱ πράξεις αἱρετώτεραι, ταῦτα αἱρετώτερα· οἷον εἰ τὸ τὰ δίκαια πράσσειν τοῦ τὰ ἀνδρεῖα πράσσειν αἱρετώτερον, καὶ ἡ δικαιοσύνη τῆς ἀνδρείας αἱρετωτέρα· καὶ ἔμπαλιν, εἰ ἡ δικαιοσύνη τῆς ἀνδρείας αἱρετωτέρα, καὶ τὸ τὰ δίκαια πράσσειν τοῦ τὰ ἀνδρεῖα αἱρετώτερον. ὁμοίως δὲ καὶ ὁ ἀπὸ τῶν ἔργων τόπος. οὗ γὰρ τὸ ἔργον αἱρετώτερον, καὶ αὐτό. οἷον εἰ τὸ οἰκοδομικῆς ἔργον τοῦ τεκτονικῆς αἱρετώτερον, καὶ οἰκοδομικὴ τεκτονικῆς αἱρετώτερον· καὶ ἔμπαλιν, εἰ οἰκοδομικὴ τεκτονικῆς, καὶ τὸ ἔργον τοῦ ἔργου. καὶ ἐπεὶ τὸ τοῦ φίλου ἔργον αἱρετώτερον ἢ τὸ τοῦ εὔνου, καὶ φιλία εὐνοίας· ἔστι δὲ τοῦ μὲν φίλου ἔργον ἡ μετὰ βουλήσεως πρᾶξις τῶν ἀγαθῶν εἰς τὸν φίλον, τοῦ δὲ εὔνου ἡ βούλησις μόνον· καὶ ἔμπαλιν, ἐπεὶ φιλία εὐνοίας αἱρετώτερον, καὶ τὸ τῆς φιλίας ἔργον τοῦ τῆς εὐνοίας αἱρετώτερον. καὶ εἰ τὸ εὖ ποιεῖν τοὺς φίλους τοῦ κακῶς ποιεῖν τοὺς πολεμίους,3 καὶ ἔστι τὸ μὲν εὖ ποιεῖν τοὺς φίλους ἔργον τοῦ ἐλευθερίου τὸ δὲ κακῶς τοὺς ἐχθροὺς τοῦ ἀνδρείου, καὶ ἡ ἐλευθεριότης τῆς ἀνδρείας αἱρετώτερον· * * * * * * καὶ ἀναστρέψαντι πάλιν, εἰ ὁ ἰατρὸς οἰκοδόμου βελτίων, καὶ τὸ τοῦ ἰατροῦ ἔργον τοῦ οἰκοδόμου βέλτιον. ἔστι δὲ πρᾶξις μὲν ἡ πρὸς τὸ τέλος τείνουσα ἐνέργεια, ἔργον δὲ τὸ τέλος.
