- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:256.1-257.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节注解亚里士多德《论题篇》第三卷(117b33–118a1)中关于属或种中最优者的比较、其换位的反驳与解答,以及朋友可分享之善更为优先的论题。
" Ἔτι εἰ ἁπλῶς τοῦτο τούτου βέλτιον, καὶ τὸ βέλτιστον τῶν ἐν τούτῳ βέλτιον τοῦ ἐν τῷ ἑτέρῳ βελτίστου." Ὁ τόπος τοιοῦτος· εἰ [τι] ἁπλῶς γένος τι γένους τινὸς ἢ εἶδός τι εἴδους τινὸς βέλτιον, καὶ τὸ ἐν τῷ βελτίονι γένει ἢ εἴδει ἄριστον βέλτιον ἔσται τοῦ ἐν τῷ ἐλάττονι ἀρίστου. δεῖ δὲ ἀκούειν τοῦ ἐν τούτῳ ὡς ‘ἐν γένει ἢ εἴδει’. οἷον εἰ τὸ ἔμψυχον πᾶν γένος παντὸς τοῦ ἀψύχου βέλτιον, καὶ τὸ ἄριστον τῶν ἐμψύχων τοῦ ἀρίστου τῶν ἀψύχων βέλτιον· καὶ εἰ ἁπλῶς ὁ ἄνθρωπος τοῦ ἵππου βελτίων, καὶ ὁ ἄριστος ἄνθρωπος τοῦ ἀρίστου ἵππου βελτίων· καὶ εἰ ψυχὴ σώματος βελτίων, καὶ ἡ ἀρίστη ψυχὴ τοῦ ἀρίστου σώματος βελτίων· καὶ εἰ ἀνὴρ γυναικὸς βελτίων, καὶ ὁ ἄριστος ἀνὴρ τῆς ἀρίστης γυναικὸς βελτίων. καὶ εἰ τὸ βέλτιστον δὲ τῶν ἔν τινι γένει τοῦ βελτίστου τῶν ἐν ἄλλῳ γένει βέλτιον, καὶ ἁπλῶς τὸ γένος τοῦ γένους βέλτιον ἔσται. ἔστι δὲ τοῦτο ἀντιστροφὴ τοῦ πρώτου τόπου. εἰ γὰρ ὁ ἄριστος ἀνὴρ τῆς ἀρίστης γυναικὸς βελτίων, καὶ ἀνὴρ γυναικὸς βελτίων· καὶ εἰ ὁ ἄριστος ἄνθρωπος τοῦ ἀρίστου ἵππου βελτίων, καὶ ἄνθρωπος ἵππου βελτίων. ἐνίσταιτο δ’ ἄν τις τῇ ἀντιστροφῇ λέγων τὸν μὲν ἄριστον θάνατον τοῦ ἀρίστου περιπάτου βελτίονα εἶναι, οὐ μὴν καὶ ἁπλῶς θάνατον περιπάτου αἱρετώτερον. ἢ οὐκ ἔστιν ὁ ἄριστος θάνατος ἐν εἴδει τῷ θανάτῳ, ὡς 〈ὁ〉 ἄριστος ἄνθρωπος ἐν εἴδει τῷ ἀνθρώπῳ. ὁ μὲν γὰρ ἄριστος ἄνθρωπος μάλιστα ἄνθρωπος (κατὰ γὰρ τὴν ἀνθρώπου ἀρετήν, καὶ πᾶν τὸ ἔν τινι γένει ἄριστον μάλιστά ἐστιν ἐκεῖνο), ὁ δὲ ἄριστος θάνατος οὐκ ἔστι μάλιστα θάνατος· τὸ γὰρ εὖ ἐπὶ τοῦ θανάτου οὐκ ἐν αὐτῷ τῷ θανάτῳ γίνεται, ὥσπερ ἐπὶ τοῦ ἀνθρώπου, ἀλλὰ ἐν ἄλλῳ τινὶ τὸ ἐν θανάτῳ εὖ, καὶ οὐ καθ’ ὃ θάνατος, ἀλλὰ κατά τινος ἄλλου παρουσίαν· κατὰ γὰρ ἀρετήν, οὐ τὴν θανάτου ἀλλὰ τὴν τοῦ ἀποθνήσκοντος· μέμικται γὰρ ὁ ἄριστος θάνατος ἔκ τε ἀρετῆς ἀνθρώπου καὶ ἐκ θανάτου. τῷ οὖν 〈τὸ〉 προσκείμενον τῷ θανάτῳ ὄντι κακῷ, τὴν ἀρετήν, μέγα ἀγαθὸν εἶναι, τούτῳ τοῦ ὑγιεινοῦ τε καὶ τοῦ ἀρίστου περιπάτου ἀμείνων·1 προείρηται γὰρ ὅτι ἀγαθόν τι μετὰ μὴ ἀγαθοῦ οὐδὲν κεκώλυται ἀγαθῶν πλειόνων αἱρετώτερον εἶναι, μήτι γε ἀγαθοῦ μικροῦ, ὁποῖόν ἐστι τὸ ὑγιεινόν, τοῦ περιπάτου ὄντος μέσου.
