← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§244.29-246.13

时间上先在与后随的伴随项之比较

亚里士多德《论题篇》卷三第二章(117a5)关于依据伴随项进行比较的论题,亚历山大论述了时间上先在与后随的伴随项之区别,并阐明如何依据论证目的选择和对照运用它们。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.20#2

καὶ ἔστιν ὡς ἐπὶ τὸ πολὺ τῶν ἑπομένων τοῖς αἱρετοῖς τὰ ὕστερα τῶν πρώτων βελτίω· τῷ γὰρ μανθάνειν ὡς μὲν πρῶτον ἕπεται τὸ ἀγνοεῖν (εἰ γὰρ μανθάνει, ἠγνόει· ἐν ὑποθέσει γὰρ ἡ ἀκολουθία),1 ὡς δὲ ὕστερον τὸ ἐπίστασθαι (εἰ γὰρ μεμάθηκεν, ἐπίσταται), καὶ τῷ θεραπεύεσθαι ὡς μὲν πρῶτον τὸ νοσεῖν (εἰ γὰρ θεραπεύεται, νοσεῖ), ὡς δὲ δεύτερον τὸ ὑγιαίνειν (εἰ γὰρ θεραπεύεται, ὑγιανεῖ), καὶ τῷ χρηματίζεσθαι ὡς μὲν πρῶτον ἡ πενία, ὡς δὲ δεύτερον τὸ ἔχειν χρήματα, [καὶ τῷ χρόνῳ] καὶ τοῖς γινομένοις ὡς μὲν πρότερον τὸ μὴ εἶναι, ὡς δ’ ὕστερον τὸ εἶναι. καὶ ἔμπαλιν ἐπὶ τοῦ φθείρεσθαι καὶ ὅλως ἐπὶ τῶν φευκτῶν· καὶ γὰρ τῇ νόσῳ ὡς μὲν πρῶτον ἡ ὑγεία, ὡς δ’ ὕστερον ἡ φθορά, καὶ τῇ ἀπωλείᾳ ὡς μὲν πρῶτον ἡ κτῆσις, ὡς δ’ ὕστερον ἡ ἀπορία, καὶ ἐπὶ τῶν ἀνδραποδιζομένων πρότερον μὲν ἡ ἐλευθερία, ὕστερον δὲ ἡ δουλεία. ὥστε ἔστιν ἐφ’ ὧν τὸ μὲν πρῶτον βέλτιον, χεῖρον δὲ τὸ δεύτερον. Δείξας δὲ τὸ διττὸν τῶν ἑπομένων δεῖν φησιν ἀεὶ τοῦτο λαμβάνειν τῶν ἑπομένων ὃ πρὸς τὴν τοῦ προκειμένου δεῖξιν χρήσιμον. ἐκ μὲν γὰρ τῶν ὕστερον ἑπομένων ἀγαθῶν δείξομεν τὸ μανθάνειν τοῦ ὑγιάζεσθαι αἱρετώτερον, ἐπεὶ τῷ μὲν ἐπιστήμη τῷ δὲ ὑγεία ἕπεται, μεῖζον δὲ ἀγαθὸν ὑγείας ἐπιστήμη, τὸ δὲ ἐπίστασθαι τοῦ ὑγιαίνειν, ἐπεὶ τῷ μὲν ἕπεται τὸ εὖ διακεῖσθαι τὴν ψυχήν, τῷ δὲ τὸ εὖ τὸ σῶμα ἔχειν ἔλαττον ὂν ἐκείνου. πάλιν δὲ ἐκ τῶν κακῶν τῶν ἑπομένων ὕστερον δειχθήσεται τὸ φιλοθέωρον εἶναι τοῦ ἰσχύειν τῷ σώματι αἱρετώτερον· ἕπεται γὰρ τοῖς