- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:251.5-252.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大详细阐述了依据相反者、丧失、生成和获得的比较论题的具体应用(如学习与锻炼、正义与健康),并解释了一方随带另一方时的例外限制条件。
ἀσπίδος μὲν γὰρ ἀποβολὴ οὐ δι’ ἐναντίου· ἀλλ’ οὐδὲ τὸ ἐπιλανθάνεσθαι ἐναντίον ἐστὶ τῷ εἰδέναι, ἀποβολὴ ὂν ἐπιστήμης, ὥσπερ οὐδὲ τὸ ἐμπίπλασθαι, ἀποβολὴ ὂν ὑγείας, ἐναντίον ἐστὶν αὐτῇ· καὶ εἰ τὸ ἐπιλανθάνεσθαι τοῦ ἐμπίπλασθαι φευκτότερον, καὶ ἐπιστήμη ὑγείας αἱρετώτερον. εἰ δὲ ἡ τῆς νόσου ἀποβολὴ αἱρετωτέρα τῆς ἀποβολῆς τῆς ἀγνοίας, φευκτοτέρα νόσος ἀγνοίας· πάλιν εἰ ἡ τῆς ἀρετῆς ἀποβολὴ φευκτοτέρα τῆς τῆς ὑγείας ἀποβολῆς, καὶ ἀρετὴ ὑγείας αἱρετώτερον. νόσος δὲ καὶ πενία ἐναντία ὑγείας καὶ πλούτου· καὶ ὡς ἐπὶ τῶν φθορῶν καὶ τῶν ἀποβολῶν, οὕτως καὶ ἐπὶ τούτων καὶ τῶν τοιούτων ἔχει. ὧν γὰρ τὰ ἐναντία φευκτότερα, ὡς ὧν αἱ φθοραὶ ἢ ἀποβολαὶ [ἢ τὰ ἐναντία] φευκτότερα, ταῦτα αἱρετώτερα, καὶ ὧν αἱρετώτερα τὰ ἐναντία, ταῦτα φευκτότερα, προσκειμένου τοῦ ‘ἂν μὴ συνεπιφέρηται τὸ ἕτερον τῷ ἑτέρῳ’·1 διὰ τοῦτο γὰρ νόσου φευκτοτέρας οὔσης ἢ καχεξίας οὐκ ἔστιν ὑγεία αἱρετωτέρα εὐεξίας, ὅτι ἡ εὐεξία συνεπιφέρει τὴν ὑγείαν. οὕτως, ἐπεὶ ἀδικία ἀσωτίας φευκτοτέρα, καὶ δικαιοσύνη ἐλευθεριότητος αἱρετωτέρα. Ἔμπαλιν δὲ ἐπὶ τῶν γενέσεών τε καὶ λήψεων ἔχει μόνον,2 ὡς καὶ αὐτὸς λέγει· ὧν γὰρ αἱ γενέσεις τε καὶ αἱ λήψεις αἱρετώτεραι, καὶ αὐτὰ αἱρετώτερα, καὶ ὧν φευκτότεραι, καὶ αὐτὰ φευκτότερα. εἰ γὰρ τὸ μανθάνειν τοῦ γυμνάζεσθαι αἱρετώτερον, καὶ ἔστι τὸ μὲν μανθάνειν ἐπιστήμης γένεσις τὸ δὲ γυμνάζεσθαι ὑγείας, καὶ ἐπιστήμη ὑγείας αἱρετώτερον. καὶ εἰ τὸ γυμνάζεσθαι τοῦ χρηματίζεσθαι αἱρετώτερον, εἴη ἂν καὶ πλούτου ὑγεία αἱρετωτέρα. καὶ εἰ τὸ αἰδημόνως 〈καὶ〉 ὀφειλόντως ζῆν τοῦ καταφρονητικῶς καὶ ἀναισχύντως αἱρετώτερον, καὶ ἔστι τὸ μὲν φιλοσόφου βίου ποιητικὸν τὸ δὲ ἀγοραίου, καὶ ὁ φιλόσοφος τοῦ ἀγοραίου αἱρετώτερος. καὶ εἰ τὸ χαίρειν μᾶλλον τῷ εἰδέναι ἢ τῷ φαίνεσθαι 〈τοῦ χαίρειν ἧττον τῷ εἰδέναι ἢ τῷ φαίνεσθαι〉 αἱρετώτερον, καὶ τὸ μὲν φιλοσόφου ἤθους ἐστὶ ποιητικὸν τὸ δὲ σοφιστικοῦ, καὶ τὸ φιλόσοφον εἶναι τοῦ σοφιστὴν αἱρετώτερον. πάλιν εἰ τὸ ἐπιλανθάνεσθαι τῶν αἰσχρῶν αἱρετώτερον τοῦ ὑγιάζεσθαι, ἡ ἄγνοια τῶν αἰσχρῶν αἱρετώτερον ὑγείας. καὶ εἰ τὸ ὑπέχειν δίκην ἁμαρτάνοντα τοῦ ὑγιάζεσθαι αἱρετώτερον 〈, καὶ δικαιοσύνη ὑγείας αἱρετώτερον〉· πάλιν δέ, εἰ τὸ λαμβάνειν βιαίως τὰ ἀλλότρια τοῦ νόσον λαμβάνειν φευκτότερον, καὶ ἀδικία νόσου φευκτότερον. καὶ εἰ τὸ μανθάνειν τοῦ χρηματίζεσθαι αἱρετώτερον, καὶ ἐπιστήμη πλούτου· ἄμφω γὰρ λαμβάνειν τί ἐστι, καὶ τὸ μανθάνειν καὶ τὸ χρηματίζεσθαι.3 αὐτὸς μέντοι τοῖς τόποις ἐχρήσατο πρὸς μόνην τὴν τῶν αἱρετωτέρων δεῖξιν.
