← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§23.20-25.12

几何学中的谬误推理与伪图题实例

亚历山大解释了亚里士多德在101a13中关于几何学谬误推理的论述,通过半圆的不当作图和连线,具体阐明了导致“三角形两边等于第三边”或“两边小于第三边”的两个伪图题实例,并指出这种谬误推理与证明推论相对应。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.5

" Ἀλλ’ ἐκ τῶν οἰκείων μὲν τῇ ἐπιστήμῃ λημμάτων." Ὅτι λήμματα αἱ προτάσεις παρὰ Ἀριστοτέλει, σημειωτέον. τῷ δὲ τῷ γὰρ ἢ τὰ ἡμικύκλια περιγράφειν μὴ ὡς δεῖ ἢ γραμμάς τινας ἄγειν μὴ ὡς ἂν ἀχθείησαν δύναται καὶ ἁπλῶς κεχρῆσθαι,1 καθόλου περὶ τὰ τοιαῦτα γινομένων τῶν ψευδογραφημάτων, δύναται καὶ ὡς παράδειγμα αὐτὸ εἰρηκέναι ψευδογραφήματος. ἔστι γάρ τι κατὰ γεωμετρίαν ψευδογράφημα παρὰ τὸ μήτε τὰ ἡμικύκλια περιγράφειν ὡς δεῖ μήτε τὰς γραμμὰς ἄγειν ὡς ἂν ἀχθείησαν, τὸ μὲν δεικνύον τὰς δύο πλευρὰς τοῦ τριγώνου τῇ λοιπῇ ἴσας, τὸ δὲ καὶ ἐλάττους τὰς δύο τῆς λοιπῆς· κεῖται δὲ δεδειγμένον ἐν γεωμετρίᾳ ὅτι παντὸς τριγώνου αἱ δύο πλευραὶ τῆς λοιπῆς μείζους εἰσὶ πάντη μεταλαμβανόμεναι.2 ἴσας μὲν οὖν τὰς δύο τῇ λοιπῇ ὁ ψευδογραφῶν διὰ τῆς τῶν ἡμικυκλίων μὴ δεούσης περιγραφῆς καὶ τῆς τῶν γραμμῶν ἐπιζεύξεως μὴ προσηκούσης οὕτω δείκνυσι. λαβὼν εὐθεῖαν τὴν Α Β δίχα τέμνει κατὰ τὸ Γ καὶ περὶ ἑκατέραν τῶν Α Γ, Γ Β ἡμικύκλια περιγράφει ἁπτόμενα ἀλλήλων κατὰ τὸ Θ σημεῖον, τεμνόντων ἄλληλα κατὰ τοῦτο τῶν Α Θ Γ, Γ Θ Β. καὶ τὰ κέντρα λαβὼν τῶν ἡμικυκλίων, τοῦ μὲν Α Θ Γ τὸ Δ τοῦ δὲ Γ Θ Β τὸ Ε, ἀπὸ τοῦ Θ, καθ’ ὃ ἅπτεται ἀλλήλων τὰ ἡμικύκλια, εὐθείας ἐπὶ τὰ κέντρα τὰ Δ, Ε ἐπιζεύγνυσι. γίνεται δὴ τρίγωνον τὸ Δ Θ Ε. καὶ ἐπεὶ ἐκ τοῦ κέντρου εἰσὶν Δ Θ, Δ Γ ἐν τῷ Α Θ Γ ἡμικυκλίῳ, ἴσαι εἰσὶν ἀλλήλαις· διὰ τὰ αὐτὰ δὲ καὶ αἱ Ε Θ, Ε Γ· καὶ γὰρ αὗται ἐκ τοῦ κέντρου εἰσὶν ἐν τῷ Γ Θ Β ἡμικυκλίῳ. αἱ ἄρα δύο πλευραὶ τοῦ τριγώνου αἱ Δ Θ, Θ Ε τῇ βάσει τοῦ τριγώνου, τῇ Δ Ε εἰσὶν ἴσαι. καὶ διὰ μὲν τούτου δείκνυσι τὰς δύο τοῦ τριγώνου πλευρὰς ἴσας τῇ λοιπῇ, οὔτε τὰ ἡμικύκλια περιγράψας ὡς δεῖ (οὐ γὰρ οἷόν τε αὐτὰ ἅπτεσθαι κατὰ τὸ Θ σημεῖον ἀλλήλων, ἀλλὰ μόνον κατὰ τὸ Γ, ἀφ’ οὗ ἤρξαντο περιγράφεσθαι), οὔτε τὰς γραμμὰς ἄγων ὡς ἂν ἀχθείησαν. οὐ γὰρ οἷόν τε ἀπὸ τῆς ἁφῆς τῶν ἡμικυκλίων ἀχθῆναί τινας γραμμὰς ἐπὶ τὰ κέντρα τῶν ἡμικυκλίων ποιούσας τρίγωνον· αἱ γὰρ ἀγόμεναι ἀπὸ τῆς ἁφῆς οὐκ ἄλλαι τινές εἰσιν ἢ ἐφ’ ὧν τὰ κέντρα· ἡ γὰρ ἁφὴ αὐτῶν κατὰ τὸ Γ. πάλιν δὲ οἱ μείζω τὴν μίαν τῶν δύο ψευδογραφοῦντες οὕτω δεικνύουσι διὰ τῆς τῶν ἡμικυκλίων περιγραφῆς καὶ τῆς τῶν γραμμῶν ἐπιζεύξεως. λαβόντες εὐθεῖαν τὴν Α Β ἐπ’ αὐτῆς σύνεγγυς ἀλλήλων λαμβάνουσι σημεῖα τὰ Γ, Δ, καὶ περὶ ἑκατέραν τῶν Α Γ, Δ Β εὐθειῶν ἡμικύκλια περιγράφουσι τέμνοντα ἄλληλα ἢ ἁπτόμενα ἀλλήλων κατὰ τὸ Ε σημεῖον, καὶ ἀπὸ τοῦ Ε σημείου, καθ’ ὃ ἅπτεται ἀλλήλων τὰ ἡμικύκλια, ἐπὶ τὰ κέντρα τῶν ἡμικυκλίων τὰ Ζ, Η εὐθείας ἐπιζευγνύουσι. γίνεται δὴ τρίγωνον τὸ Ε Ζ Η. καὶ ἐπεὶ ἐκ τοῦ κέντρου αἱ Ε Ζ, Ζ Γ, ἴσαι ἀλλήλαις εἰσίν· ἴσαι δὲ καὶ αἱ Η Ε, Η Δ· καὶ γὰρ αὗται ἐκ τοῦ κέντρου εἰσὶ τοῦ Η ἐν τῷ Β Ε Δ ἡμικυκλίῳ· αἱ δύο δὴ πλευραὶ τοῦ τριγώνου αἱ Ε Ζ, Ε Η ἴσαι εἰσὶ ταῖς Ζ Γ, Δ Η, αἵ εἰσιν ἐλάττους τῆς Ζ Η βάσεως τοῦ τριγώνου. ὥστε αἱ δύο τοῦ τριγώνου πλευραὶ αἱ Ζ Ε, Ε Η γίνονται τῆς λοιπῆς τῆς Ζ Η ἐλάττους. πάλιν οὖν τὸ ψευδογράφημα παρά τε τὴν περιγραφὴν τῶν ἡμικυκλίων (οὐ γὰρ οἷόν τε τὰ οὕτως περιγραφόμενα ἡμικύκλια ἢ τέμνειν ἄλληλα ἢ ὅλως ἅπτεσθαι ἀλλήλων) καὶ παρὰ τὴν τῶν γραμμῶν ἐπίζευξιν· οὐ γὰρ δεόντως ἤχθησαν αἱ Ε Ζ, Ε Η εὐθεῖαι ὡς ἀπὸ τῆς τῶν ἡμικυκλίων τομῆς· αὗται δὲ ἦσαν αἱ τὸ τρίγωνον ποιοῦσαι. εἴη δ’ ἄν, ὡς τῷ διαλεκτικῷ παράκειται ὁ σοφιστικὸς ὁ ἐκ φαινομένων ἐνδόξων, οὕτω καὶ οὗτος ὁ παραλογισμὸς τῷ ἀποδεικτικῷ τῷ ἐκ τῶν οἰκείων τῷ προκειμένῳ ἀρχῶν παρακείμενος3 τοὺς λόγους ἄγων ἐπὶ ψεῦδος διά τινων ψευδῶν.