“此外,如果按绝对而言此物优于彼物,那么此物中最优者也优于另一物中最优者。” 该论题是这样的:如果在绝对意义上某一属优于某一属,或某种优于某种,那么在较优的属或种中的最优者,也将优于在较次者中的最优者。而“在此物中”必须理解为“在属或种中”。例如,如果整个有灵之属优于整个无灵之属,那么有灵之物中最优者也优于无灵之物中最优者;如果按绝对而言人优于马,那么最优的人也优于最优的马;如果灵魂优于身体,那么最优的灵魂也优于最优的身体;如果男人优于女人,那么最优的男人也优于最优的女人。而且,如果某一属中的最优者优于另一属中的最优者,那么在绝对意义上该属也将优于〔另一〕属。这是第一个论题的换位。因为如果最优的男人优于最优的女人,那么男人也优于女人;如果最优的人优于最优的马,那么人也优于马。但有人或许会反对此换位,说最优的死亡优于最优的散步,然而死亡绝非在绝对意义上比散步更值得选择。或者毋宁说,最优的死亡并不像最优的人处于人的种中那样处于死亡的种中。因为最优的人最是人(这是依人的德性而言,并且在某一属中一切最优者都最是那物),而最优的死亡却并不最是死亡;因为在死亡情况下的好并不产生于死亡本身之中,不像在人的情况下那样,而死亡中的好是在别的事物之中,并非依其为死亡而言,而是由于别的事物的临在;因为这是依德性而言,并非死亡的德性,而是垂死者的德性;因为最优的死亡是由人的德性与死亡混合而成的。因此,由于附加在作为恶的死亡之上的事物——即德性——是一巨大的善,由于这一点,[最优的死亡]胜过了健康的且最优的散步;因为先前已经说过,没有什么阻止伴随非善的某种善比更多的善更值得选择,更不用说比一种微小的善[更值得选择],正如散步是中性之物而健康正是这样一种善。
"Ἔτι ὧν ἔστι τοὺς φίλους μετασχεῖν." Τῶν ἐπ’ ἴσης ἀλλήλοις αἱρετῶν εἶναι δοκούντων αἱρετώτερά φησιν εἶναι ὧν μετασχεῖν οἷόν τέ ἐστι καὶ τοὺς φίλους τῶν μή.2 οὕτως δειχθήσεται ἀρετὴ μὲν ὑγείας αἱρετωτέρα, πλοῦτος δὲ εὐγενείας· τῶν μὲν γὰρ μετασχεῖν ἔστι καὶ τοὺς φίλους, τῶν δὲ οὐχ οἷόν τε κοινωνῆσαι ἄλλοις. οὕτως καὶ παιδεία ἡδονῆς αἱρετώτερον ἂν δεικνύοιτο· μόνος γὰρ ὁ ἡδόμενος ἡδονῆς ἀπολαύει· καὶ ἐλευθεριότης πραότητος, εἴ γε πραότης αὐτὸν μόνον τὸν ἔχοντα πραΰνει πρὸς ὀργάς· καὶ ἰσχὺς κάλλους, εἴ γε τὸ μὲν κάλλος αὐτοῦ μόνου ἐστὶ τοῦ ἔχοντος αὐτὸ κόσμος, ἡ δ’ ἰσχὺς καὶ τοῖς φίλοις χρησιμωτάτη. ἀλλὰ καὶ ἃ πρὸς τὸν φίλον πρᾶξαι μᾶλλον βουλόμεθα ἢ πρὸς τὸν τυχόντα, καὶ ταῦτα αἱρετώτερα. οὕτω δεικνύοιτ’ ἂν τὸ τὰ δίκαια ποιεῖν τοῦ δοκεῖν ποιεῖν τὰ δίκαια αἱρετώτερον· πρὸς μὲν γὰρ τοὺς φίλους