- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:257.20-259.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解亚里士多德《论题篇》卷三(118a6–118a16),通过德性、身体与独有著作等实例,探讨了源于余裕之事与必需之事的比较,以及无法从他人处获得之物优于可从他人处获得之物的论题。
" Καὶ τὰ ἐκ περιουσίας τῶν ἀναγκαίων βελτίω." Τίνα ἐστὶ τὰ ἐκ περιουσίας καὶ τίνα τὰ ἀναγκαῖα, πρῶτον εἰδέναι δεῖ· οὕτως γὰρ ἐνέσται χρῆσθαι τῷ τόπῳ. ἀναγκαῖα μὲν οὖν ἐστιν ὧν χωρὶς ἀδύνατον εἶναι· ἐκ περιουσίας δὲ ὧν ἡ παρουσία οὐκ [οὖσα] ἀναγκαία, καὶ ὡς αὐτὸς ἐρεῖ, ὅταν ὑπαρχόντων τῶν ἀναγκαίων ἄλλα τινὰ προσκατασκευάζηται τῶν καλῶν. οἷον τὸ μὲν ζῆν ἀναγκαῖον, ἐκ περιουσίας δὲ τὸ εὖ ζῆν· τῇ γὰρ τοῦ εὖ παρουσίᾳ οὐκ οὔσῃ πρὸς τὸ εἶναι ἀναγκαίᾳ ἐπικοσμεῖται τὸ ζῆν ἀναγκαῖον ὄν. βελτίω δὴ τὰ ἐκ περιουσίας τῶν ἀναγκαίων εἶναί φησι· βέλτιον γὰρ τὸ μὲν εὖ ζῆν τοῦ ζῆν, τὸ δὲ εὖ λέγειν τοῦ λέγειν. οὐχὶ δὲ καὶ αἰεὶ ἡμῖν αἱρετώτερα τὰ βελτίω, εἰ καὶ ἁπλῶς αἱρετώτερα· τὰ γοῦν ἡμῖν ἀδύνατα, εἰ καὶ βελτίω εἴη τῶν δυνατῶν, ἀλλ’ οὐχ αἱρετώτερα· βέλτιον μὲν γὰρ ἀθανασία μακροβιότητος, ἀλλ’ ἡμῖν οὐχ αἱρετώτερον. καὶ τῶν ἐκ περιουσίας δὴ τὰ μὲν πρὸς τῷ βελτίω εἶναι καὶ αἱρετώτερά ἐστιν, ὥσπερ τὸ εὖ λέγειν τοῦ λέγειν, τὰ δὲ βελτίω μέν ἐστιν, οὐ μὴν καὶ αἱρετώτερα. τὸ γοῦν φιλοσοφεῖν τε καὶ θεωρεῖν βέλτιον μέν ἐστι τοῦ χρηματίζεσθαι, οὐ μὴν καὶ αἱρετώτερον τοῖς ἐν ἐνδείᾳ οὖσι καὶ μὴ δυναμένοις ἄλλως εἶναι· κατὰ γὰρ τὸν Φωκυλίδην “δεῖ ζητεῖν βιοτήν, ἀρετὴν δ’, ὅταν ᾖ βίος ἤδη”. οὕτω δὲ καὶ τὸ ὑγιαίνειν τοῦ φιλοσοφεῖν τῷ νοσοῦντι αἱρετώτερον ἂν εἴη. διὸ καὶ σχεδόν φησι βελτίω μὲν εἶναι τὰ ἐκ περιουσίας, αἱρετώτερα δὲ τὰ ἀναγκαῖα, τὸ σχεδὸν οὐ τοῖς βελτίοσι προσθεὶς ἀλλὰ τοῖς αἱρετωτέροις.1 καὶ γὰρ δοκεῖ κατὰ φύσιν εἶναι ἡ τῶν ἐκ περιουσίας αἵρεσις μετὰ τὰ ἀναγκαῖα· πρῶτον μὲν γὰρ εἶναι δεῖ, εἶθ’ οὕτως αἱρεῖσθαι τὰ ἐκ περιουσίας· πρὸς δὲ τὸ εἶναι τὰ ἀναγκαῖα συντελεῖ. ὡς γὰρ εὐεξία ἐπὶ ὑγείᾳ γίνεται καὶ ὀξυδερκία ἐπὶ ὄψει καὶ ταχυτὴς ἐπὶ κινήσει καὶ καθόλου τὸ καθ’ ἕκαστον εὖ ἐπὶ προϋπάρχοντι ἐκείνῳ, οὕτω καὶ τὰ ἐκ περιουσίας ἐπὶ προϋπάρχουσι τοῖς ἀναγκαίοις ἔχειν δοκεῖ τὴν αἵρεσιν· οὐδὲν γὰρ τούτων ὄφελος ἄνευ ἐκείνων, εἴ γε μηδὲ εἶναι οἷόν τε χωρὶς αὐτῶν.
