← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§252.8-254.6

基于接近善与相似于善的比较论题

亚历山大就亚里士多德《论题篇》卷三(117b10)关于“更接近且更相似于善的事物更值得选择”这一论题,探讨了应将其视为单一论题还是两个独立论题,并注解了随后的“与较优者相似”这一论题及其限制条件(相似必须建立在较优良的特质之上)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.28

" Ἄλλος τόπος, τὸ ἐγγύτερον τοῦ ἀγαθοῦ βέλτιον καὶ αἱρετώτερον, καὶ τὸ ὁμοιότερον τῷ ἀγαθῷ." Οὗτοι εἰ ὡς δύο τόποι λαμβάνοιντο, εἴη ἂν πρῶτος, ὁ λέγων τὸ ἐγγυτέρω τοῦ ἀγαθοῦ βέλτιον, ὁ αὐτὸς τῷ ἤδη προειρημένῳ τῷ “καὶ δυοῖν τὸ ἔγγιον τοῦ τέλους”· ἴσον γὰρ τὸ ἐγγυτέρω τοῦ ἀγαθοῦ καὶ τὸ “ἔγγιον τοῦ τέλους”. δῆλον γὰρ ὅτι τοῦ ἀγαθοῦ ὡς τέλους λέγει· πῶς γὰρ ἄλλως ἐγγυτέρω ἂν ἡ δικαιοσύνη ληφθείη τῷ ἀγαθῷ, εἰ μή τις λέγοι ὅτι τῷ τέλει καὶ τῇ εὐδαιμονίᾳ; ἢ δὴ τούτῳ ὁ αὐτὸς ἔσται ἢ τῷ προειρημένῳ τῷ “ἔπειτα δὲ τὸ ὅπερ τόδε τι τοῦ μὴ ἐν γένει”· καὶ γὰρ τὰ παραδείγματα, οἷς ἐπ’ αὐτοῦ χρῆται, τοιαῦτα εἶναι δοκεῖ. ἡ γὰρ δικαιοσύνη, φησί, τοῦ δικαίου ἐγγυτέρω τοῦ ἀγαθοῦ· τοῦτο δέ ἐστιν, ὅτι ἡ μὲν δικαιοσύνη ἐν γένει ἐστὶ τῇ ἀρετῇ καὶ τῷ ἀγαθῷ, ὁ δὲ δίκαιος οὐκέτι. ἢ οὐ τοῦτον δίκαιον λέγει τὸν ἔχοντα τὴν δικαιοσύνην, ἀλλὰ δίκαιόν τι, ὃ δύναται θέσει καὶ νόμῳ καὶ οὐ φύσει εἶναι τοιοῦτο. καὶ οὕτως δὲ ἡ διαφορὰ αὐτοῖς, ὅτι ἡ μὲν δικαιοσύνη ἐν γένει τῷ ἀγαθῷ, τὸ δὲ δίκαιον οὐ πάντως. καὶ οὗτος δὲ ὁ τόπος προείρηται, ὡς εἶπον. εἰ δὲ εἷς εἴη ὁ τόπος, λέγοι ἂν δι’ αὐτοῦ τὸ ἐγγυτέρω τοῦ ἀγαθοῦ βέλτιον· ἐξηγούμενος δέ, πῶς ἐγγυτέρω εἶπε, προσέθηκε καὶ τὸ ὁμοιότερον ὂν τῷ ἀγαθῷ· τὸ γὰρ οὕτως ἐγγυτέρω ὡς ὁμοιότερον αὐτῷ εἶναι, τοῦτο αἱρετώτερον. εἰ δὲ τοῦτο εἴη λέγων, τὰ παραδείγματα αὐτῷ δοκεῖ εἶναι [ἢ] ὅτι ἡ δικαιοσύνη ὁμοιότερόν ἐστι τῷ ἀγαθῷ, τοῦτ’ ἔστι τῇ εὐδαιμονίᾳ, ἢ τὸ δίκαιον πρᾶγμα ἢ ὁ δίκαιος· καὶ γὰρ οὐδὲ εἶπε ‘τὸ ἐγγυτέρω ἀγαθοῦ’, ἀλλὰ τοῦ ἀγαθοῦ καὶ τὸ ὁμοιότερον τῷ ἀγαθῷ, ὃ σημαίνοι ἂν τὸ κυριώτατον τῶν ἀγαθῶν· ἔτι ὁ μετὰ τοῦτον τόπος ἐστὶν ἀπὸ τῆς πρὸς τὰ ἄλλα ἀγαθὰ ὁμοιότητος. οὕτως ἂν δεικνύοιτο καὶ ἀρετὴ εὐτυχίας αἱρετώτερον· ἐγγυτέρω γὰρ καὶ ὁμοιότερον εὐδαιμονίᾳ· καὶ εὔκλεια ἡδονῆς· ὁμοιότερον