← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§243.12-244.29

极相似事物的比较与伴随之善恶选择

关于亚里士多德在《论题篇》117a5中提出的当两事物极其相似时根据伴随之善恶来判定选择优劣的论题,亚历山大通过生活方式、美德、情感等多种实例阐明其论证脉络,并提及伴随项在时间上的先后差异。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.20#1

" Ἔτι ὅταν δύο τινὰ αὐτοῖς σφόδρα ᾖ παραπλήσια." Τόπον ἡμῖν παραδίδωσιν ἀπὸ τῶν παρεπομένων. ὅταν γάρ, ὧν τὴν σύγκρισιν ποιούμεθα ζητοῦντες πότερόν ἐστιν αὐτῶν αἱρετώτερον, [ἐὰν] παραπλήσια ἀλλήλοις ᾖ1 καὶ διὰ τοῦτο δύσκριτον καὶ δυσφώρατον ἔχῃ τὴν ὑπεροχήν, δεῖν φησιν ἐκ τῶν παρεπομένων αὐτοῖς τὴν ἐπίκρισιν ποιεῖσθαι· ᾧ γὰρ ἕπεται μεῖζον ἀγαθὸν τῶν ἄλλων ὁμοίων ὄντων αὐτοῖς, τοῦτο αἱρετώτερον. ἐὰν δὲ κακὰ ᾖ τὰ ἑπόμενα αὐτοῖς (οὐδὲν γὰρ κωλύει καὶ αἱρετοῖς τισιν οὖσιν ἕπεσθαί τινα δυσχερῆ τε καὶ φευκτά), ᾧ ἕπεται τὸ ἔλαττον κακόν, τοῦτο ἔσται αἱρετώτερον. οἷον ἐὰν ζητῶμεν πότερον τὸ μανθάνειν ἢ τὸ γυμνάζεσθαι αἱρετώτερον, λαμβάνομεν τὰ ἑπόμενα αὐτοῖς· ἕπεται δὲ τῷ μὲν μανθάνειν τὸ ἐπίστασθαι, τῷ δὲ γυμνάζεσθαι τὸ ὑγιαίνειν· * * * * μεῖζον ἀγαθόν, ἐροῦμεν τὸ μανθάνειν τοῦ γυμνάζεσθαι αἱρετώτερον. * * * καὶ τὸ ἀνενδεὲς τοῦ δεομένου, ὅταν ζητῶμεν πότερον αἱρετώτερον τὸ εὖ ποιεῖν ἢ τὸ εὖ πάσχειν, ἐπεὶ τῷ μὲν εὖ ποιεῖν ἕπεται τὸ ὅμοιον θεῷ καὶ τοῖς ἀνενδεέσιν εἶναι, τὸ δὲ εὖ πάσχειν τῶν θνητῶν τε καὶ ἐνδεῶν,2 τὸ εὖ ποιεῖν τοῦ εὖ πάσχειν ἐροῦμεν αἱρετώτερον. οὕτως δειχθήσεται καὶ ἐγκράτεια καρτερίας αἱρετώτερον, εἴ γε τῇ μὲν ἐγκρατείᾳ ἕπεται τὸ νικᾶν τῇ δὲ καρτερίᾳ τὸ μὴ ἡττᾶσθαι, αἱρετώτερον δὲ τὸ νικᾶν τοῦ μὴ ἡττᾶσθαι. ἂν δὲ ᾖ τὰ ἑπόμενα κακά, τὴν ἐπίκρισιν τοῦ αἱρετωτέρου ἀπὸ τοῦ ἐλάττονος ποιησόμεθα κακοῦ· ἂν γὰρ ζητῶμεν πότερον αἱρετώτερον θεραπεύεσθαι ἢ πλεῖν, ἐπεὶ τῷ μὲν πλεῖν ἕπεται τὸ ναυτιᾶν τῷ δὲ θεραπεύεσθαι τὸ καίεσθαί τε καὶ τέμνεσθαι, καὶ ἔστι μεῖζον κακὸν τοῦτο τοῦ ναυτιᾶν, ἐροῦμεν αἱρετώτερον τὸ πλεῖν τοῦ θεραπεύεσθαι. ἐπὶ δὲ τῶν αὐτῶν τούτων καὶ ἀπὸ τῶν ἑπομένων αὐτοῖς ἀγαθῶν ἔστι τὴν ἐπίκρισιν ποιεῖσθαι· ἐπεὶ γὰρ τῷ μὲν θεραπεύεσθαι ἕπεται ἡ ὑγεία τῷ δὲ πλεῖν ἢ κέρδος ἢ ἱστορία, μεῖζον δὲ ἀγαθὸν ἡ ὑγεία τούτων, ἔσται κατὰ τοῦτο τὸ θεραπεύεσθαι τοῦ πλεῖν αἱρετώτερον. ἔνεστι τούτῳ προσχρωμένους τῷ τόπῳ καὶ τὸν θεωρητικὸν βίον αἱρετώτερον δεικνύναι τοῦ πρακτικοῦ· ἕπεται γὰρ τῷ μὲν θεωρητικῷ τὸ ὑπερορᾶσθαί τε καὶ ἀμελεῖσθαι καὶ καταφρονεῖσθαι, τῷ δὲ πρακτικῷ τὸ φθονεῖσθαί τε καὶ ἐπιβουλεύεσθαι μείζονα ὄντα τοῦ ὑπερορᾶσθαι καὶ καταφρονεῖσθαι κακά. δεικνύοιτο δ’ ἄν καὶ δόξα πλούτου αἱρετώτερον, ἐπεὶ τῇ μὲν δόξῃ χαυνότης ἕπεται τῷ δὲ πλούτῳ ὕβρις μεῖζον ὂν κακὸν χαυνότητος. καὶ οὕτως μὲν τοῖς συγκρινομένοις αἱρετοῖς οὖσιν ἔνεστι δεικνύναι ἑπόμενα κακά τινα. ἔνεστι δὲ ἀπὸ τῶν παρακολουθούντων κακῶν καὶ φευκτῶν ὄντων ἄλλο ἄλλου φευκτότερον δεικνύναι. ἐπεὶ γὰρ τῷ μὲν ἀδικεῖν ἕπεται τὸ μισεῖσθαι τῷ δὲ ἀδικεῖσθαι τὸ ἐλεεῖσθαι, καὶ ἔστι μεῖζον κακὸν τὸ μισεῖσθαι τοῦ ἐλεεῖσθαι, ἔλαττον φευκτὸν τὸ ἀδικεῖσθαι τοῦ ἀδικεῖν. πάλιν εἰ τὸ τοὺς οἰκείους ἀλλήλοις ἐπιβουλεύειν μεῖζον κακὸν ἢ τὸ τοὺς ἀλλοτρίους, ἕπεται δὲ τῇ μὲν στάσει τὸ τοὺς οἰκείους ἀλλήλοις ἐπιβουλεύειν τῷ δὲ πολέμῳ τὸ τοὺς ἀλλοτρίους, ἔλαττον φευκτὸν τὸ πολεμεῖν ἂν εἴη τοῦ στασιάζειν. οὕτω δειχθήσεται καὶ μανία ὀργῆς ἧττον κακόν, εἴ γε τῇ μὲν μανίᾳ ἕπεται τὸ ἀτυχεῖν τῇ δὲ ὀργῇ τὸ ἁμαρτάνειν μεῖζον 〈ὂν〉 τοῦ ἀτυχεῖν κακόν. λέγει δὲ καὶ διαφοράν τινα τῶν ἑπομένων τισίν· τὰ μὲν γὰρ πρότερά ἐστι τῷ χρόνῳ αὐτῶν, οἷς λέγεται ἕπεσθαι, τὰ δὲ ὕστερα.3

