← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§254.7-255.29

关于对两对象的相似性与显著性的比较论题

亚历山大注释亚里士多德《论题篇》第3卷第2章(117b20–28),结合各种具体事例阐释了基于与两个不同对象的相似性来判定优劣的论题,以及更显著的、更困难的、更具特有性的和更不与恶物相涉的事物更为值得选择的诸论题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.29

" Πάλιν ἐπὶ δυοῖν, εἰ τὸ μὲν τῷ βελτίονι τὸ δὲ τῷ χείρονι ὁμοιότερον." Εἰπὼν τόπον τὸν ἀπὸ τῆς ὁμοιότητος ἑνὸς ὄντος πρὸς ὃ ἡ ὁμοιότης ἐλαμβάνετο τῶν συγκρινομένων ἀλλήλοις, προστίθησιν ἄλλον, εἰ μὴ ἓν εἴη ᾧ τὸ ὁμοιότερον ζητεῖται, ἀλλὰ δύο, καὶ εἴη τὸ μὲν βέλτιον αὐτῶν τὸ δὲ ἧττον τοιοῦτον. καὶ εἰ τῶν συγκρινομένων τὸ μὲν τῷ βελτίονι ὅμοιον εἴη τὸ δὲ τῷ χείρονι, τὸ τῷ βελτίονι ὅμοιον βέλτιον. δεῖ δὲ καὶ ἐνταῦθα, εἰ μέλλοι τις τὰς ἐνστάσεις φυλάσσεσθαι, κατά τε τὸ βέλτιον τὴν ὁμοιότητα εἶναι καὶ μὴ τοῦ μὲν ἠρέμα τοῦ δὲ μᾶλλον τὴν ὁμοιότητα λαμβάνεσθαι.1 εἴτε γὰρ μὴ ἐπὶ τὸ βέλτιον εἴη ὅμοιόν τι αὐτῶν, οὐ βέλτιον (διὰ γὰρ τοῦτο οὐκ ἔστι βελτίων πίθηκος ἵππου· καίτοι ὁ μὲν ἀνθρώπῳ ὅμοιός ἐστιν, ὁ δὲ ὄνῳ· ἀλλ’ ὁ μὲν ἐπὶ τὸ χεῖρον καὶ οὐχὶ βέλτιον, ὁ δὲ ἐπὶ τὸ βέλτιον), εἴτε πάλιν τὸ τῷ μὲν βελτίονι ὁμοιότερον ἠρέμα εἴη ὅμοιον αὐτῷ τὸ δὲ τῷ χείρονι σφόδρα, οὐδὲ οὕτως βέλτιον πάντως τὸ τῷ βελτίονι ὅμοιον. εἰ γὰρ ὁ μὲν Ὀδυσσεὺς ἠρέμα εἴη τῷ Νέστορι ὅμοιος ὄντι τοῦ Ἀχιλλέως βελτίονι, ὁ δὲ Αἴας σφόδρα τῷ Ἀχιλλεῖ, οὐκ ἤδη ὁ Ὀδυσσεὺς βελτίων ἂν εἴη τοῦ Αἴαντος. αὐτὸς μέντοι διὰ τοῦ παραδείγματος ὡς βελτίονα τὸν Ἀχιλλέα τοῦ Νέστορος λαβὼν οὕτως τὴν σύγκρισιν πεποίηται. δεῖ δὲ λαμβάνεσθαι τὰς ὁμοιότητας καθ’ ἑκάτερον τῶν πρὸς ἃ ἡ ὁμοιότης ἔχει τι ἀγαθόν. οὕτως ἔνεστι δεικνύναι ὑπεροψίαν * * * * ὁμοιότερον μεγαλοψυχίᾳ, ἡ δὲ θρασύτης ἀνδρείᾳ·2 κεῖται γὰρ ἡ μεγαλοψυχία βελτίων ἀρετὴ εἶναι. καὶ τὸ εὐεργετεῖν τοῦ εὐεργετεῖσθαι, εἴ γε τὸ μὲν τῷ ἀνενδεεῖ τὸ δὲ τῷ δεομένῳ ἔοικε. καὶ ἡ κατ’ ἐνέργειαν ἀρετὴ τῆς ἐν ἕξει· ἔοικε γὰρ ἡ μὲν τοῖς ἐνεργείᾳ οὖσιν, ἡ δὲ τοῖς δυνάμει.