“然而固然出于该科学固有的假定。” 应当指出,在亚里士多德那里,“假定”指的就是前提。此外,对于“因为正是由于未按应当的方式描画半圆,或者未按能够被作出的方式引出某些线”这一表述,他既可能仅仅是一般性地使用它(因为伪图题普遍发生在诸如此类的事情上),也可能是将其作为伪图题的一个具体实例提出来的。因为在几何学中,确实存在某种由于既未按应当的方式描画半圆,又未按能够被作出的方式引线而产生的伪图题:一种是证明三角形的两边等于其余一边,另一种甚至证明两边小于其余一边;而在几何学中已经证明并确立了:在任意三角形中,以任何方式任意选取的两边之和都大于其余一边。那么,绘制伪图者正是通过不当的半圆描画以及不合规的连线,按如下方式证明两边等于其余一边的:取一直线ΑΒ,在Γ处将其二等分,并在ΑΓ和ΓΒ的每一段上各画一个半圆,使它们在Θ点互相接触,ΑΘΓ与ΓΘΒ在此点相交。接着取这两个半圆的圆心,ΑΘΓ的圆心为Δ,ΓΘΒ的圆心为Ε,从半圆互相接触的Θ点向圆心Δ、Ε各连接一条直线。于是形成了三角形ΔΘΕ。由于ΔΘ与ΔΓ在半圆ΑΘΓ中是出自圆心的线(半径),它们彼此相等;出于同样的原因,ΕΘ与ΕΓ也相等,因为它们在半圆ΓΘΒ中也是出自圆心的线。因此,三角形的两边ΔΘ与ΘΕ等于三角形的底边ΔΕ。通过这种方式,他证明了三角形的两边等于其余一边,但他既没有按应当的方式描画半圆(因为它们不可能在Θ点互相接触,而只能在它们开始被描画的Γ点相接触),也没有按能够被作出的方式引线;因为不可能从半圆的接触点向半圆的圆心引出能够构成三角形的线;因为从接触点引出的线除了圆心所在的线之外别无他物(因为它们的接触点是在Γ处)。 另一方面,那些绘制伪图以表明一条边大于两边的人,通过半圆的描画与连线按如下方式进行证明:取一直线ΑΒ,在其上取彼此靠近的点Γ、Δ,在直线ΑΓ、ΔΒ的每一段上各画一个在Ε点相交或互相接触的半圆,从半圆互相接触的Ε点向半圆的圆心Ζ、Η连接直线。于是形成了三角形ΕΖΗ。由于ΕΖ与ΖΓ是出自圆心的线,它们彼此相等;ΗΕ与ΗΔ也相等,因为它们在半圆ΒΕΔ中也是出自圆心Η的线。因此,三角形的两边ΕΖ与ΕΗ等于ΖΓ与ΔΗ,而它们小于三角形的底边ΖΗ。从而三角形的两边ΖΕ与ΕΗ变得小于其余一边ΖΗ。因此,伪图题再次既是由于描画半圆(因为以这种方式描画的半圆根本不可能相交或互相接触),也是由于连线;因为直线ΕΖ与ΕΗ虽像是从半圆交点引出的,却并非合规地被作出的;而正是这些线构成了三角形。 正如出于看似有声望的前提的智者推论并列于辩证推论一样,这种谬误推理大概也是并列于出于所讨论主题固有的原理的证明推论,通过某些虚假前提将论证导向虚假。

