← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§250.3-251.5

基于生成消灭与丧失的比较论题

亚历山大解释了亚里士多德如何将《论题篇》第二卷中基于生成与消灭的绝对论题转换运用于第三卷的比较性选择,并探讨了“消灭”与“丧失”的区别(不可逆的匮乏与可逆的丧失,或不可分离的品质与可分离的财产)以及补充“相反者”的缘由。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.27#1

" Ἔτι ἐκ τῶν φθορῶν καὶ τῶν ἀποβολῶν καὶ τῶν γενέσεων καὶ τῶν λήψεων καὶ τῶν ἐναντίων." Τόποις ἐχρήσατο ἐν τῷ δευτέρῳ εἰς κατασκευὴν τοῦ ἢ αἱρετόν τι εἶναι ἢ φευκτὸν τοῖς ἀπὸ τῶν φθορῶν καὶ τῶν γενέσεων καὶ τῶν ποιητικῶν τε καὶ φθαρτικῶν οὕτως·1 οὗ τὰ φθαρτικὰ φευκτά, τοῦτο αἱρετόν, καὶ οὗ τὰ ποιητικὰ αἱρετά, καὶ αὐτὸ αἱρετόν· ἔμπαλιν δέ, οὗ μὲν τὰ φθαρτικὰ αἱρετά, αὐτὸ φευκτόν, οὗ δὲ τὰ ποιητικὰ φευκτά, φευκτὸν καὶ αὐτό. τούτους δὴ ἐπὶ συγκριτικὸν μεταφέρει· εἰ γὰρ οὗ τὸ φθαρτικὸν φευκτόν, τοῦτο αἱρετόν, καὶ οὗ τὸ φθαρτικὸν φευκτότερον, τοῦτο αἱρετώτερον. οὕτως δεικνύοιτο ἂν ὑγείας ἐπιστήμη αἱρετώτερον· φευκτότερον γὰρ ἡ λήθη, τὸ τῆς ἐπιστήμης φθαρτικόν, τῆς νόσου, ἣ τῆς ὑγείας ἐστὶ φθαρτικόν. ἀλλὰ καὶ ἐπιστήμης πλοῦτος, εἴ γε φευκτότερον ἀσωτία φθαρτικὴ οὖσα πλούτου λήθης, ἣ ἐπιστήμης ἐστὶ φθαρτική. τὸ δὲ τῶν ἀποβολῶν ἤτοι ἐκ παραλλήλου εἶπε τῷ τῶν φθορῶν (τὰ γὰρ αὐτὰ ἐπὶ τῶν φθορῶν ἁρμόζει καὶ ἐπὶ τῶν ἀποβολῶν), ἢ φθοραὶ μὲν ἂν εἶεν τούτων ὧν οὐκ ἔστιν ἐπάνοδος οὐδὲ ἀνάληψις, ὡς ἐπὶ τῶν στερήσεων, ἀποβολαὶ δὲ τούτων ἃ καὶ ἀναλαβεῖν πάλιν οἷόν τε τὸν ἀποβαλόντα. τυφλότης μὲν γὰρ καὶ κωφότης φθοραί· διό, εἰ ἡ τῆς ὄψεως φθορὰ φευκτοτέρα τῆς φθορᾶς τῆς ἀκοῆς, αἱρετωτέρα ἂν ἡ ὄψις τῆς ἀκοῆς δεικνύοιτο. ἀποβολαὶ δὲ [καὶ] ἐπὶ ὑγείας καὶ πλούτου, ἃ καὶ ἀναληφθῆναι ἀποβληθέντα δύναται· εἰ γὰρ ἡ τῆς ὑγείας ἀποβολὴ τῆς τοῦ πλούτου φευκτοτέρα, εἴη ἂν ἡ ὑγεία τοῦ πλούτου αἱρετωτέρα. ἀλλ’ εἰ ἐπὶ τούτων αἱ φθοραί, πῶς ἂν ἔτι εἶεν αἱρεταί τινες φθοραί; αὗται γὰρ ἔσονται τῶν στερήσεων φθαρτικαί· οὐχ οἷόν τε δὲ στερήσεων εἶναι φθοράν. μήποτ’ οὖν φθορὰ μὲν ἐπὶ τῶν ἀχωρίστων λέγεται,2 ὧν ἡ ἀποβολὴ διὰ φθορᾶς γίνεται διὰ τὸ μὴ δύνασθαι αὐτὰ σώζεσθαι χωρισθέντα τῶν ἐν οἷς ἐστι· τοιαῦται δέ εἰσιν αἵ τε ποιότητες καὶ αἱ ἕξεις. ἡ δὲ ἀποβολὴ ἐπὶ τῶν χωρίζεσθαι δυναμένων, ὁποῖά ἐστι τὰ κτήματα· εἰ γὰρ ἡ τοῦ χωρίου ἀποβολὴ φευκτοτέρα τῆς ἀποβολῆς τῆς οἰκίας, τὸ χωρίον τῆς οἰκίας αἱρετώτερον. προσέθηκε δὲ τὸ καὶ τῶν ἐναντίων, ὅτι ὡς ἐπ’ ἐκείνων οὕτως ἔχει καὶ ἐπὶ τῶν ἐναντίων πάλιν· ἐπεὶ γὰρ τῶν ἀποβολῶν αἱ μὲν δι’ ἐναντίων παρουσίαν γίνονται, αἱ δὲ αὐτὸ 〈τοῦτο〉 μόνον εἰσίν, ἀποβολαί, προσέθηκε ταῖς ἀποβολαῖς τὰ ἐναντία.