“再次,在两件事物的情况下,如果一者与较优者更相似,而另一者与较劣者更相似。” 在阐述了基于与相互比较之物所对应的相似对象为一个时的相似性论题之后,他又补充了另一个论题:以防所探寻与其更相似的对象不是一个,而是两个,并且其中一者较优而另一者较不优。如果被比较的事物中,一者与较优者相似而另一者与较劣者相似,那么与较优者相似的便更为优良。但在此处,如果人们想要防备异论,相似性也必须是依较优的方面而成立,并且相似性不能在一者上被取作微弱而在另一者上被取作更强。因为无论是它们中的某物在较优的方面并不相似,它就不算更优(正是为此,猴子并不优于马;尽管前者相似于人而后者相似于驴,但前者是在较劣而非较优的方面相似,后者则是在较优的方面相似);还是反过来,与较优者更相似之物仅是微弱地与它相似,而与较劣者[相似]之物则是极其相似,即便如此,与较优者相似之物也绝非必然更优。因为如果奥德修斯仅微弱地相似于比阿喀琉斯更为优良的涅斯托尔,而埃阿斯极其相似于阿喀琉斯,奥德修斯并不会立即就优于埃阿斯。不过他自己通过例子将阿喀琉斯取作比涅斯托尔更为优良,并以此进行了比较。而且相似性必须依据所参照相似的对象各自所拥有的某种善来取得。以此方式,可以证明傲慢[优于鲁莽]……[因傲慢]与器宇宏阔更相似,而鲁莽与勇敢更相似;因为器宇宏阔被设定为更优的德性。施惠也[优于]受惠,如果前者类似于自足者而后者类似于有所匮乏者的话。现实活动中的德性也[优于]品格状态中的德性;因为前者类似于现实存在的事物,而后者类似于潜在存在的事物。

§3.30

"Ἄλλος, τὸ ἐπιφανέστερον τοῦ ἧττον τοιούτου." Δύο αἱρετῶν τὰ ἄλλα ἐπ’ ἴσης ἐχόντων3 τὸ ἐπιφανέστερόν φησι τοῦ ἧττον τοιούτου αἱρετώτερον εἶναι. εἴη δ’ ἂν ἐπιφανέστερον τὸ πόλιν εὖ ποιῆσαι τοῦ ἕνα καὶ τὸ ἄρχοντα τοῦ ἰδιώτην, τὸ εὖ ποιεῖν τοῦ πλουτεῖν, τὸ δημηγορεῖν τοῦ δίκας λέγειν, ἀνδρεία σωφροσύνης, μεγαλοπρέπεια ἐλευθεριότητος. οὕτως δεικνύοι τις ἂν καὶ τὴν πρᾶξιν τῆς θεωρίας αἱρετωτέραν· ἐπιφανέστερος γὰρ ὁ πρακτικὸς βίος τοῦ θεωρητικοῦ. προστίθησι δὲ τῷ προειρημένῳ αἱρετώτερον εἶναι καὶ τὸ χαλεπώτερον τοῦ ῥᾳδίου· τὰ γὰρ σπάνια καὶ δυσπόριστα καὶ χαλεπὰ κτηθῆναι τῶν ἀγαθῶν μᾶλλον ἀγαπᾶταί τε καὶ σπουδάζεται. οὕτως ἀρετὴ πλούτου καὶ ὑγείας αἱρετώτερον 〈ἂν〉 δεικνύοιτο· σπάνιον γὰρ καὶ χαλεπὸν ληφθῆναι· “τῆς γὰρ ἀρετῆς” κατὰ τὸν Ἡσίοδον “ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν”. καὶ θεωρία πράξεως· χαλεπωτέρα γὰρ ἡ τῶν θεῶν γνῶσις. καὶ κάλλος πλούτου· χαλεπώτατα γὰρ καὶ σπάνια τὰ τοιαῦτα τῶν κτημάτων. ἔτι καὶ τὸ ἰδιαίτερόν φησιν αἱρετώτερον εἶναι τοῦ κοινοτέρου. ἰδιαίτερον δέ ἐστιν ὃ μόνῳ ἢ μετ’ ὀλίγων ὑπάρχει. οὕτως ἀνθρώπῳ αἱρετώτερον φρόνησις ὑγείας· τὸ μὲν γὰρ ἴδιον αὐτοῦ, τὸ δὲ κοινὸν αὐτῷ καὶ πρὸς τὰ ζῷα τὰ ἄλλα· καὶ ἐπιστήμη ἰσχύος, καὶ λόγος κάλλους. ἀγαπᾶται δὲ καὶ ἡ εὐγένεια τῶν χρημάτων μᾶλλον· ἰδιαίτερον γὰρ τῶν ἐχόντων ἄμφω. ἀλλὰ καὶ κάλλος πλούτου ἰδιαίτερον. ἀλλὰ καὶ τοῖς ἀγαθοῖς ἰδιαίτερον ἀρετὴ χρημάτων· τῶν μὲν γὰρ χρημάτων καὶ οἱ κακοὶ κοινωνοῦσιν, ἀρετῆς δὲ οὐδαμῶς. οὕτω καὶ ὅσα αὐτοὶ εὑρίσκουσί τινες κατ’ ἐπιστήμας ἢ τέχνας, μᾶλλον ἀγαπῶσιν. ἀλλὰ καὶ τὸ τοῖς κακοῖς ἀκοινωνητότερον αἱρετώτερόν φησιν. οὕτω δεικνύοιτ’ ἂν σωφροσύνη ἐγκρατείας αἱρετώτερον· ἡ μὲν γὰρ σωφροσύνη ἐκτὸς πάσης ἐπιθυμίας φαύλης, ἡ δὲ ἔχει φαύλας τε καὶ σφοδρὰς ἐπιθυμίας. καὶ ὁ θεωρητικὸς τοῦ πρακτικοῦ· ἄμικτος γὰρ τῶν περιστατικῶν ἐνοχλήσεων καὶ ἧττον ἐνοχλεῖται. δεικνύοιτο δ’ ἂν οὕτω καὶ ὑγεία πλούτου αἱρετώτερον, τῷ τὸν πλοῦτον εἶναι μετὰ φόβου·4 ἀλλὰ καὶ σωφροσύνη ἀνδρείας, εἴ 〈γε〉 τῇ ἀνδρείᾳ ἕπονται πόνοι καὶ τραύματα, καὶ κάλλους εὐγένεια.