“而且源于余裕的事物优于必需的事物。” 必须首先了解哪些是源于余裕的事物,哪些是必需的事物;因为唯有如此才可能运用这一论题。因此,必需的事物是那些没有它们便不可能存在的事物;而源于余裕的事物则是其临在并非必需的事物,正如他自己将要说的,是指在必需的事物已具备时,又额外置办了美好的事物中的某些其他事物。例如,活着是必需的,而好好活着则是源于余裕的;因为活着作为必需之事,因并非对存在而言必需的好的临在而得到装饰。因此他说,源于余裕的事物优于必需的事物;因为好好活着优于活着,好好说话优于说话。然而,更优的事物并不总是对我们而言更值得选择,即便在绝对意义上更值得选择;至少对我们而言不可能的事物,纵然优于可能的事物,却并不是更值得选择的;因为不死优于长寿,但对我们而言并非更值得选择。并且在源于余裕的事物中,有些除了更优之外也是更值得选择的,正如好好说话相对于说话;而另一些虽更优,却绝非也更值得选择。至少从事哲学与沉思固然优于赚钱,但对于处于匮乏中且无法以其他方式生存的人而言,却绝非更值得选择;因为正如福库利德斯所言,“应当谋求生计,并在已有生活时追求德性”。同样,对患病之人而言,健康也会比从事哲学更值得选择。因此他也说,源于余裕的事物更优,但必需的事物“大体上”更值得选择,他将“大体上”不是加于更优的事物,而是加于更值得选择的事物。因为在必需的事物之后对源于余裕的事物的选择,确实看来是顺应自然的;因为首先必须存在,然后才这样选择源于余裕的事物;而必需的事物促成存在。正如良好的体质在健康之上产生,敏锐的视力在视力之上产生,迅速在运动之上产生,且一般而言各个具体的好在预先存在的那件事物之上产生一样,源于余裕的事物似乎也是在预先存在的必需事物之上才具有其可选择性;因为若没有那些事物,这些事物便毫无用处,如果说没有它们甚至不可能存在的话。
"Καὶ ὃ μὴ παρ’ ἄλλου ἔστι πορίσασθαι ἢ ὃ ἔστι καὶ παρ’ ἄλλου." Δοκεῖ τὰ σπανιώτερα τῶν κοινοτέρων αἱρετώτερα εἶναι· διὰ τοῦτο, ὃ μὴ οἷόν τε παρ’ ἄλλου πορίσασθαι, ἀλλ’ ἢ μόνος τις ἔχει ἢ παρ’ αὐτοῦ μόνου κτήσασθαι δύναται, αἱρετώτερον τῶν παρ’ ἄλλου γενέσθαι δυναμένων. οὕτως δείξεις τὰς μὲν ἀρετὰς τῶν τυχηρῶν ἀγαθῶν αἱρετωτέρας (τῶν μὲν γὰρ δι’ ἡμῶν μόνων ἡ κτῆσις, τῶν δὲ πολλαὶ προφάσεις καὶ αἰτίαι τῆς κτήσεως), πάλιν δὲ τὴν εὐγένειαν πλούτου· πλούτου μὲν γὰρ πολλαὶ ὁδοὶ καὶ παρὰ πολλῶν οἷός τε περιγενέσθαι, εὐγένειαν δὲ παρ’ οὐδενὸς ἔστιν ἐπικτήσασθαι. οὕτως καὶ τῶν κτημάτων καὶ βιβλίων περὶ ταῦτα μᾶλλον σπουδάζομεν, ἃ μὴ ἔστι παρ’ ἄλλου λαβεῖν, [καὶ] ἂν ἀπολείπηται, τῶν κοινοτέρων τε καὶ παρὰ πλείοσιν ὄντων· διὸ καὶ περὶ τὰ ἴδια συγγράμματα πλείστη σπουδή. οὕτως ἂν δεικνύοιτο καὶ τὸ γυμνάζεσθαι αἱρετώτερον τοῦ ἰατρεύεσθαι καὶ τὸ περιγινομένους τῶν ἀνταγωνιστῶν στεφανοῦσθαι τοῦ κατὰ σπουδήν.2 λέγει δὲ καὶ αὐτὸς τοῦτο πεπονθέναι τὴν δικαιοσύνην πρὸς τὴν ἀνδρείαν. γίνοιτο δ’ ἂν τὸ λεγόμενον σαφές, εἰ πρῶτον εἴη γνώριμον τί παρ’ ἑκατέρας ἡμῖν τῶν ἀρετῶν τούτων γίνεται. δοκεῖ δὴ παρὰ μὲν τῆς ἀνδρείας ἡμῖν περιγίνεσθαι ἡ ἐκ τῶν κινδύνων σωτηρία, παρὰ δὲ τῆς δικαιοσύνης τὸ τοῦ ἴσου διανεμητικοῖς εἶναι· τούτων δ’ ἡ μὲν σωτηρία παρὰ τῆς ἀνδρείας γινομένη δύναται καὶ παρ’ ἄλλων ἡμῖν περιγενέσθαι μὴ οὖσιν αὐτοῖς ἀνδρείοις, τὸ δὲ διανεμητικοῖς εἶναι τοῦ ἴσου χωρὶς τῆς οἰκείας δικαιοσύνης οὐκ ἄν τινι περιγένοιτο· διὸ αἱρετωτέρα ἀνδρείας δικαιοσύνη. δύναται καὶ ἔμπαλιν λέγεσθαι· τὸ μὲν γὰρ ἐκ τῶν κινδύνων σωθῆναι δι’ αὐτῶν, τὸ δὲ παρὰ τῆς δικαιοσύνης ἴσον παρ’ ἄλλων. δύναται τὸ καὶ ὃ μὴ ἔστι παρ’ ἄλλου πορίσασθαι λέγεσθαι ἐπὶ τούτων, ἃ μηκέτι δύναταί τις ἀποβαλὼν κτήσασθαι τῷ μηκέτι εἶναι τὸν ποιήσαντα,3 οἷον εἰ βιβλίον οὗ μὴ ἔστιν ἀντίγραφον, ἢ τεχνίτου τινὸς μηκέτ’ ὄντος ἔργον.
“而且不能从他人处获得的事物[优于]也能从他人处获得的事物。” 较罕见的事物似乎比更常见的事物更值得选择;因此,不能从他人处获得、而要么独有一人拥有要么只能由自己获得的事物,比能从他人处产生的事物更值得选择。以此方式,你将证明德性比机遇的善更值得选择(因为前者的获得仅通过我们自身,而后者的获得则有许多契机和原因),而高贵的出身又比财富[更值得选择];因为对于财富有许多途径且能从许多人处得到,但高贵的出身却无法从任何人处额外获得。同样,在财产与书籍中,比起更常见且存在于更多人手中的那些,对如果遗失便无法从他人处取得的那些,我们更为用心;因此对自己的著作倾注的用心最大。以此方式也可以证明,锻炼身体比接受医治更值得选择,战胜竞争对手而获得桂冠比通过偏袒[获得桂冠]更值得选择。他本人也说,正义相对于勇敢也处于这种情况。如果首先弄清这两种德性各自给我们带来什么,所说的话就会变得清楚。勇敢似乎给我们带来脱离危险的安全,而正义则带来作为平等的分配者;在这些之中,由勇敢产生的安全,即使我们自己不勇敢,也能由他人带给我们,但作为平等的分配者,若无自身的正义则不可能临到任何人;因此正义比勇敢更值得选择。也可以反过来说:脱离危险的安全是通过自身实现的,而来自正义的平等则是从他人那里来的。“而且不能从他人处获得的事物”可以用于指那些一旦失去后就无法再获得的事物,因为制造者已不复存在,例如没有副本的书籍,或已不复存在的匠人的作品。
- 3.33τὸ σχεδὸν οὐ τοῖς βελτίοσι προσθεὶς ἀλλὰ τοῖς αἱρετωτέροις
关于亚里士多德原文中副词 σχεδόν 修饰关系的注解。注解者指明,该副词并非修饰“源于余裕的事物更优”这一全称判断,而是加在后半句“必需的事物更值得选择”之上,意指必需事物的优先性是“大体上”而非绝对成立的。
- 3.34τοῦ κατὰ σπουδήν
介词短语 κατὰ σπουδήν 的解读。此句与前文“战胜竞争对手而获得桂冠”相对比,指并非凭借自身的竞争实力,而是通过他人的关照、偏袒或钻营(σπουδή)而获得桂冠。句中承前省略了不定词 στεφανοῦσθαι。
- 3.34τῷ μηκέτι εἶναι τὸν ποιήσαντα
由与格定冠词 τῷ 加上带宾格主语(τὸν ποιήσαντα)的不定词 εἶναι 构成的表示原因的构式。意为“由于制造者已不复存在”,修饰前文的 μηκέτι δύναταί τις ... κτήσασθαι(无法再获得)。