μὲν φιλοθεώροις κακὸν ἡ τῶν ἀναγκαίων ἀμέλεια καὶ ἄγνοια, τοῖς δ’ ἰσχυροῖς τὰ σώματα θρασύτης καὶ ἀδικία μεῖζον οὖσα κακὸν τῆς τῶν ἀναγκαίων ἀμελείας τε καὶ ἀγνοίας. ἐκ δὲ τῶν ὕστερον ἑπομένων ἀγαθῶν τε καὶ κακῶν δεικνύοιτ’ ἂν τὸ πολεμοῦντα ἀποθνήσκειν αἱρετώτερον τοῦ φεύγοντα δουλεύειν· τοῖς μὲν γὰρ ἐν πολέμῳ ἀποθανοῦσιν ἕπεται ἀγαθὸν μὲν ἡ εὔκλεια, κακὸν δὲ τὸ ἐλεεῖσθαι, τοῖς δὲ φυγοῦσιν ἀγαθὸν μὲν τὸ ζῆν, κακὸν δὲ ἡ δουλεία· εἰ δὴ καὶ ζωῆς εὔκλεια μεῖζον ἀγαθὸν καὶ τὸ ἐλεεῖσθαι δουλείας ἔλαττον κακόν, κατ’ ἄμφω ἂν αἱρετώτερον εἴη πολεμοῦντα ἀποθνήσκειν τοῦ φεύγοντα δουλεύειν. διὰ δὲ τῶν πρώτων ἑπομένων ἀγαθῶν τε καὶ κακῶν δεικνύοιτ’ ἂν πάλιν τὸ μανθάνειν τοῦ ὑγιάζεσθαι αἱρετώτερον· τοῦ μὲν γὰρ ἡγεῖται τὸ βουλεύεσθαι ἀγνοίας ἀπαλλαγῆναι, τοῦ δὲ τὸ νόσου, καὶ ἔστιν ἀμφοτέρων αἱρετῶν ὄντων τὸ βουλεύεσθαι ἀγνοίας ἀπαλλαγῆναι αἱρετώτερον· ὥστε καὶ τὸ ᾧ τοῦτο ἕπεται αἱρετώτερον.2 ἔμπαλιν δὲ ἔχει τὰ ἡγούμενα αὐτῶν κακά· τοῦ μὲν γὰρ μανθάνειν ἄγνοια ἡγεῖται, τοῦ δὲ ὑγιάζεσθαι νόσος, καὶ ἔστιν ἔλαττον κακὸν νόσος ἀγνοίας· ὥστε κατὰ τοῦτο αἱρετώτερον ἂν φαίνοιτο τὸ ὑγιάζεσθαι τοῦ μανθάνειν. ἢ οὐ κυρίως ταῦτα ἑπόμενα·3 διὸ ὑπάγοιτο ἂν τόπῳ ἄλλῳ τῳ ἀξιοῦντι αἱρετώτερον εἶναι δι’ οὗ μείζονός τις κακοῦ παύεται ἢ δι’ οὗ ἐλάττονος. ἔνεστι δὲ πρὸς τὸ χρήσιμον τοῦ προκειμένου καὶ ἐναλλὰξ λαμβάνειν τοῦ μὲν τὸ πρότερον ἑπόμενον τοῦ δὲ τὸ ὕστερον. ἐπιστήμην γὰρ ἡδονῆς αἱρετωτέραν δείξομεν λαμβάνοντες τῆς μὲν ἐπιστήμης τὸ πρότερον ἑπόμενον αὐτῇ (τοῦτο δέ ἐστι τὸ μανθάνειν) τῆς δὲ ἡδονῆς τὸ ὕστερον· ἔστι δὲ τοῦτο τὸ ἀπολελαυκέναι· καὶ ἐπεὶ αἱρετώτερον τὸ μανθάνειν τοῦ ἀπολελαυκέναι, εἴη ἂν καὶ ἐπιστήμη ἡδονῆς αἱρετωτέρα.