“此外,依据消灭、丧失、生成、获得以及相反者。” 在第二卷中,他曾以下述方式利用依据消灭、生成、产生者以及破坏者的论题,来确立某物要么是值得选择的,要么是应当避免的:凡其破坏者是应当避免的,此物就是值得选择的;凡其产生者是值得选择的,此物自身也是值得选择的;反之,凡其破坏者是值得选择的,此物自身就是应当避免的;凡其产生者是应当避免的,此物自身也是应当避免的。如今他将这些论题转移至比较性的判断上:因为如果其破坏者应当避免的事物是值得选择的,那么其破坏者更应当避免的事物就更值得选择。这样一来,知识就可以被表明比健康更值得选择;因为遗忘作为知识的破坏者,比疾病作为健康的破坏者更应当避免。但是,财富[也可以被表明]比知识更值得选择,如果作为财富破坏者的挥霍比作为知识破坏者的遗忘更应当避免的话。至于“丧失”,他要么是作为“消灭”的平行表达而言的(因为适用于消灭的同样道理也适用于丧失),要么,消灭是指那些不可重返也不可重新恢复的事物的消灭,如同在匮乏的情形中那样,而丧失则是指丧失者还可以重新恢复的事物的丧失。因为失明和失聪属于消灭;因此,如果视觉的消灭比听觉的消灭更应当避免,那么视觉就可以被表明比听觉更值得选择。而丧失则属于健康和财富的情形,它们在被丧失之后还可以被重新获得;因为如果健康的丧失比财富的丧失更应当避免,那么健康就比财富更值得选择。然而,如果消灭属于这些[不可逆的]事物,那么怎能还会有某些消灭是值得选择的呢?因为这些消灭将成为匮乏的破坏者;但是匮乏是不可能发生消灭的。因此,或许消灭是指那些不可分离的事物而言的,由于它们从其所在之物中分离出来就无法得以保全,其丧失乃是通过消灭而发生的;性质和状态就是此类事物。而丧失则是指那些能够被分离的事物而言的,正如财产那样;因为如果田产的丧失比房屋的丧失更应当避免,那么田产就比房屋更值得选择。他之所以补充说“以及相反者”,是因为正如在那些事物上一样,在相反者上情况同样如此;因为在各种丧失中,有些是通过相反者的出现而发生的,而有些则仅仅本身就是丧失,所以他在丧失之外又加上了相反者。

语法注2 条
  1. 3.27Τόποις ἐχρήσατο ἐν τῷ δευτέρῳ εἰς κατασκευὴν τοῦ ἢ αἱρετόν τι εἶναι ἢ φευκτὸν τοῖς ἀπὸ τῶν φθορῶν καὶ τῶν γενέσεων καὶ τῶν ποιητικῶν τε καὶ φθαρτικῶν οὕτως

    主句谓语动词 ἐχρήσατο 支配被隔开的与格名词短语 Τόποις ... τοῖς ἀπὸ τῶν φθορῶν...,其间插入了表示目的的介词短语 εἰς κατασκευὴν τοῦ ἢ αἱρετόν τι εἶναι ἢ φευκτόν(带冠词的不定式短语)。整体结构为:“他在第二卷中,为了确立某物要么是值得选择的,要么是应当避免的,以下述方式利用了基于消灭、生成、产生者和破坏者的论题”。

  2. 3.27μήποτ’ οὖν φθὰρ μὲν ἐπὶ τῶν ἀχωρίστων λέγεται

    μήποτε 连用直陈式现在时 λέγεται 是用于引入假设性推论或提议的惯用表达(“或许……”,“难道不是……”)。它在此用于提出替代方案,以解决紧接在前文提出的难问(如果消灭是不可逆的匮乏,则匮乏本身不可消灭,从而不存在值得选择的消灭)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:250.3-251.5