- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:248.9-250.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大解释了《论题篇》卷三第二章中的三个论题:善在其发挥更大效力的适当时机中更值得选择;在一切或大多数适当时机中更有用的善更值得选择;若人人拥有则使另一方不再被需要的善更值得选择;并借助各项德性(明智、勇敢、节制、正义)及友爱的具体例证梳理了这些论证逻辑。
" Καὶ ἕκαστον ἐν ᾧ καιρῷ μεῖζον δύναται." Διὰ τούτου τοῦ τόπου δείκνυσιν ὅτι τῶν αἱρετῶν ἕκαστον αἱρετώτερόν ἐστιν ἐν ἐκείνῳ τῷ καιρῷ ἐν ᾧ πλεῖον δύναται. δύναται δὲ ἕκαστον πλεῖον, ὅτε καὶ μάλιστά ἐστιν αὐτοῦ χρεία· δείκνυσι γὰρ τὴν ἑκάστου δύναμιν ἡ χρεία μάλιστα, καὶ εἰκότως. τὸν γὰρ πεπληρωμένον ἤδη οὔτε ἥδεσθαι οὔτε λυπεῖσθαι λέγει, ἥδεσθαι δὲ τὸν ἐν ἐνδείᾳ τρεφόμενον. καὶ ὁ μὲν μὴ ὁρῶν τι ἡδὺ ἢ μὴ ἀκούων τινὸς τοιούτου οὔτε ἥδεται οὔτε λυπεῖται, ἥδεται δὲ ὁ ἐν τούτοις ὤν. οἷον ἐπεὶ αἱρετὸν ἡ ἀλυπία, εἰσὶ δὲ οἱ γέροντες τῶν νέων ἐπιλυπότεροι (ἡ γὰρ νεότης φαιδρότητα ἔχει σύμφυτον), ἐν τῷ γήρᾳ ἡ ἀλυπία αἱρετωτέρα ἢ ἐν νεότητι· πλεῖον γὰρ ἰσχύει τότε· κατισχύει γὰρ τῆς λύπης ἐν τούτοις οὔσης πλείονος, καὶ μᾶλλον αὐτῆς χρεία τότε. ἀλλὰ καὶ ἡ φρόνησις αἱρετὴ οὖσα αἱρετωτέρα ἐστὶν ἐν τῷ γήρᾳ· μᾶλλον γὰρ ταύτης χρεία τοῖς γεγηρακόσιν, ἐπεὶ οὗτοι καὶ ἀπαιτοῦνται τοῦτο, καὶ ἐγχειρίζεται τούτοις ὅσα δεῖται φρονήσεως (τοὺς γὰρ νέους οὐδὲν ἀπαιτοῦσι τοιοῦτον), καὶ ἀκριβὴς ἡ [τῆς ἰσχύος] τῆς φρονήσεως ἐξέτασις1 ἐπὶ τούτων γίνεται. πάλιν ἡ ἀνδρεία τοῖς νέοις καὶ ἐν ταύτῃ τῇ ἡλικίᾳ αἱρετωτέρα· μᾶλλον γὰρ χρεία τοῖς νέοις τούτου, καὶ τοῦτο ἀπαιτοῦνται ὡς προσῆκον αὐτοῖς. ὁμοίως καὶ ἡ σωφροσύνη μᾶλλον ἐν τοῖς νέοις ἰσχύει· οὗτοι γάρ εἰσιν οἱ ὑπὸ ἡδονῶν ἐνοχλούμενοι μάλιστα, πρὸς ἃς σωφροσύνης δεῖ. τούτῳ δὲ τῷ λόγῳ δεικνύοιτο ἂν καὶ πενία μὲν ἐν γήρᾳ φευκτότερον (διὰ γὰρ ἀσθένειαν τὸ γῆρας πλειόνων δεῖται), ἀσθένεια δὲ ἐν νεότητι· μάλιστα γὰρ οὗτοι ἰσχύος δέονται.
