- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:246.14-248.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《论题篇》卷三第2章(117a16–117a23),考察基于善的数量的选择标准(无条件还是包含关系)、手段与目的不可并计的反驳、伴随非善的善优于多数善的情形,以及在相同事物中附加快乐或免除痛苦的作用。
" Ἔτι τὰ πλείω ἀγαθὰ τῶν ἐλαττόνων, ἢ ἁπλῶς, ἢ ὅταν τὰ ἕτερα ἐν τοῖς ἑτέροις ἐνυπάρχῃ." Τὰ πλείω φησὶν ἀγαθὰ τῶν ἐλαττόνων αἱρετώτερα εἶναι, ἢ ἁπλῶς, ὅταν διαφέροντα ἀλλήλων λαμβάνηται, οἷον ὑγεία καὶ εὐγένεια καὶ πλοῦτος καὶ μνήμη τιμῆς καὶ ἰσχύος (ἁπλῶς γὰρ ταῦτα εἴληπται διαφέροντα ἀλλήλων τῷ ἐν τοῖς ἑτέροις μηδὲν τῶν ἑτέρων εἶναι),1 ἢ οὐχ ἁπλῶς, ἀλλ’ ὅταν τὰ ἕτερα ἐν τοῖς ἑτέροις, τὰ [δὲ] ἐλάττω ἐν τοῖς πλείοσιν ᾖ περιεχόμενα. δοκεῖ δὲ τοῦτο ἀληθέστερον εἶναι. ἐπὶ γὰρ τῶν ἁπλῶς καὶ πάντῃ ἑτέρων οὐκ ἀληθές· δύναται γὰρ τὰ ἐλάττω κατ’ ἀριθμὸν τῶν πλειόνων αἱρετώτερα εἶναι, ἂν ᾖ τὰ μὲν ἐλάττω μείζω τὰ δὲ πλείω μὴ τοιαῦτα· δικαιοσύνη γὰρ μετὰ φρονήσεως αἱρετωτέρα ὑγείας, πλούτου, ἰσχύος, κάλλους, εὐγενείας, ἅμα λαμβανομένων. οὐκέτι δὲ τοῦτ’ ἂν γένοιτο, εἰ τὰ ἐλάττω ἐν τοῖς πλείοσιν· ὑγεία γὰρ καὶ πλοῦτος καὶ τιμὴ καὶ εὐγένεια αἱρετώτερα ὑγείας καὶ πλούτου. Εἰπὼν δὲ τὸν τόπον ἔνστασίν φησιν ἔχειν αὐτόν· μὴ γὰρ πάντως τὰ πλείω τῶν ἐλαττόνων εἶναι αἱρετώτερα, ἂν τὰ μὲν περιέχῃ, τὰ δὲ περιέχηται. ὅταν γὰρ λαμβάνηται δύο ἀγαθά, τὸ τέλος καὶ τὸ ἐκείνου χάριν, οἷον τὸ ὑγιάζεσθαι καὶ ἡ ὑγεία, καὶ συγκρίνηται πρὸς τὴν ὑγείαν, ἥτις ἐνυπῆρχε τοῖς πρώτοις ῥηθεῖσιν ἀγαθοῖς δύο, οὐκ ἔστι τῆς ὑγείας αἱρετώτερα τὰ δύο, καίτοι πλείονα ὄντα, ἐπειδὴ τὸ ὑγιάζεσθαι τῆς ὑγείας ἕνεκεν αἱρούμεθα. ὁμοίως ἡ ἐπιστήμη μετὰ τοῦ μανθάνειν οὐκ ἔστιν αἱρετωτέρα τῆς ἐπιστήμης μιᾶς οὔσης δύο ὄντα, ὅτι τὸ μανθάνειν διὰ τὴν ἐπιστήμην αἱρούμεθα. ἀλλ’ οὐδὲ εὐδαιμονία μετὰ τῶν ἀρετῶν αἱρετωτέρα τῆς εὐδαιμονίας μόνης, ἐπεὶ ἐν τῇ εὐδαιμονίᾳ περιέχονται καὶ αἱ ἀρεταί. ἀλλὰ καὶ ἐν τῷ πόλιν εὐεργετεῖν περιέχεται τὸ καὶ τοὺς οἰκείους, ὥστε οὐκ ἂν εἴη ἀμφότερα αἱρετώτερα τοῦ τὴν πόλιν εὖ ποιεῖν. καὶ ἡ εὐεξία δὲ ἐν αὑτῇ τὴν ὑγείαν περιέχουσα οὐ γίνεται ταύτῃ αἱρετωτέρα. οὐ γὰρ συναριθμεῖται τοῖς περιέχουσί τινα τὰ περιεχόμενα ὑπ’ αὐτῶν, ὡς ἐν τῷ πρώτῳ τῶν Ἠθικῶν ἐρρέθη, τοῦτ’ ἔστιν οὐ συγκρίνεται· διὸ δεῖ προσδιορίζεσθαι τὸ ἐν τούτοις εἶναι τὰ πλείω καὶ περιέχοντα ἀγαθὰ αἱρετώτερα τῶν ἐλαττόνων καὶ περιεχομένων, ἐν τοῖς συναριθμεῖσθαι πεφυκόσι.2