“此外,无论何时,当两个事物自身极其相似时。” 他向我们传授了一个源于伴随项的论题。因为他说,当我们探究其中哪一个更值得选择而对它们进行比较时,若它们彼此相似,并因此使其优势难以判定和难以察觉,就必须依据它们的伴随项作出决断;因为在其他方面彼此相同的情况下,凡有更大之善伴随者,即更值得选择。但如果伴随项是恶的(因为没有任何东西阻止某些麻烦且应回避的事物伴随那些原本值得选择的事物),那么凡有较小之恶伴随者,将更值得选择。例如,如果我们探究学习与锻炼何者更值得选择,我们便考察它们的伴随项:伴随学习的是知晓,伴随锻炼的是健康;* * * * 更大的善,我们将说学习比锻炼更值得选择。* * * 以及无所匮乏比处于匮乏[更值得选择],当我们探究行善还是受善更值得选择时:既然伴随行善的是类似于神和无所匮乏者,而受善则属于必死且匮乏者,我们将说行善比受善更值得选择。这样也将证明自制比坚忍更值得选择,如果伴随自制的是得胜,伴随坚忍的是不败,而得胜比不败更值得选择的话。另一方面,如果伴随项是恶的,我们将依据较小的恶对何者更值得选择作出决断;因为如果我们探究接受医治还是航行更值得选择,既然伴随航行的是晕船,伴随接受医治的是遭受火灼和切割,而这比晕船是更大的恶,我们将说航行比接受医治更值得选择。但在这些相同的事物上,也可以依据伴随它们之善来作出决断;因为既然伴随接受医治的是健康,伴随航行的是获利或见闻,而健康是比这些更大的善,依此而言,接受医治就将比航行更值得选择。运用这一论题,还可以证明沉思的生活比实践的生活更值得选择;因为伴随沉思的生活的是被漠视、被忽视和被轻视,而伴随实践的生活的是被嫉妒和被图谋陷害,这比被漠视和被轻视是更大的恶。同样也可以证明名声比财富更值得选择,因为伴随名声的是虚荣,而伴随财富的是傲慢,而傲慢是比虚荣更大的恶。如此一来,当被比较的事物本身是值得选择的,便可以证明某些恶是其伴随项。然而,当事物本身是应回避的时,也可以依据伴随的恶来证明一者比另一者更为应回避。因为既然伴随行不义的是被怨恨,伴随遭受不义的是被同情,而被怨恨是比被同情更大的恶,遭受不义就比行不义较少应予回避。再次,如果亲人间相互图谋是比异姓人相互图谋更大的恶,而伴随内讧的是亲人间相互图谋,伴随对外战争的是异姓人间相互图谋,那么进行对外战争就比发生内讧较少应予回避。这样也将证明狂乱比暴怒是较小的恶,如果伴随狂乱的是遭遇不幸,伴随暴怒的是犯下过错,而犯下过错是比遭遇不幸更大的恶。此外,他也谈到了某些事物的伴随项之间的某种差别:因为就时间而言,有些伴随项先于它们据称伴随的那些事物,而有些伴随项则后于那些事物。

