← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§259.22-261.16

依独立可选性及缺失时之指责进行的比较

亚历山大注释了亚里士多德提出的比较论题(118a18–24),即无需另一者即可选择之物、为了显出另一者而遭否认之物,以及依缺失时沮丧与否所受指责轻重而判定的论题,并列举了具体事例。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.35

" Καὶ εἰ τόδε μὲν ἄνευ τοῦδε αἱρετόν." Δύο τινῶν ὄντων αἱρετῶν, ἂν τὸ μὲν ἕτερον αὐτῶν χωρὶς τοῦ ἑτέρου μὴ ᾖ αἱρετόν, τὸ δὲ ἕτερον αἱρετὸν ᾖ καὶ καθ’ αὑτὸ καὶ χωρὶς τοῦ ἑτέρου, αὐτοῦ αἱρετώτερόν ἐστιν. οὕτως φρόνησις δυνάμεως εἴη ἂν αἱρετωτέρα, εἴ γε δύναμις μὲν χωρὶς φρονήσεως οὐχ αἱρετή, φρόνησις δὲ καὶ χωρὶς δυνάμεως αἱρετή. οὐ μόνον δὲ ἐπὶ τῆς ἰδίως δυνάμεως λεγομένης τοῦτο, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων ἀγαθῶν, ἃ ἔθος αὐτῷ δυνάμεις λέγειν, ὅμοιος ὁ λόγος· οὐδὲν γὰρ αὐτῶν αἱρετόν ἐστι χωρὶς φρονήσεως. δεικνύοις δ’ ἂν καὶ ἀρετὴν ἡδονῆς οὕτως αἱρετωτέραν· ἡδονὴ μὲν γὰρ χωρὶς ἀρετῆς οὐχ αἱρετή, ἡ δὲ ἀρετὴ καὶ χωρὶς ἡδονῆς αἱρετή. ἀλλὰ καὶ ὑγεία ἡδονῆς· ὑγιαίνειν μὲν γὰρ καὶ χωρὶς ἡδονῆς αἱρετόν, ἥδεσθαι δὲ χωρὶς τοῦ ὑγιαίνειν τὰς τῶν νοσούντων ἡδονὰς οὐκ ἂν ἕλοιτό τις. οὕτως καὶ τὸ ὑγιαίνειν τοῦ πλουτεῖν ἢ ἐν δόξῃ εἶναι δεικνύοιτ’ ἂν αἱρετώτερον· οὐδὲν μὲν γὰρ τούτων βλαβείσης ὑγείας αἱρετόν, ὑγιαίνειν δὲ καὶ χωρὶς τούτων αἱρούμεθα.

“而且,如果这件东西没有那件东西也是值得选择的。” 当存在两件值得选择的事物时,如果其中一件没有另一件便不是值得选择的,而另一件无论是就其自身而言还是没有前者都是值得选择的,则后者比前者更值得选择。这样,实践智慧便比权能更值得选择,如果权能没有实践智慧便不是值得选择的,而实践智慧即便没有权能也是值得选择的。不仅对于严格意义上所说的权能是如此,对于他习惯称之为权能的其他善物,论述也是相同的;因为它们没有实践智慧便无一是值得选择的。你也可以以此方式证明德性比快乐更值得选择;因为快乐没有德性便不是值得选择的,而德性即便没有快乐也是值得选择的。并且健康也比快乐[更值得选择];因为健康即便没有快乐也是值得选择的,但没有人会选择在不健康的情况下享受快乐,即患病之人的快乐。这样,健康也可能被证明比富有或处于名望中更值得选择;因为在健康受损的情况下,这些事物无一是值得选择的,但即便没有这些事物,我们也会选择健康。

§3.36

"Καὶ δυοῖν εἰ θάτερον ἀρνούμεθα, ἵνα τὸ λοιπὸν δόξῃ ἡμῖν ὑπάρχειν." Εἰ δύο ὄντων αἱρετῶν τὸ ἕτερον ἀρνούμεθα παρεῖναι ἡμῖν ὑπὲρ τοῦ δόξαι τὸ ἕτερον ἡμῖν παρεῖναι, ὃ βουλόμεθα μᾶλλον δοκεῖν παρεῖναι ἡμῖν αἱρετώτερον.1 οὕτως εὐφυΐα δεικνύοιτο ἂν φιλοπονίας αἱρετωτέρα· ἀρνούμεθα γὰρ εἶναι φιλόπονοι βουλόμενοι δοκεῖν εὐφυεῖς εἶναι. τοῦτο ὁμοίως μὲν ἐπὶ μαθημάτων, ὁμοίως δὲ ἐπὶ γυμνασίων. ἀλλὰ καὶ καλλωπίζεσθαι ἀρνοῦνται αἱ γυναῖκες, φύσει καλαὶ δοκεῖν εἶναι αἱρούμεναι. οὕτως καὶ τοῦ ἥδεσθαι τὸ ἐγκρατεύεσθαι καὶ τοῦ μὴ πονεῖν τὸ καρτερεῖν αἱρετώτερον ἂν δεικνύοιτο· καὶ γὰρ ἡδονῶν προσποιούμεθα ὑπερορᾶν ὑπὲρ τοῦ δοκεῖν ἐγκρατεῖς εἶναι, καὶ πόνων ὑπὲρ τοῦ καρτερικοὺς φαίνεσθαι.