“此外,多数的善胜于少数的善,或者无条件地如此,或者在一方内在于另一方之中时如此。” 他说,多数的善比少数的善更值得选择,或者无条件地如此,即当它们被取为彼此有别的事物时,例如健康、高贵的出身、财富以及对荣誉和力量的记忆(因为通过一方中不存在另一方的任何要素,这些事物被取为无条件地彼此有别);或者并非无条件地如此,而是在一方在另一方之中,即少数的善被包含在多数的善之中时。而后者似乎更真实。因为在无条件且全盘有别的事物上,这是不真实的;因为如果少数的善更大,而多数的善并非如此,那么数量上较少的善完全可能比数量较多的善更值得选择:因为正义伴随明智,比健康、财富、力量、美貌和高贵出身一并被选取更值得选择。但如果少数的善在多数的善之中,这种情况就不会再发生:因为健康、财富、荣誉和高贵出身,确实比健康和财富更值得选择。 在陈述了这一论题之后,他说它含有一个反驳:因为绝非在任何情况下多数的善都比少数的善更值得选择,即便一者包含而另一者被包含。因为每当选取两个善——目的和为了目的之物,例如受到医治与健康——并将其与健康作比较(而健康原本就内在于首先言及的两个善之中)时,这两者尽管数量更多,却并不比健康更值得选择,既然我们是为了健康才选择受到医治。同样,知识连同学习尽管是两者,却并不比知识单独一者更值得选择,因为我们是为了知识才选择学习。而且,伴随诸德性的幸福也绝不比单独的幸福更值得选择,既然在幸福之中诸德性也已被包含。而且在造福城邦之中,也已包含了造福亲属,因此这两者并不比优待城邦更值得选择。并且,包含着健康于自身的良好体质,也并不因此变得更值得选择。因为正如在《伦理学》第一卷中所言,被包含在某些事物之下的事物,是不能与包含它们的事物一并计算的,也就是不能相互比较;因此必须进一步限定:多数且包含性的善胜于少数且被包含的善,乃是在本性上适合一并计算的事物之中。
"Καὶ μὴ ἀγαθὰ δὲ ἀγαθῶν οὐδὲν κωλύει εἶναι αἱρετώτερα." Λέγει ὅτι καὶ ἀγαθόν τι μετὰ μὴ ἀγαθοῦ οὐδὲν κωλύει πλειόνων ἀγαθῶν αἱρετώτερον εἶναι· οὐ γὰρ πάντα μὴ ἀγαθὰ ληφθέντα ἀγαθῶν αἱρετώτερα ἂν εἴη, ἀλλ’ εἰ ἀγαθῷ μὴ ἀγαθόν τι συντεθείη·3 ἐκεῖνο γὰρ ἀδύνατον. δυνάμει δὲ τὴν ἔνστασιν, ἣν ἡμεῖς εἰρήκαμεν πρὸς τὸ πρῶτον εἰρημένον, τὸ ὅτι τὰ πλείω ἀγαθὰ τῶν ἐλαττόνων ἁπλῶς αἱρετώτερα, τίθησι διὰ τούτων. σωφροσύνη γὰρ μετά τινος ἀδιαφόρου, οἷον ληκυθίου ἢ ἰόνθου ἢ οὐλότητος τριχῶν ἢ στάσεως ἢ τοῦ περιπατεῖν, ἢ καὶ κακοῦ τινος τῶν μικρῶν, οἷον ἀδοξίας, ὑγείας καὶ πλούτου καὶ ἰσχύος αἱρετώτερον· εἰ δὲ καὶ μετὰ κακοῦ τινος οὖσα ἡ σωφροσύνη αἱρετωτέρα ὁμοῦ πλειόνων ἀγαθῶν, οἷον πλούτου, εὐγενείας, δόξης, δῆλον ὅτι καὶ μόνη ἂν εἴη αὐτῶν αἱρετωτέρα· οὕτως δ’ οὐκέτ’ ἂν τὰ πλείω ἀγαθὰ τῶν ἐλαττόνων αἱρετώτερα εἴη, οὐδ’ ἂν μὴ τέλος ᾖ τῶν πλειόνων τὸ ἀντιτιθέμενον αὐτοῖς. ὁμοίως δὲ καὶ εὐδαιμονία μετά τινος ἀδιαφόρου αἱρετωτέρα δικαιοσύνης καὶ ἀνδρείας.