“并且,每一事物在其具有更大效力的适当时机中[更值得选择]。” 通过这一论题,他表明在值得选择的事物中,每一事物在自身具有更大效力的那个适当时机中更值得选择。而每一事物在对其需要最大的时候具有更大效力;因为需要最能显示出每一事物的效力,而这是合乎情理的。因为他说,已经饱足的人既不感到快乐也不感到痛苦,而在匮乏中进食的人感到快乐。并且,既没有看见某种令人愉悦之物也没有听见任何此类之物的人,既不感到快乐也不感到痛苦,但处于这些事物之中的人则感到快乐。例如,既然免除痛苦是值得选择的,而老年人比年轻人更容易感受痛苦(因为青年拥有先天的爽朗),那么在老年中免除痛苦比在青年中更值得选择;因为那时它具有更大的效力:因为它压倒了在这些人身上更大的痛苦,并且那时对它的需要更大。此外,明智作为值得选择的事物,在老年中也更值得选择;因为老年人对它的需要更大,既然人们向他们要求这种品质,需要明智的事务也托付给他们(因为人们对年轻人绝不要求任何此类事物),而且对于明智的严格检验是在他们身上进行的。反之,勇敢对于年轻人并在这个年龄阶段更值得选择;因为年轻人对勇敢的需要更大,并且作为与他们相宜的品质,勇敢被要求于他们。同样,节制在年轻人中也具有更大效力;因为他们正是最受快乐困扰的人,针对这些快乐需要节制。按照这一道理,也可以表明贫困在老年中更应当避免(因为由于衰弱,老年需要更多的东西),而衰弱在青年中更应当避免;因为他们最需要力量。
"Καὶ ὃ ἐν παντὶ καιρῷ ἢ ἐν τοῖς πλείστοις χρησιμώτερον." Εἰπὼν ἐν παντὶ ἀσφαλέστερον ἐποίησε τὸ λεγόμενον προσθεὶς τὸ ἐν τοῖς πλείστοις. σαφὴς δὲ καὶ οὗτος ὁ τόπος· τῶν γὰρ ἐπ’ ἴσης ἀλλήλοις αἱρετῶν εἶναι δοκούντων αἱρετώτερον οὗ ἐν παντὶ καιρῷ δεόμεθα ἢ οὗ μή. οὕτως δικαιοσύνη καὶ σωφροσύνη ἀνδρείας αἱρετωτέρα δεικνύοιτο ἄν, ὅτι δικαιοσύνης μὲν καὶ σωφροσύνης ἐν παντὶ καιρῷ χρεία (καὶ γὰρ καὶ ἐν πολέμῳ καὶ ἐν εἰρήνῃ), ἀνδρείας δὲ ἐν πολέμῳ μόνῳ. εἴη δ’ ἂν οὐκ ἀμφοτέρας ἅμα συγκρίνων2 τῇ ἀνδρείᾳ, τὴν δικαιοσύνην καὶ τὴν σωφροσύνην, ἀλλὰ ἰδίᾳ ἑκατέραν. οὕτως ἂν αἱρετωτέρα δεικνύοιτο ἡ φρόνησις τῶν ἄλλων ἀρετῶν ἁπασῶν· ἐκείνων μὲν γὰρ ἑκάστη περὶ ἀφωρισμένα τινά, ἡ δὲ φρόνησις περὶ πάντα. οὐ περὶ τῶν τελείων δὲ ἀρετῶν λέγοι ἄν· ἐκεῖναι γὰρ ἅμα εἰσὶν ἀλλήλαις. ἢ εἰ καὶ ἅμα, ἀλλ’ οὐχὶ καὶ αἱ κατ’ αὐτὰς ἐνέργειαι ἅμα οὐδὲ ἡ χρεία αὐτῶν.