“而且,如果为了使余下的那一件显得属于我们,我们在两者中否认其中一件。” 当存在两件值得选择的事物时,如果我们为了使另一件显得属于我们而否认其中一件属于我们,那么我们更希望显得属于我们的那一件就更值得选择。以此方式,天赋可以被证明比勤勉更值得选择;因为我们希望显得有天赋,因而否认自己是勤勉的。这在学问上同样如此,在体育锻炼上也同样如此。不仅如此,妇女们否认自己修饰打扮,因为她们选择显得是天生美丽的。这样,自制比享受快乐、忍耐比不劳苦,也可以被证明是更值得选择的;因为我们确实为了显得自制而假装蔑视快乐,为了显得能忍耐而[假装蔑视]劳苦。

§3.37

"Ἔτι οὗ τῇ ἀπουσίᾳ ἧττον ἐπιτιμητέον δυσφοροῦσι, τοῦτο αἱρετώτερον." Ἐπεὶ τῶν δυσφορούντων ἐπί τισιν ἀποῦσι τῶν αἱρετῶν τοῖς μὲν εὔλογον ἐπιτιμᾶν μᾶλλον τοῖς δὲ ἧττον, ὧν τοῖς δυσφοροῦσιν ἐπὶ τῇ ἀπουσίᾳ2 ἧττον ἐπιτιμητέον, ταῦτα αἱρετώτερα τῶν ἐφ’ οἷς ἄξιον ἐπιτιμᾶν μᾶλλον τοῖς δυσφοροῦσιν ἐπὶ τῇ ἀπουσίᾳ. ἀλλὰ καὶ ὧν ἐπὶ τῇ ἀπουσίᾳ τοῖς μὴ δυσφοροῦσιν ἄξιον ἐπιτιμᾶν μᾶλλον, καὶ ταῦτα αἱρετώτερα τῶν ἐφ’ οἷς ἧττον ἄξιον ἐπιτιμᾶν τοῖς μὴ δυσφοροῦσιν ἐπὶ τῇ ἀπουσίᾳ αὐτῶν. οἷον ἐπεὶ ἧττον ἐπιτιμῶμεν τοῖς δυσφοροῦσιν ἐπὶ τέκνων ἀποβολῇ ἢ χρημάτων, αἱρετώτερα τὰ τέκνα τῶν χρημάτων. καὶ ὑγεία δὲ ἡδονῆς τῷ αὐτῷ λόγῳ αἱρετωτέρα· ἧττον γὰρ ἐπιτιμήσεως ἄξιοι οἱ δυσφοροῦντες ἐπὶ τῇ τῆς ὑγείας ἀποβολῇ τῶν ἐπὶ ἡδονῆς ἀποβολῇ δυσφορούντων. καὶ ὁ ἐπὶ τῇ τῶν ἀναγκαίων ἀποβολῇ δυσφορῶν τοῦ ἐπὶ τιμῆς ἢ δόξης ἀποβολῇ ἧττον ἐπιτιμήσεως ἄξιος, ὥστε αἱρετώτερα τὰ ἀναγκαῖα δόξης. ὁμοίως δὲ καὶ πλοῦτος δόξης δεικνύοιτ’ ἂν αἱρετώτερος· ἧττον γὰρ ἐπιτιμῶμεν τοῖς ἐπὶ πενίᾳ δυσφοροῦσι τῶν ἐπ’ ἀδοξίᾳ. καὶ φίλοι χρημάτων· ἧττον γὰρ ἐπιτιμᾶν ἄξιον τοῖς δυσφοροῦσιν ἐπὶ τῇ τῶν φίλων ἀποβολῇ τῶν δυσφορούντων ἐπὶ τῇ τῶν χρημάτων ἀφαιρέσει. ἀλλὰ καὶ οὗ τῇ ἀπουσίᾳ μὴ δυσφοροῦντι μᾶλλον ἐπιτιμητέον, καὶ τοῦτο αἱρετώτερον. οὕτως ἐπιστήμη ὑγείας αἱρετώτερον· μᾶλλον γὰρ ἐπιτιμῶμεν τοῖς μὴ δυσφοροῦσιν ἐπὶ ἀγνοίᾳ τῶν ἐπὶ νόσῳ μὴ δυσφορούντων. πάλιν ὑγεία πλούτου αἱρετωτέρα· τοῖς γὰρ ταύτης ἀμελοῦσιν μᾶλλον ἐπιτιμῶμεν. ἀλλὰ καὶ ἡ τῶν κοινῶν ἐπιμέλεια τῆς τῶν ἰδίων αἱρετωτέρα· μᾶλλον γὰρ ἐπιτιμῶμεν τοῖς μὴ δυσχεραίνουσιν ἐπὶ τῇ τῶν κοινῶν ἀμελείᾳ τῶν μὴ δυσχεραινόντων ἐπὶ τῇ τῶν ἰδίων ἀμελείᾳ. καὶ γονέων δὲ ἐπιμέλεια κατὰ τοῦτο αἱρετωτέρα τῆς τῶν τέκνων ἐπιμελείας· μᾶλλον γὰρ ἐπιτιμήσεως ἄξιοι οἱ μὴ δυσφοροῦντες ἐπὶ τῇ τῶν γονέων ἀμελείᾳ. καὶ τὸ παιδεύεσθαι τοῦ γυμνάζεσθαι· μᾶλλον γὰρ ἐπιτιμῶνται οἱ παιδείας ἢ οἱ γυμνασίων ὀλιγωροῦντες.