“而且非善之物完全可以比善更值得选择。” 他说,伴随有非善之物的某个善,完全可以比多数的善更值得选择;因为并非所有的非善之物单独被取时都会比善更值得选择,而是在某个非善之物与善相结合时如此:因为前者是不可能的。他在实质上正通过这些话,提出了我们针对首先所言之事(即多数的善无条件地比少数的善更值得选择)所作的反驳。因为节制伴随某种无差别之物,例如小油瓶、粉刺、头发卷曲、站立或散步,甚至伴随某种微小之恶,例如恶名,都比健康、财富和力量更值得选择;但是,如果即便伴随某种恶,节制也比同时被取的多数的善(例如财富、高贵出身和名声)更值得选择,那么显然节制即使单独存在,也会比它们更值得选择;这样一来,多数的善就绝不再比少数的善更值得选择,即便与多数之物相对立的并不是它们的目的。同样,伴随某种无差别之物的幸福,也比正义与勇敢更值得选择。
"Καὶ τὰ αὐτὰ μετὰ ἡδονῆς μᾶλλον ἢ ἄνευ ἡδονῆς." Οὐκ ἄλλων πρὸς ἄλλα σύγκρισιν ὁ τόπος οὗτος ποιεῖται, ἀλλ’ αὐτῶν πρὸς αὐτά· τὰ γὰρ αὐτὰ ἀγαθὰ μεθ’ ἡδονῆς αἱρετώτερα ἢ χωρὶς ἡδονῆς, οἷον ἀνδρεία μεθ’ ἡδονῆς αἱρετωτέρα ἢ χωρὶς ταύτης. ἢ εἰ καὶ ἡ ἡδονὴ εἴη τῇ αὑτῆς φύσει ἀγαθόν, εἴη ἂν καὶ ἐνταῦθα τὰ πλείω ἀγαθὰ τῶν ἐλαττόνων αἱρετώτερα δεικνὺς τῷ τὰ ἐλάττω ἐν τοῖς πλείοσι περιέχεσθαι. ἔτι καὶ εἰ μὴ μετὰ ἡδονῆς τὰ αὐτὰ ἀγαθὰ εἴη ἀλλὰ μετὰ ἀλυπίας, αἱρετώτερα γίνεται, καὶ εἰκότως· τὰ γὰρ αὐτὰ ἀγαθὰ ἔλαττον αἱρετώτερα γίνεται μετὰ κακοῦ τινος ἢ εἰ χωρὶς τούτου λαμβάνοιτο. δῆλος δέ ἐστι τὴν ἀλυπίαν ἄλλο τι τῆς ἡδονῆς λέγων.4
“并且,同一事物伴随快乐胜于不伴随快乐。” 这一论题并非在不同的事物之间进行比较,而是在相同事物自身之间进行比较;因为同样的善,伴随快乐比不伴随快乐更值得选择,例如伴随快乐的勇敢胜于不伴随快乐的勇敢。或者,如果快乐按其本性也是一种善,那么他在这里也同样是通过少数之物被包含在多数之物之中,表明多数的善比少数的善更值得选择。此外,即便同样的善所伴随的不是快乐而是免除痛苦,它们也会变得更值得选择,这合乎情理;因为同样的善伴随某种恶,比起不伴随这种恶而被选取,值得选择的程度会降低。而显然,他所说的免除痛苦乃是异于快乐的某种东西。
- 3.21τῷ ἐν τοῖς ἑτέροις μηδὲν τῶν ἑτέρων εἶναι
由与格定冠词 τῷ 引导的带否定词的宾格不定式短语(表示原因或根据),意为“通过一方之中不存在另一方的任何要素”,用以说明前文 ἁπλῶς ... διαφέροντα(无条件地彼此有别)的依据。
- 3.21διὸ δεῖ προσδιορίζεσθαι τὸ ἐν τούτοις εἶναι τὰ πλείω καὶ περιέχοντα ἀγαθὰ αἱρετώτερα τῶν ἐλαττόνων καὶ περιεχομένων, ἐν τοῖς συναριθμεῖσθαι πεφυκόσι.
在非人称动词 δεῖ 之后,由定冠词 τὸ 引导的宾格不定式从句(τὸ ... εἶναι)作为不定式 προσδιορίζεσθαι 的宾语(或真主语)。句末的介词短语 ἐν τοῖς συναριθμεῖσθαι πεφυκόσι(“在本性上适合一并计算的事物之中”)对句中前面的 ἐν τούτοις 进行了具体限定。
- 3.22οὐ γὰρ πάντα μὴ ἀγαθὰ ληφθέντα ἀγαθῶν αἱρετώτερα ἂν εἴη, ἀλλ’ εἰ ἀγαθῷ μὴ ἀγαθόν τι συντεθείη
这里的 οὐ ... πάντα 结合语境指“并非所有非善之物单独被选取时能够比善更值得选择”(如后文 ἐκεῖνο γὰρ ἀδύνατον 所示)。条件从句 εἰ ... συντεθείη 带有祈愿语气,与主句中的潜在祈愿式 ἂν εἴη 相呼应。
- 3.23δῆλος δέ ἐστι τὴν ἀλυπίαν ἄλλο τι τῆς ἡδονῆς λέγων
δῆλός ἐστι 搭配分词(λέγων)的人称句构,相当于非人称的 δῆλόν ἐστιν ὅτι(“显然他在说……”)。ἄλλο τι τῆς ἡδονῆς 中的属格 τῆς ἡδονῆς 为比较/分离属格,意为“异于快乐的某种东西”。