αἱρούμεθα τὰ δίκαια ποιεῖν ἀληθῶς, πρὸς δὲ τοὺς τυχόντας καὶ τὸ δοκεῖν ποιεῖν τὰ δίκαια ἐξαρκεῖν ἡγούμεθα. χρὴ δὲ μεμνῆσθαι ὅτι ἔνδοξοι καὶ πιθαναὶ ἐπιχειρήσεις εἰσί. δεικνύοι δ’ ἄν τις οὕτως καὶ τὸ χαρίσαι τοῦ δανεῖσαι αἱρετώτερον· ἡ μὲν γὰρ χάρις πρὸς τοὺς φίλους, τὸ δὲ δανεῖσαι πρὸς τοὺς τυχόντας· καὶ τὸ διδάσκειν τοῦ ἐπιδείκνυσθαι· διδάσκειν μὲν γὰρ τοὺς φίλους αἱρούμεθα, ἐπιδείκνυσθαι δὲ καὶ τοῖς τυχοῦσιν.
“此外,朋友们能分享的事物。” 他说,在看似彼此同等值得选择的事物中,朋友们也能分享的事物比并非如此的事物更值得选择。照此,德性将被证明比健康更值得选择,财富比高贵的出身[更值得选择];因为前者朋友们也能分享,而后者则不可能与他人共有。照此,受教育也可以被证明比快乐更值得选择;因为唯有感受快乐者才享受快乐;而慷慨比温和[更值得选择],如果温和确实仅仅使拥有者本人在面对愤怒时平复的话;体力比美貌[更值得选择],如果美貌确实仅仅是拥有者本人的装饰,而体力对朋友们也是最有用的。而且,凡是我们更愿意对朋友而非对泛泛之辈做出的事情,这些也更值得选择。以此方式,行正义可以被证明比看似行正义更值得选择;因为对朋友我们选择真诚地行正义,而对泛泛之辈我们认为哪怕看似行正义也足够了。不过应当记住,这些是具有广泛认可且有说服力的辩证论证。以此方式,人们也可以证明无偿施与比放贷更值得选择;因为恩惠是面向朋友的,而放贷是面向泛泛之辈的;教导比炫耀[更值得选择];因为对朋友我们选择教导,而对泛泛之辈也炫耀。
- 3.31τῷ οὖν 〈τὸ〉 προσκείμενον τῷ θανάτῳ ὄντι κακῷ, τὴν ἀρετήν, μέγα ἀγαθὸν εἶναι, τούτῳ τοῦ ὑγιεινοῦ τε καὶ τοῦ ἀρίστου περιπάτου ἀμείνων
这是一个由表示原因的带冠词与格不定式短语 τῷ ... εἶναι 构成的句式,后接指示代词与格 τούτῳ 加以复指和强调。不定式 εἶναι 的主语是宾格的 τὸ προσκείμενον(附加之物),同位语为 τὴν ἀρετήν(德性),表语为 μέγα ἀγαθόν(巨大的善)。主句省略了主语(承接前文的 ὁ ἄριστος θάνατος)和系动词(ἐστί),比较级表语 ἀμείνων 统辖属格补足语 τοῦ ὑγιεινοῦ τε καὶ τοῦ ἀρίστου περιπάτου。
- 3.32ὧν μετασχεῖν οἷόν τέ ἐστι καὶ τοὺς φίλους τῶν μή
整体构成一个比较句式:包含先行词的关系代词 ὧν(= τούτων ὧν,‘那些……的事物’)与作为比较基准的属格 τῶν μή(= τῶν μὴ τοιούτων ὄντων,‘比非如此的事物’)相对比。前置的部分属格短语 τῶν ἐπ’ ἴσης ἀλλήλοις αἱρετῶν εἶναι δοκούντων(‘在看似彼此同等值得选择的事物中’)限定了比较的范围,主句主语则是省略的 ταῦτα(对应于 ὧν 的先行词)。