“另一论题:更为显著的事物比不那么显著的事物[更值得选择]。” 他说,在其他方面均等的两件值得选择的事物中,更为显著的事物比不那么显著的事物更值得选择。而更为显著的事物大概是:对城邦施善优于对单个人施善,对统治者施善优于对私人施善,行善优于富有,在公民大会上发表演说优于在法庭上辩护,勇敢优于节制,豪爽优于大度。以此方式,人们也可以证明实践比沉思更值得选择;因为实践的生活比沉思的生活更为显著。他又在前述论题上补充道:较困难的事物也比容易的事物更值得选择;因为在诸善之中,那些罕见、难以获取且难以得手的事物更受珍爱和热切追求。照此,德性也可以被证明比财富和健康更值得选择;因为它是罕见且难以获得的;因为正如赫西俄德所说,“在德性之前神明安置了汗水”。沉思也[比实践更值得选择];因为关于诸神的认识更为困难。美貌也[比财富更值得选择];因为这类所有物是最为困难且罕见的。此外,他说更具特有性的事物比更共通的事物更值得选择。更具特有性的事物,是指属于独一者或与少数者共同拥有的事物。照此,对人而言明智比健康更值得选择;因为前者为他所特有,而后者则是他与其他动物所共有的;知识优于体力,理性优于美貌。高贵的出身也比财富更受珍爱;因为对兼有两者的人而言它是更具特有性的。美貌也比财富更具特有性。而且对善人而言德性比财富更具特有性;因为恶人也分享财富,却绝不分享德性。同样,人们在科学或技艺中自己所发明的事物,也更加珍爱。此外,他说与恶物更不相涉的事物更值得选择。照此,节制可以被证明比自制更值得选择;因为节制摆脱了一切卑劣的欲望,而自制却具有卑劣且强烈的欲望。沉思的生活也[比实践的生活更值得选择];因为它是免于偶然烦扰的,受到的烦扰也较少。以此方式,健康也可以被证明比财富更值得选择,这是由于财富伴随着恐惧;并且节制比勇敢更值得选择,如果辛劳与创伤确实伴随着勇敢的话;高贵的出身也[比美貌更值得选择]。

语法注4 条
  1. 3.29κατά τε τὸ βέλτιον τὴν ὁμοιότητα εἶναι καὶ μὴ τοῦ μὲν ἠρέμα τοῦ δὲ μᾶλλον τὴν ὁμοιότητα λαμβάνεσθαι

    由 δεῖ 统领的两个不定式短语(κατά τε τὸ βέλτιον ... εἶναι 与 καὶ μὴ ... λαμβάνεσθαι)构成并列。前者规定相似性必须建立在更优良的特质上,后者则规定相似性的程度不能不均衡地取定(一者微弱而另一者强烈)。

  2. 3.29οὕτως ἔνεστι δεικνύναι ὑπεροψίαν * * * * ὁμοιότερον μεγαλοψυχίᾳ, ἡ δὲ θρασύτης ἀνδρείᾳ

    希腊文文本在此处存在脱文(lacuna)。根据后文的对比(ἡ δὲ θρασύτης ἀνδρείᾳ,“而鲁莽[更相似于]勇敢”),此处脱落的文字必定包含与被比较项(如“比鲁莽更值得选择”)及使“傲慢”作为“与器宇宏阔更相似”之主语的相应成分。

  3. 3.30τὰ ἄλλα ἐπ’ ἴσης ἐχόντων

    与 Δύο αἱρετῶν 一致的属格绝对结构,添加了限制条件:“在其他方面处于均等状态的两个值得选择的事物中”。

  4. 3.30τῷ τὸν πλοῦτον εἶναι μετὰ φόβου

    由中性单数与格定冠词 τῷ 统领的带冠词不定式结构,内含宾格不定式(τὸν πλοῦτον εἶναι),用作表示原因的与格(“由于财富伴随着恐惧”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:254.7-255.29