← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§242.1-243.11

自身更为高尚可尊之善与财富的择取价值

关于亚里士多德在《论题篇》116b37中提出的关于“就自身而言更为高尚和可尊之物”的论题,亚历山大指出了这些术语在更宽泛意义上的使用,明确了该论题与此前诸论题的区别,并阐明了财富虽为工具却依其本性值得选择的理由。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.19

" Ἔτι τὸ κάλλιον καθ’ αὑτὸ καὶ τιμιώτερον καὶ ἐπαινετώτερον." Κοινότερον τοῖς ὀνόμασι νῦν χρῆται, τῷ τε καλλίονι καὶ τῷ τιμιωτέρῳ καὶ ἐπαινετωτέρῳ. ἐν μὲν γὰρ τῇ τῶν ἀγαθῶν διαιρέσει τίμια μὲν τῶν ἀγαθῶν εἶπεν εἶναι τὰ ἀρχικώτερα, ὡς θεούς, γονεῖς, εὐδαιμονίαν, καλὰ δὲ καὶ ἐπαινετὰ τὰς ἀρετὰς καὶ τὰς κατ’ αὐτὰς ἐνεργείας, δυνάμεις δὲ οἷς ἔνεστιν εὖ καὶ κακῶς χρῆσθαι, ὠφέλιμα δὲ τὰ τούτων ποιητικὰ τῶν ἀγαθῶν καὶ εἰς ταῦτα συντελοῦντα. νῦν δὲ τὸ καλὸν καὶ τὸ ἐπαινετὸν καὶ τὸ τίμιον ἔοικε καὶ κατὰ τῶν ὡς δυνάμεων ἀγαθῶν φέρειν. ὁ δὲ τόπος τοιοῦτος· τὸ καθ’ αὑτὸ κάλλιον, τοῦτ’ ἔστι τὸ τῇ ἑαυτοῦ φύσει κάλλιον, καὶ τιμιώτερον καὶ ἐπαινετώτερον [καὶ αἱρετώτερον] τοῦ ἧττον τοιούτου τῇ ἑαυτοῦ φύσει αἱρετώτερον. κάλλιον γὰρ τῇ αὑτοῦ φύσει καὶ τιμιώτερον καὶ ἐπαινετώτερον ἡ φιλία τοῦ πλούτου, ὁμοίως καὶ ἡ δικαιοσύνη ἰσχύος· πλοῦτος μὲν γὰρ καὶ ἰσχύς, εἰ καὶ καθ’ αὑτὰ ἀγαθά τε δοκεῖ καὶ καλὰ καὶ τιμῆς καὶ σπουδῆς ἄξια εἶναι, ἀλλ’ ἐφ’ ἕτερον ἡ ἀναφορὰ τῆς αἱρέσεως αὐτῶν, τοῦ μὲν πλούτου ἐπὶ τὴν χρῆσιν, τῆς δὲ ἰσχύος ἐπὶ τὸ τὸ προκείμενον ποιεῖν ἀνεμποδίστως· ἡ δὲ φιλία καὶ ἡ δικαιοσύνη δι’ αὑτὰ τιμᾶται. ἐπιζητήσαι δ’ ἄν τις τίνι διαφέρει οὗτος ὁ τόπος τοῦ πρὸ ὀλίγου ῥηθέντος, ἐν ᾧ ἔλεγε τὰ καθ’ αὑτὰ αἱρετὰ τῶν κατὰ συμβεβηκὸς αἱρετώτερα εἶναι ἢ τὰ δι’ αὑτὰ τῶν δι’ ἄλλα. ἢ ἐν ἐκείνοις μὲν τὰ δι’ αὑτὰ αἱρετὰ τῶν δι’ ἄλλα ἔλεγεν αἱρετώτερα εἶναι καὶ τὰ καθ’ αὑτὰ αἱρετὰ τῶν κατὰ συμβεβηκός, τὰ ὠφέλιμα τῶν ἀγαθῶν συγκρίνων τοῖς δι’ αὑτὰ αἱρετοῖς· οὐ γὰρ δεῖ τοὺς τόπους ἀπὸ τῶν παραδειγμάτων κρίνειν· ἐνταῦθα δὲ τῶν καλῶν καὶ τιμίων τὰ δι’ αὑτὰ τὸ κάλλιον ἔχοντα καὶ τιμιώτερον καὶ ἐπαινετώτερον αἱρετώτερά φησιν,1 ὡς ἀμφοτέρων μὲν ἐχόντων τὸ δι’ αὑτό, μᾶλλον δὲ τῶν ἑτέρων. οὕτως δὲ ἂν διαφέροι οὗτος ὁ τόπος καὶ ἐκείνου δι’ οὗ ἔλεγε “καὶ τὸ φύσει τοῦ μὴ φύσει”· ἐνταῦθα γὰρ ἀμφότερα φύσει· φιλία γὰρ καὶ δικαιοσύνη πλούτου καὶ ἰσχύος κατὰ τὸ καλλίω εἶναι δι’ αὑτὰ καὶ τιμιώτερα καὶ ἐπαινετώτερα αἱρετώτερά ἐστιν, ὄντων καὶ ἐκείνων αἱρετῶν τῇ αὑτῶν φύσει. τὸ δὲ οὐδεὶς γὰρ τιμᾷ τὸν πλοῦτον δι’ αὑτὸν ἀλλὰ δι’ ἕτερον οὐκ ἔστιν ἀναιρετικὸν τοῦ τῇ αὑτοῦ φύσει αἱρετὸν εἶναι τὸν πλοῦτον. καθ’ ὅσον μὲν γὰρ ὄργανον, τοιοῦτο· καθ’ ὅσον δὲ ἐν τῇ αὑτοῦ φύσει ἔχει τὸ εἶναι τῷ σπουδαίῳ πρὸς τὰς κατ’ ἀρετὴν ἐνεργείας ὄργανον, ἀλλ’ οὐχ ὑπὸ τοῦ σπουδαίου πρὸς τὰς κατ’ ἀρετὴν ἐνεργείας ὄργανον γίνεται,2 καθ’ αὑτόν ἐστιν ἀγαθός τε καὶ αἱρετός· ἔχει γὰρ ἐν τῇ αὑτοῦ φύσει τὸ εἶναι χρήσιμος. ὅτι γὰρ μὴ ὁ σπουδαῖος τοιοῦτον αὐτὸν ποιεῖ, δῆλον ἐκ τοῦ μὴ ποιεῖν αὐτὸν τὴν πενίαν τοιαύτην, καίτοι χρώμενον καὶ ταύτῃ, καὶ ἔτι αἱρεῖσθαι αὐτὸν πρὸ πενίας πλοῦτον.