因为盾牌的丧失并非通过相反者而来;但遗忘也不是知晓的相反者,它乃是知识的丧失,正如暴饮暴食是健康的丧失因而并不与健康相反一样;如果遗忘比暴饮暴食更应当避免,那么知识也比健康更值得选择。而如果疾病的丧失比无知的丧失更值得选择,那么疾病就比无知更应当避免;再者,如果德性的丧失比健康的丧失更应当避免,那么德性也比健康更值得选择。疾病与贫困是健康与财富的相反者;正如在消灭与丧失的情形中一样,在这些事物以及诸如此类的事物中情况也是如此。因为凡其相反者更应当避免的事物——正如凡其消灭或丧失更应当避免的事物一样——就更值得选择;而凡其相反者更值得选择的事物,自身就更应当避免,附带的条件是:“只要一者并不随带另一者”。因为正是由于这个缘故,尽管疾病比病弱更应当避免,但健康并不比健壮更值得选择,因为健壮随带健康。同样,既然不正义比挥霍更应当避免,正义也就比慷慨更值得选择。然而在生成与获得的情形中,正如他自己所说,关系恰恰相反:因为凡其生成与获得更值得选择的事物,其自身也更值得选择;凡其生成与获得更应当避免的事物,其自身也更应当避免。因为如果学习比锻炼更值得选择,并且学习是知识的生成,而锻炼是健康的生成,那么知识也比健康更值得选择。如果锻炼比赚钱更值得选择,那么健康也比财富更值得选择。如果谦逊而规矩地生活比轻慢而无耻地生活更值得选择,并且前者产生哲学家的生活,后者产生市侩的生活,那么哲学家也比市侩更值得选择。如果相比于表象更因知晓而喜悦,比相比于表象更少因知晓而喜悦更值得选择,并且前者产生哲学家的品质,后者产生智者的品质,那么成为哲学家也比成为智者更值得选择。再者,如果遗忘可耻之事比恢复健康更值得选择,那么对可耻之事的无知就比健康更值得选择。如果犯错者接受惩罚比恢复健康更值得选择,正义也比健康更值得选择;反过来,如果强行掠夺他人之物比患病更应当避免,那么不正义也比疾病更应当避免。如果学习比赚钱更值得选择,那么知识也比财富[更值得选择];因为学习和赚钱两者都是获得某种事物。不过,他本人利用这些论题仅仅是为了证明更为值得选择的事物。
- 3.27προσκειμένου τοῦ ‘ἂν μὴ συνεπιφέρηται τὸ ἕτερον τῷ ἑτέρῳ’
独立属格结构,其中带有中性单数属格冠词 τοῦ 的条件从句(“只要一者并不随带另一者”)被名词化,充当分词 προσκειμένου 的主语,表述了附加在规则之上的限制条件。
- 3.27Ἔμπαλιν δὲ ἐπὶ τῶν γενέσεών τε καὶ λήψεων ἔχει μόνον
ἔχει 作不及物动词使用,意为“处于……状态”(即 οὕτως ἔχει)。Ἔμπαλιν(“相反地”)指明,消灭、丧失及相反者呈现反向相关(破坏者越应避免则对象越值得选择),而在生成与获得的情形中则是同向的(生成越值得选择则对象自身越值得选择)。
- 3.27ἄμφω γὰρ λαμβάνειν τί ἐστι, καὶ τὸ μανθάνειν καὶ τὸ χρηματίζεσθαι
在 λαμβάνειν τί ἐστι(“是获得某种事物”)中,不定式 λαμβάνειν 充当述语名词,全句的主语是 ἄμφω(“两者”),后接同位语短语 καὶ τὸ μανθάνειν καὶ τὸ χρηματίζεσθαι(“学习和赚钱两者”)加以具体说明。