“再者,依据屈折词形、使用、行为以及成果。” 正如在此之先的[卷]中,他表明了单单值得选择的事物能够依据屈折词形和同源词来证明,更为值得选择的事物也是如此;因为这些论点也是共同的,正如那些依据生成与毁灭的论点被表明的那样。因为如果某些依据屈折词形被表述的事物中,依从某一屈折词形的事物比依从另一屈折词形的事物更值得选择,那么作为它们所由之屈折的、被单单表述的事物,也比被单单表述的事物更值得选择。屈折词形就是“公正地”、“勇敢地”以及凡以这种方式构成其表述之物;而这些作为屈折词形所归属的事物则是正义、勇敢。那么,如果“公正地”比“勇敢地”更值得选择,正义也比勇敢更值得选择;反过来,如果正义比勇敢更值得选择,依从正义之屈折词形的事物也比依从勇敢之屈折词形的事物更值得选择。关于屈折词形的情况如何,关于使用的情况也是如此。因为如果“公正地”比“勇敢地”更值得选择,那么公正的使用也比勇敢的使用更值得选择,这就是说,使用正义的人(即公正之人)比使用勇敢的人(即勇敢之人)[更值得选择]。而且公正的行为和公正的成果也比勇敢的行为和勇敢的成果更值得选择;因为存在某种公正的行为与现实活动,以及公正的成果。在勇敢的情形中同样如此。并且它们全都相互可换位;因为无论取它们中的何者比那一个更值得选择,其余的也就比其余的[更值得选择]。所说的这一点与依据同源词的论点等同;而同源词曾是正义、公正之人、公正之事、公正地。因为一般而言,凡其使用更值得选择的事物,使用者也比使用者更值得选择,品质也比品质更值得选择,成果也比成果更值得选择,反之亦然。 依据屈折词形的论点、依据行为的论点和依据成果的论点也可以是各自不同的。因为使用严格来说是就可用之物而言的;因为使用是某物的使用;它是一种关于可用之物或属于可用之物的现实活动;而在善物中,工具性的善物特别被称为可用之物。因此,凡其使用更值得选择的事物,它们自身也更值得选择;因为如果财富的使用比体力的使用更值得选择,财富也比体力更值得选择;反过来,如果财富比体力[更值得选择],财富的使用也比体力的使用[更值得选择]。另一个则是依据行为的论点;行为更宽泛而言是所有理性的现实活动,但特有且更严格而言是依据抉择的现实活动,即依照德性或恶习而发生的现实活动。因此,凡其行为更值得选择的事物,这些事物自身也更值得选择;例如,如果践行公正之事比践行勇敢之事更值得选择,正义也比勇敢更值得选择;反过来,如果正义比勇敢更值得选择,践行公正之事也比践行勇敢之事更值得选择。依据成果的论点同样如此。因为其成果更值得选择的事物,其自身也[更值得选择]。例如,如果建筑术的成果比木工的成果更值得选择,建筑术也比木工更值得选择;反过来,如果建筑术比木工[更值得选择],其成果也比其成果[更值得选择]。由于朋友的成果比怀有好意之人的成果更值得选择,友谊也比好意[更值得选择];因为朋友的成果是伴随着意愿对朋友践行善事,而怀有好意之人的成果仅仅是意愿;反过来,既然友谊比好意更值得选择,友谊的成果也比好意的成果更值得选择。并且,如果善待朋友比伤害敌人[更值得选择],且善待朋友是慷慨之人的成果,伤害敌人是勇敢之人的成果,那么慷慨也比勇敢更值得选择……再次反过来说,如果医生比建筑工更好,医生的成果也比建筑工的成果更好。行为是趋向目的的现实活动,而成果则是目的。
- 3.40τὸ ἁπλῶς λεγόμενον τοῦ ἁπλῶς λεγομένου ὧν ἦσαν αἱ πτώσεις αἱρετώτερον
ὧν ἦσαν αἱ πτώσεις 是关系从句,其先行词统指主格与属格名词短语(τὸ ἁπλῶς λεγόμενον 与 τοῦ ἁπλῶς λεγομένου)。ὧν 是表示所属或来源的属格,指屈折副词所归属的基底形式(即名词)。
- 3.40ὅ τι γὰρ ἂν ἐξ αὐτῶν αἱρετώτερον εἶναι ληφθῇ ἑνός, καὶ τἆλλα τῶν ἄλλων
主句 καὶ τἆλλα τῶν ἄλλων 省略了与条件从句谓语相对应的 αἱρετώτερά ἐστι。ἑνός 是比较属格,意为“比[相对应的]那一个”。这表明同源序列(词形、使用者、行为、成果)中任何一项优于对方,其余各项也必然相应地优于对方。
- 3.40καὶ εἰ τὸ εὖ ποιεῖν τοὺς φίλους τοῦ κακῶς ποιεῖν τοὺς πολεμίους
在进入归结句之前,该条件从句省略了 αἱρετώτερον(“并且如果善待朋友比伤害敌人[更值得选择]……”)。τοῦ κακῶς ποιεῖν 是由所省略的比较级支配的比较属格。