γὰρ τῷ καλῷ. ἀλλὰ καὶ τὸ τοὺς φίλους εὖ ποιεῖν τοῦ βλάπτειν τοὺς ἐχθροὺς ὁμοιότητα μᾶλλον πρὸς τὸ καλὸν ἔχει. [καὶ] εἰ διαιροῖτο δὲ ὁ τόπος, εἴη ἂν τοῦ μὲν ἐγγυτέρω τοῦ ἀγαθοῦ παράδειγμα ἡ κατ’ ἀρετὴν ἐνέργεια καὶ αὐταὶ αἱ ἕξεις· ἐγγυτέρω γὰρ εὐδαιμονίας αἱ ἐνέργειαι· τοῦ δὲ ὁμοιοτέρου τὸ εὖ ποιεῖν τοῦ εὖ πάσχειν· ὁμοιότερον γὰρ δὴ εὐδαιμονίᾳ τὸ εὖ ποιεῖν. Προστίθησι δὲ τῷ προειρημένῳ τόπῳ ἄλλον, τὸν λέγοντα ὅτι καὶ τὸ τῷ βελτίονι ἀμφοτέρων τῶν συγκρινομένων ὁμοιότερον βέλτιον καὶ αἱρετώτερον. ὃ γνώριμον διὰ τοῦ παραδείγματος ἐποίησεν· ἐπεὶ γὰρ τοῦ Αἴαντος καὶ τοῦ Ὀδυσσέως βελτίων ὁ Ἀχιλλεύς, ὁ τούτων τῷ Ἀχιλλεῖ ὁμοιότερος βελτίων· διὸ Αἴας Ὀδυσσέως· ὁμοιότερος γὰρ Ἀχιλλεῖ. ἔνστασιν δὲ πρὸς τὸ τῷ τόπῳ προκείμενον φέρει· εἰ γὰρ μή, ᾗ βελτίων ἐστίν, ὁμοιότερός τις εἴη αὐτῷ, μὴ εἶναι τοῦ ἑτέρου τοῦ ἧττον ὁμοίου τοῦτον βελτίονα, ἂν ἐκεῖνος αὐτῷ, καθ’ ὃ βελτίων ἐστίν, ὅμοιος ᾖ. οἷον Ἀχιλλεὺς ἦν μὲν καὶ ἀνδρεῖος καὶ κατὰ τοῦτο βελτίων τοῦ τε Αἴαντος καὶ τοῦ Ὀδυσσέως, ἦν δὲ καὶ ὀργίλος· ἂν δὴ τῶν συγκρινομένων πρὸς ἀλλήλους ὁ μὲν πάνυ αὐτῷ κατὰ τὸ ὀργίλον ὅμοιος ᾖ, ὁ δ’ ἠρέμα κατὰ τὸ ἀνδρεῖον, οὐκ ἐπεὶ ὁμοιότερος αὐτῷ ὁ ὀργίλος, διὰ τοῦτο βελτίων τοῦ ἑτέρου. δεῖ δὲ καὶ τῆς λέξεως ἀκούειν τῆς τοῦ ἑτέρου ὄντος μὲν ἀγαθοῦ μὴ ὁμοίου δὲ1 ὡς λεγούσης τὸ μὴ ὁμοίου δὲ ἀντὶ τοῦ ‘μὴ ἐπ’ ἴσης δὲ ὁμοίου’· οὕτως γὰρ τὸ συγκριτικὸν σώζοιτο ἄν. ἢ δύναται καὶ ἁπλῶς εἰρῆσθαι· καὶ γὰρ ἐπὶ τοῦ ἐπιφερομένου οὐχ ἧττον λέγει τὸν ἵππον τῷ ἀνθρώπῳ ὅμοιον εἶναι τοῦ πιθήκου, ἀλλὰ τὸν μὲν πίθηκον ἐπὶ τὰ γελοιότερα ὅμοιον, τὸν δ’ ἵππον οὐδ’ ὅλως ὅμοιον. δύναται γάρ τις, ὥς φησιν, ὅμοιός τινι εἶναι καὶ ἐπὶ τὸ γελοιότερον, ὡς πίθηκος ἀνθρώπῳ. ὃς οὐκ ἐπεὶ οὕτως ὅμοιός ἐστιν ἀνθρώπῳ βελτίονι ὄντι καὶ τοῦ πιθήκου καὶ τοῦ ἵππου,2 ἤδη βελτίων ἔσται τοῦ ἵππου. δεῖ οὖν τὴν ὁμοιότητα ἐπὶ τὰ βελτίονα εἶναι καὶ μὴ ἐπὶ τὰ γελοιότερα, εἰ μέλλοι ὁ ὁμοιότερος τῷ βελτίονι βελτίων εἶναι. οὕτως ὁ διδοὺς τοῦ λαμβάνοντος δεικνύοιτ’ ἂν βελτίων· ὁμοιότερος γὰρ θεῷ· καὶ θεωρία πράξεως διὰ τὸ αὐτό.