“此外,自身更为高尚、更为可尊、更为值得称赞者。” 他现在是在更为一般的意义上使用这些名称,即“更为高尚”、“更为可尊”和“更为值得称赞”。因为在善的划分中,他曾说在诸善之中较为根本的那些是可尊的,如神、父母、幸福;而诸美德以及依循美德的实现活动则是高尚的和值得称赞的;能够善加利用亦能恶加利用的那些则是能力;而产生这些善并有助于这些善的那些则是益利的。但现在,他似乎也将“高尚”、“值得称赞”和“可尊”应用于作为能力的那些善上。这一论题如下:就自身而言更为高尚者,即依其本性更为高尚、更为可尊、更为值得称赞者,比依其本性较少如此者更为值得选择。因为依其自身的本性,友爱比财富更为高尚、更为可尊、更为值得称赞,同样正义之于强力亦然;因为财富与强力,即便看来就自身而言也是善的、高尚的、值得尊崇和追求的,但对它们的选择的归宿却指向别的事物,财富指向使用,而强力指向无阻碍地实行摆在面前之事;然而友爱和正义却因自身而受尊崇。不过有人可能会探究,这一论题与刚才所述的论题有何区别,在刚才的论题中,他说自身值得选择者比偶然值得选择者更值得选择,或者因自身者比因他物者[更值得选择]。或者宁可说,在那些论题中,他是在把诸善中的益利之善与因自身而值得选择者相比较,从而说因自身而值得选择者比因他物者更值得选择,自身值得选择者比偶然者更值得选择——因为不应当依据例子来判定诸论题——;而在这里,他说在诸高尚与可尊之物中,因自身而具有更为高尚、更为可尊、更为值得称赞之性质者更值得选择,因为两者虽都具有因自身之性质,但其中一方比另一方更多具有。这样一来,这一论题也将有别于他说“此外,由本性者[比]不由本性者[更值得选择]”的那个论题;因为在这里,二者都是由本性的;因为友爱和正义在因自身而更为高尚、更为可尊、更为值得称赞的方面比财富和强力更值得选择,尽管后者依其本性也是值得选择的。而“因为没有人因财富自身而是因他物而尊崇它”这一说法,并不能取消财富依其本性是值得选择的。因为就其作为工具而言,确实如此;但就它在其自身本性中具有作为善人从事依美德之活动的工具这一性质而言,而不是由善人使其成为从事依美德之活动的工具,它就自身而言就是善的且值得选择的;因为它在其自身本性中具有有用性。因为善人并不使它成为如此,这由善人并没有使贫困成为如此(尽管他也使用贫困)以及善人优先于贫困而选择财富显而易见。

语法注2 条
  1. 3.19ἐνταῦθα δὲ τῶν καλῶν καὶ τιμίων τὰ δι’ αὑτὰ τὸ κάλλιον ἔχοντα καὶ τιμιώτερον καὶ ἐπαινετώτερον αἱρετώτερά φησιν

    τῶν καλῶν καὶ τιμίων 为部分属格,置于句首限定范围(“在诸高尚与可尊之物中”)。由 φησίν 支配的不定式结构中,主语是 τὰ δι’ αὑτὰ τὸ κάλλιον ἔχοντα...(“因自身而具有更为高尚……之性质者”),αἱρετώτερα 为表语形容词。带定冠词的中性形容词(τὸ κάλλιον 等)表示抽象性质,充当 ἔχοντα 的宾语。

  2. 3.19ἀλλ’ οὐχ ὑπὸ τοῦ σπουδαίου πρὸς τὰς κατ’ ἀρετὴν ἐνεργείας ὄργανον γίνεται

    在由 καθ’ ὅσον δέ 引导的分句中,否定小句 ἀλλ’ οὐχ... 与 ἐν τῇ αὑτοῦ φύσει ἔχει τὸ εἶναι...(“在其自身本性中具有作为……的性质”)形成对比并列。意在强调财富作为美德活动的工具,并非由善人后天赋予的外在附带结果(“并非由善人使其成为工具”),而是其自然本性所固有的规定。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:242.1-243.11