“再者,因其缺失而更不应对感到沮丧者加以指责的事物,是更值得选择的。” 由于在因某些值得选择的事物缺失而感到沮丧的人当中,指责某些人更为合理,而指责另一些人则较不合理,因此,那些因其缺失而更不应对感到沮丧者加以指责的事物,比那些因其缺失而更理当对感到沮丧者加以指责的事物更值得选择。不仅如此,那些因其缺失而更理当对不感到沮丧者加以指责的事物,也比那些因其缺失而较不理当对不感到沮丧者加以指责的事物更值得选择。例如,由于我们对因失去子女而沮丧者的指责,少于对因失去金钱而沮丧者的指责,所以子女比金钱更值得选择。健康依据同样的道理也比快乐更值得选择;因为因失去健康而沮丧的人,比因失去快乐而沮丧的人更不该受指责。因失去必需之物而沮丧的人,也比因失去荣誉或名望而沮丧的人更不该受指责,所以必需之物比名望更值得选择。同样,财富也可以被证明比名望更值得选择;因为我们对因贫困而沮丧者的指责,少于对因默默无闻而沮丧者的指责。朋友也比金钱[更值得选择];因为对因失去朋友而沮丧者的指责,比对因被剥夺金钱而沮丧者的指责更不相宜。不仅如此,因其缺失而更应对不感到沮丧者加以指责的事物,这本身也是更值得选择的。这样,知识比健康更值得选择;因为我们对不因无知而沮丧者的指责,多于对不因疾病而沮丧者的指责。健康又比财富更值得选择;因为我们对忽视健康的人指责得更多。此外,对公共事务的关切比对私人事务的关切更值得选择;因为我们对不因忽视公共事务而愤慨者的指责,多于对不因忽视私人事务而愤慨者的指责。依照这一点,对父母的关切也比对子女的关切更值得选择;因为不因忽视父母而沮丧的人更该受指责。受教育也比锻炼身体[更值得选择];因为轻视教育的人比轻视体育锻炼的人受到更多的指责。

语法注2 条
  1. 3.36ὃ βουλόμεθα μᾶλλον δοκεῖν παρεῖναι ἡμῖν αἱρετώτερον

    从 ὃ 到 ἡμῖν 的整个关系从句自身包含先行词并充当主语(“我们更希望……的事物”),αἱρετώτερον 为谓语(补足省略的 ἐστί)。比较副词 μᾶλλον 修饰 βουλόμεθα 而非 δοκεῖν,表示“比起另一者更希望……”。

  2. 3.37ὧν τοῖς δυσφοροῦσιν ἐπὶ τῇ ἀπουσίᾳ ἧττον ἐπιτιμητέον, ταῦτα αἱρετώτερα τῶν ἐφ’ οἷς ἄξιον ἐπιτιμᾶν μᾶλλον τοῖς δυσφοροῦσιν ἐπὶ τῇ ἀπουσίᾳ

    位于主句主语 ταῦτα 之前的关系从句引导词 ὧν 采用属格,是将后文依附于 ἐπὶ τῇ ἀπουσίᾳ(“因[其]缺失”)的代词成分提前置于从句句首所致。非人称动词性形容词 ἐπιτιμητέον 支配与格 τοῖς δυσφοροῦσιν,随后的属格短语 τῶν ἐφ’ οἷς... 则作为比较级 αἱρετώτερα 的比较基准。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:259.22-261.16