“另一论题:更接近善的事物更为优良且更值得选择,以及与善更相似的事物。” 如果把这些当作两个论题来看待,那么主张更接近善的事物更为优良的第一点,就会与之前已经说过的“在两者之中更接近目的的事物”相同;因为更接近善与“更接近目的”是等同的。因为显然他是把善当作目的来说的;否则,若非有人说是[更接近]目的与幸福,正义又如何会被认为更接近善呢?或者它确实与这个相同,或者与之前说过的“其次,比起不在属中的事物,其自身恰恰是这一类事物的事物”相同;因为他在讨论它时所使用的例子似乎正是这类情况。因为他说,正义比起“正义的”更接近善;这意思是说,正义以德性与善为属,而正义之人则不再如此。或者,他说“正义的”并不是指具有正义的这个人,而是指某种因约定与法律而非因本性可以是如此的正义事物?即使这样,它们之间的差别也是:正义以善为属,而正义事物并不必然如此。而且正如我说过的,这个论题之前也已经被说过了。另一方面,如果这是一个论题,他大概是通过它主张更接近善的事物更为优良;而在解释他如何说是“更接近”时,他又补充了“也是与善更相似的”;因为那如此接近以致于与它更相似的事物,才是更值得选择的。如果他指的是这个,那么在他看来例子就是正义比起正义事物或正义之人与善(即幸福)更相似;因为他确实没有说“更接近某种善”,而是说了更接近“那善”且与“那善”更相似,这可以指诸善中最根本者;此外,紧随其后的论题是基于与其他诸善的相似性。照此,德性也可以被证明比幸运更值得选择;因为它更接近且更相似于幸福;而美名也比快乐[更值得选择];因为它与崇高更相似。而且施惠于朋友比起伤害敌人,也与崇高具有更多的相似性。另一方面,如果这个论题被分开,那么更接近善的事物的例子就会是合乎德性的现实活动与品格状态自身;因为现实活动更接近幸福;而更相似的事物的例子则是施善而非受惠;因为施善确实与幸福更相似。 他在前述论题上又增加了另一个论题,即主张:与比被比较的两者都更为优良者更相似的事物,也更为优良且更值得选择。他通过例子使这一点为人熟知:因为阿喀琉斯比埃阿斯和奥德修斯都更为优良,所以他们之中与阿喀琉斯更相似的人便更为优良;因此埃阿斯优于奥德修斯;因为他与阿喀琉斯更相似。但他对论题所设定的前提提出了异议:因为若某人不是在其更为优良的方面与他更相似,那么只要另一个人在其更为优良的方面与他相似,这个人就不会优于那个相似度较低的另一个人。例如,阿喀琉斯既勇敢并因而优于埃阿斯与奥德修斯,但他也易怒;那么,在彼此比较的人当中,如果一个人在易怒上与他极其相似,而另一个人在勇敢上稍有相似,却不会因为易怒者与他更相似,就因此优于另一个人。而且应当将“在另一个人虽善却不相似时”这一文句理解为:他是用“不相似”代替了“不相等地相似”;因为这样比较级才能得以保留。或者这也可以纯粹从字面上来理解;因为在接下来的内容中,他并没有说马比起猴子来更不相似于人,而是说猴子是在较滑稽的方面相似,而马则根本不相似。因为正如他所说,一个人也可以在较滑稽的方面与某人相似,就像猴子之于人一样。猴子并不会因为以这种方式相似于兼优于猴子和马的人,就立即优于马。因此,如果与较优者更相似的人要成为较优者,相似性就应当是在较优良的方面,而不是在较滑稽的方面。以此方式,给予者可以被证明优于接受者;因为他与神更相似;而沉思优于实践也是出于同样的理由。

语法注2 条
  1. 3.28τῆς τοῦ ἑτέρου ὄντος μὲν ἀγαθοῦ μὴ ὁμοίου δὲ

    阴性属格单数冠词 τῆς 将亚里士多德原文中的属格独立结构引文(τοῦ ἑτέρου ὄντος μὲν ἀγαθοῦ μὴ ὁμοίου δὲ)整体实质化,并与前面的 τῆς λέξεως(词句、表达)构成同位关系。动词 ἀκούειν 在此并非指感官上的“听见”,而是表示“理解、领会”,支配表达词句的属格,并接 ὡς 引导的分词(ὡς λεγούσης)作补足语。

  2. 3.28ὃς οὐκ ἐπεὶ οὕτως ὅμοιός ἐστιν ἀνθρώπῳ βελτίονι ὄντι καὶ τοῦ πιθήκου καὶ τοῦ ἵππου, ἤδη βελτίων ἔσται τοῦ ἵππου

    主格关系代名词 ὃς 用作连接性关系词,指代前文的 πίθηκος(猴子)。句子的核心结构是 οὐκ ἐπεὶ ... ἤδη ...(并不因……就因此/立即……),否定词 οὐκ 修饰主句谓语动词 ἔσται,否定了从前提直接推出“猴子比马更优良”这一必然结论。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:252.8-254.6