语法注3 条
  1. 3.20ὧν τὴν σύγκρισιν ποιούμεθα ζητοῦντες πότερόν ἐστιν αὐτῶν αἱρετώτερον, [ἐὰν] παραπλήσια ἀλλήλοις ᾖ

    关系代词 ὧν 没有显式的先行词,而是以属格形式预先引出比较的对象('我们对其进行比较的事物')。抄本中的 ἐὰν 因与句首的 ὅταν 冗余而在校勘本中被加上括号予以删除,因此 ᾖ 和 ἔχῃ 直接作 ὅταν 从句的谓语动词。

  2. 3.20τὸ δὲ εὖ πάσχειν τῶν θνητῶν τε καὶ ἐνδεῶν

    τῶν θνητῶν τε καὶ ἐνδεῶν 是表属性或所属的述语属格,与前句 τῷ μὲν εὖ ποιεῖν ἕπεται τὸ ὅμοιον θεῷ εἶναι 相对比,表示“受善属于凡人及匮乏者的特质”。

  3. 3.20τὰ μὲν γὰρ πρότερά ἐστι τῷ χρόνῳ αὐτῶν, οἷς λέγεται ἕπεσθαι, τὰ δὲ ὕστερα

    属格代词 αὐτῶν 作比较级形容词 πρότερα 和 ὕστερα 的比较属格('在时间上先于/后于它们'),并作为关系从句 οἷς λέγεται ἕπεσθαι('据称它们所伴随的那些事物')的先行词。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:243.12-244.29