“而且,在一切适当时机中或在大多数适当时机中更有用的事物[更值得选择]。” 在说了“在一切”之后,他通过补充“在大多数适当时机中”,使得所说的话更为稳妥。这一论题也是明晰的;因为在那些彼此看似同样值得选择的事物中,我们在一切适当时机中都需要的事物,比并非如此的事物更值得选择。这样一来,正义和节制就可以被表明比勇敢更值得选择,因为正义和节制在一切适当时机中都需要(在战争中和在和平中都是如此),而勇敢仅在战争中需要。不过,他并不是将正义和节制两者一并与勇敢进行比较,而是将二者各自单独地作比较。这样一来,明智就可以被表明比所有其他德性都更值得选择;因为那些德性中的每一种都关涉某些被限定的事物,而明智关涉一切事物。不过,他大概不是在谈论完满的德性;因为那些德性是彼此相伴共存的。或者即使它们相伴共存,依循它们而来的现实活动并非同时发生,对它们的需求也非同时发生。
"Καὶ ὃ πάντων ἐχόντων μηδὲν θατέρου δεόμεθα.3" Δύο τινῶν αἱρετῶν εἰ τὸ μὲν τοιοῦτον εἴη ὥστε, εἰ πάντες αὐτὸ ἔχοιεν, ἀναιρεῖσθαι τὴν τοῦ ἑτέρου χρείαν καὶ μηδὲν αὐτοῦ δεῖσθαι, τὸ δὲ τοιοῦτον εἴη ὥστε, κἂν πάντες αὐτὸ ἔχωσι, χρείαν αὐτοὺς ἔχειν καὶ τοῦ ἑτέρου, αἱρετώτερόν φησιν εἶναι τοῦτο ὃ ἔχοντες οὐδὲν ἔτι τοῦ ἑτέρου δεόμεθα. τούτῳ τῷ τόπῳ χρωμένους ἔνεστι δεικνύειν αἱρετώτερον ἀνδρείας δικαιοσύνην. δικαίων μὲν γὰρ πάντων ὄντων οὐδὲν ἀνδρείας δεῖ, εἴ γε πρὸς πολέμους μὲν ἡ ἀνδρεία χρήσιμος, ἀναιρεῖται δὲ ὁ πόλεμος, εἰ πάντες εἶεν δίκαιοι· καρτερίας γὰρ ἀλλ’ οὐκ ἀνδρείας δοκεῖ εἶναι τὸ πρὸς τομὰς καὶ ἀλγηδόνας ἀντέχειν· πάντων μέντοι ἀνδρείων ὄντων χρεία δικαιοσύνης· οὐ γὰρ ἀναιρεῖται τὰ συναλλάγματα, πρὸς ἃ δικαιοσύνης χρεία, ἀλλὰ καὶ πρὸς αὐτοὺς τοὺς πολέμους χρεία δικαιοσύνης. ὅτι δὲ μὴ τὰς τελείας ἀρετὰς λαμβάνει, διὰ τῶν παραδειγμάτων δῆλον. οὕτως πάλιν φιλία δικαιοσύνης αἱρετωτέρα· οἱ μὲν γὰρ φίλοι οὐδὲν δικαιοσύνης δέονται, οἱ δὲ δίκαιοι φιλίας δέονται.
“而且,当所有人都拥有它时我们丝毫不需要另一方的事物[更值得选择]。” 他说,如果在某两件值得选择的事物中,一件是这样的性质,即如果所有人都拥有它,对另一方的需要就被取消,我们丝毫不需要另一方;而另一件是这样的性质,即纵使所有人都拥有它,他们也需要另一方,那么,我们拥有它就不再需要另一方的这件东西就更值得选择。运用这一论题,可以表明正义比勇敢更值得选择。因为如果所有人都是正义的,就丝毫不需要勇敢,如果勇敢确实对战争有用,而如果所有人都是正义的,战争就会被消除;因为忍受切割和痛苦似乎属于坚忍而非勇敢;然而,即使所有人都是勇敢的,也需要正义;因为正义所必需的契约交易并未被消除,甚至对于战争本身也需要正义。他所取的并不是完满的德性,这一点通过这些例证显而易见。同样,友爱再次比正义更值得选择;因为朋友之间丝毫不需要正义,而正义之人却需要友爱。
- 3.24ἐξέτασις
略去括号中作为校勘删除或异文存疑的 [τῆς ἰσχύος],将 τῆς φρονήσεως 视作附属于 ἐξέτασις 的宾格性属格,构成“在他们身上进行对明智的严格检验”之意。
- 3.25εἴη δ’ ἂν οὐκ ἀμφοτέρας ἅμα συγκρίνων
由 εἴη ἄν 与现在分词 συγκρίνων 构成的迂回式潜势祈愿语气结构。承接上下文,其省略的主语指亚里士多德,表达一种限定性的判断:“他并不是将二者一并与勇敢比较,而是将各自单独作比较”。
- 3.26ὃ πάντων ἐχόντων μηδὲν θατέρου δεόμεθα
中性宾格关系代词 ὃ 在属格独立结构 πάντων ἐχόντων 内部在意义上充当分词 ἐχόντων 的直接宾语,同时统领后附的从句 μηδὲν θατέρου δεόμεθα,形成“若所有人都拥有它,我们便丝毫不需要另一方的事物”的嵌套结构。