语法注3 条
  1. 1.5τῷ δὲ τῷ γὰρ ἢ τὰ ἡμικύκλια περιγράφειν μὴ ὡς δεῖ ἢ γραμμάς τινας ἄγειν μὴ ὡς ἂν ἀχθείησαν δύναται καὶ ἁπλῶς κεχρῆσθαι

    句首的与格短语 τῷ δὲ [τῷ γὰρ... ἀχθείησαν] 作为其后动词不定式 κεχρῆσθαι 的支配对象(与格补足语),引用句被冠词 τῷ 名词化。未明言的主语是亚里士多德,主要动词 δύναται 统辖两个并列的不定式 κεχρῆσθαι 与 εἰρηκέναι。

  2. 1.5πάντη μεταλαμβανόμεναι

    几何学命题(参见欧几里得《几何原本》卷一命题20)中的惯用套语。分词 μεταλαμβανόμεναι 表条件或方式,意为“无论以何种方式任取两边组合”,表示任意两边之和都必然大于第三边。

  3. 1.5εἴη δ’ ἄν, ὡς τῷ διαλεκτικῷ παράκειται ὁ σοφιστικὸς ὁ ἐκ φαινομένων ἐνδόξων, οὕτω καὶ οὗτος ὁ παραλογισμὸς τῷ ἀποδεικτικῷ τῷ ἐκ τῶν οἰκείων τῷ προκειμένῳ ἀρχῶν παρακείμενος

    主句包含带有 ἄν 的潜在希求法动词 εἴη ἄν,与分词 παρακείμενος 构成迂说谓语结构(εἴη ἂν... παρακείμενος,“大概也是并列于……”)。ὡς... οὕτω... 的关联结构将辩证推论与智者推论的关系同证明推论与科学谬误推理的关系进行了类比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:23.20-25.12