大体而言,在值得选择之物的伴随项中,后随者优于先在者:因为对于学习而言,作为先在者伴随的是不知(因为若某人正在学习,他此前是无知的;因为这后承关系是基于假设的),而作为后随者伴随的是知晓(因为若他已经学成,他就知晓了);对于接受治疗而言,作为先在者伴随的是患病(因为若他正在接受治疗,他就是有病的),而作为第二者伴随的是健康(因为若他正在接受治疗,他就将健康);对于赚钱而言,作为先在者伴随的是贫困,而作为第二者伴随的是拥有财富;[依时间而言]对于生成之物,作为先在者伴随的是不存在,而作为后随者伴随的是存在。在败坏的情形中,以及总的来说在应回避之物的情形中,情况则恰恰相反:因为对于疾病而言,作为先在者伴随的是健康,而作为后随者伴随的是毁损;对于丧失而言,作为先在者伴随的是占有,而作为后随者伴随的是匮乏困窘;在沦为奴隶的人们身上,先在的是自由,而后随的则是奴役。因此,在某些情形中,先在者较优,而第二者较差。 在指明了伴随项的双重性质后,他说应当始终选取伴随项中对于证明眼前论题有用者。因为依据后随的伴随之善,我们将证明学习比受到医治更值得选择,既然伴随前者的是科学知识,伴随后者的是健康,而科学知识是比健康更大的善;并且知晓比处于健康状态[更值得选择],既然伴随前者的是灵魂处于良好状态,而伴随后者的是肉体处于良好状态,而后者逊于前者。再次,依据后随的伴随之恶,将证明热爱沉思比肉体强健更值得选择;因为伴随热爱沉思者的是作为恶的对必需之物的疏忽与不知,而伴随肉体强健者的是狂妄与不义,而狂妄与不义是比对必需之物的疏忽与不知更大的恶。而依据后随的伴随之善与恶二者,可以证明力战而死比逃跑为奴更值得选择:因为对于阵亡者而言,伴随的善是美名,而伴随的恶是被同情,但对于逃跑者而言,伴随的善是活着,而伴随的恶是奴役;因此,如果美名确实是比生命更大的善,且被同情是比奴役更小的恶,那么依这两方面而言,力战而死都将比逃跑为奴更值得选择。然而,借助先在的伴随之善与恶,也可以再次证明学习比受到医治更值得选择:因为引领前者的,是决意摆脱无知,而引领后者的,则是[决意摆脱]疾病,在二者皆值得选择的情况下,决意摆脱无知是更值得选择的;因此,这一项所伴随的事物也是更值得选择的。但先行于它们之恶则相反:因为先行于学习的是无知,而先行于受到医治的是疾病,且疾病是比无知更小的恶;因此依此而言,受到医治似乎将比学习更值得选择。或者,这些并不是严格意义上的伴随项;因此这或许可以归入另一个论题,该论题认为,借以摆脱更大之恶的事物,比借以摆脱较小之恶的事物更值得选择。此外,根据眼前论题的需要,交替选取一者的先在伴随项与另一者的后随伴随项也是可能的。因为我们若选取属于知识的先在伴随项(即学习),以及属于快乐的后随伴随项(即已经享乐),便能证明知识比快乐更值得选择;既然学习比已经享乐更值得选择,知识也将比快乐更值得选择。

语法注3 条
  1. 3.20ἐν ὑποθέσει γὰρ ἡ ἀκολουθία

    意为“因为这后承关系是基于假设的”。承接前文的条件句“因为若某人正在学习,他此前是无知的”(εἰ γὰρ μανθάνει, ἠγνόει),解释无知并非与学习同时并存,而是在假设性的条件后承关系中作为先在项伴随学习。

  2. 3.20ὥστε καὶ τὸ ᾧ τοῦτο ἕπεται αἱρετώτερον

    主语是带有关系从句的中性单数名词短语 τὸ ᾧ τοῦτο ἕπεται(“这一项[即决意摆脱无知]所伴随的事物”,即“学习”)。此处在时间上先行的前提或动机(ἡγεῖται)在广义上也同样被视为伴随项(ἕπεται)。

  3. 3.20ἢ οὐ κυρίως ταῦτα ἑπόμενα

    连词 ἤ 引入了注释者对疑难(aporia)的修正与自答(“或者说……”)。针对将先在的恶(无知与疾病)视作伴随项会导致相反结论(受到医治更值得选择)的难题,他指出先行因素并非严格意义上的伴随项,并提议将此论证归入另一个论题。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:244.29-246.13