- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:240.1-241.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解了亚里士多德在116b27提出的论题,即产生性事物与目的的比较依据比例判定。他阐明了如何利用两个目的与其各自产生因之间的数学比例(更比定理),来判定一个目的与另一目的之产生因之间的优越关系,并以幸福、明智、健康和体操为例予以说明。
" Ποιητικοῦ δὲ καὶ τέλους ἐκ τοῦ ἀνάλογον.1" Εἰπὼν διὰ τοῦ πρὸ τούτου τόπου τὸ τοῦ βελτίονος ποιητικὸν τέλους βέλτιον εἶναι, ὡς ἀναλογίαν ἐχόντων πρὸς ἄλληλα τῶν τελῶν καὶ τῶν ποιητικῶν αὐτῶν (ὅσῳ γὰρ ἂν τὸ τέλος τοῦ τέλους ὑπερέχῃ, τοσοῦτον καὶ τὸ ποιητικὸν τοῦ ποιητικοῦ), ταύτῃ τῇ ἀναλογίᾳ προσχρώμενος τόπον τινὰ ἡμᾶς διδάσκει, ᾧ προσχρώμενοι δυνησόμεθα συγκρίνειν τέλος τινὸς καὶ ποιητικόν τι ἄλλου τέλους. πάνυ δὲ γλαφυρὰ ἡ τοῦ τόπου τούτου εὕρεσις· φησὶ γὰρ ὅτι ἐκ τοῦ ἀνάλογον εὑρήσομεν καὶ ἐν τούτοις τήν τε ὑπεροχὴν καὶ τὸ αἱρετώτερον. ἂν γὰρ λάβωμεν καὶ τὸ τοῦ ποιητικοῦ τοῦ συγκρινομένου τῷ τέλει οἰκεῖον τέλος, οὗ ἐστι ποιητικόν, καὶ πάλιν τοῦ τέλους τοῦ συγκρινομένου τῷ ποιητικῷ τὸ οἰκεῖον ποιητικὸν καὶ εὕρωμεν πόσῳ ὑπερέχει τὸ τέλος τοῦ ποιητικοῦ τοῦ συγκρινομένου τέλους αὐτῷ,2 δῆλον ὅτι ἔχοιμεν ἂν καὶ ὅσῳ τὸ συγκρινόμενον ποιητικὸν ὑπερέχει τοῦ ποιητικοῦ, ὅ ἐστι τοῦ συγκρινομένου ποιητικὸν τέλους· ὡς γὰρ τὸ τέλος πρὸς τὸ τέλος, οὕτως καὶ τὸ ποιητικόν, ὡς ἐδείχθη διὰ τοῦ πρὸ τούτου τόπου. τούτων τοίνυν οὕτως ἐχόντων, ἂν τὸ τέλος τοῦ τέλους πλέον ὑπερέχῃ ἢ τὸ ὑπερεχόμενον τέλος τοῦ ἰδίου ποιητικοῦ, εἴη ἂν καὶ τὸ ποιητικὸν τοῦ ὑπερέχοντος τέλους πλεῖον ὑπερέχον τοῦ ποιητικοῦ τοῦ ὑπερεχομένου τέλους ἢ τὸ τέλος τὸ ὑπερεχόμενον τοῦ οἰκείου ποιητικοῦ. εἰ γὰρ ὅσον τὸ τέλος τοῦ τέλους ὑπερεῖχε, τοσοῦτον καὶ τὸ ποιητικὸν τοῦ ποιητικοῦ, πλείονι δὲ τὸ τέλος τοῦ τέλους ἢ τὸ ὑπερεχόμενον τέλος τοῦ ἰδίου ποιητικοῦ, δῆλον ὅτι καὶ τὸ ποιητικὸν πλείονι ὑπερέχει τοῦ ποιητικοῦ ἢ τὸ ἴδιον αὐτοῦ τέλος. τὸ δὲ τοῦ αὐτοῦ πλείονι ὑπερέχον τοῦ ἐλάττονι ὑπερέχοντος βέλτιον·3 ὑπερέξει ἄρα καὶ τὸ ποιητικὸν τοῦ τέλους ᾧ συνεκρίνετο, καὶ αἱρετώτερον αὐτοῦ ἔσται. οἷον ἔστω ποιητικὸν εὐδαιμονίας ἡ φρόνησις, καὶ ζητείσθω πότερον αἱρετώτερον ἡ φρόνησις οὖσα ποιητικὸν εὐδαιμονίας ἢ ἡ ὑγεία, ἥτις καὶ αὐτὴ τέλος ἐστίν. ἂν δὴ λάβωμεν τήν τε εὐδαιμονίαν, ἧς ἡ φρόνησίς ἐστι ποιητική, καὶ τὸ τῆς ὑγείας οὔσης τέλους ποιητικόν, οἷον τὸ γυμνάσιον, ἔσται ὡς τὸ τέλος πρὸς τὸ τέλος, ἡ εὐδαιμονία πρὸς τὴν ὑγείαν, οὕτως καὶ τὸ ποιητικὸν πρὸς τὸ ποιητικόν, ἡ φρόνησις πρὸς τὸ γυμνάσιον· ὥσπερ γὰρ ἔχει ἡ εὐδαιμονία πρὸς τὴν φρόνησιν, τὸ ἴδιον ποιητικόν, οὕτως ἔχει καὶ ἡ ὑγεία πρὸς τὸ ἴδιον ποιητικόν, ὅ ἐστι τὸ γυμνάσιον. οὕτως δ’ ἐχόντων καὶ ὡς τὸ ἡγούμενον πρὸς τὸ ἡγούμενον, ἡ εὐδαιμονία πρὸς τὴν ὑγείαν, οὕτως τὸ ἑπόμενον πρὸς τὸ ἑπόμενον, ἡ φρόνησις πρὸς τὸ γυμνάσιον· ὅσῳ δὴ αἱρετωτέρα εὐδαιμονία ὑγείας, τοσούτῳ καὶ φρόνησις γυμνασίου. κειμένων τούτων ἐξετάσωμεν πάλιν εἰ ἴσον ὑπερέχει ἡ εὐδαιμονία τῆς ὑγείας καὶ ἡ ὑγεία τοῦ γυμνασίου, ὃ ἦν αὐτῆς ποιητικόν, ἢ πλέον ἢ ἔλαττον. ἂν μὲν γὰρ πλέον ὑπερέχῃ ἡ εὐδαιμονία τῆς ὑγείας ἢ ἡ ὑγεία τοῦ γυμνασίου, ἔσται καὶ ἡ φρόνησις ἡ ποιητικὴ τῆς εὐδαιμονίας πλέον ὑπερέχουσα τοῦ γυμνασίου ἤπερ ἡ ὑγεία· εἰ δὲ πλέον τοῦ αὐτοῦ ὑπερέχει, δῆλον ὅτι καὶ αἱρετωτέρα ἐστὶ τῆς ὑγείας· πλείονι γὰρ τοῦ αὐτοῦ ὑπερέχουσα ὑπερέχοι ἂν καὶ ταύτης. εἰ δὲ ἴσον ἥ τε εὐδαιμονία τῆς ὑγείας καὶ ἡ ὑγεία τοῦ γυμνασίου ὑπερέχει, ἴσον ἂν καὶ ἡ φρόνησις τοῦ γυμνασίου ὑπερέχοι καὶ ἡ ὑγεία· εἰ δὲ ἴσον, ὁμοίως ἂν εἴη καὶ αἱρετὴ αὐτῇ. εἰ δὲ ἔλαττον ἡ εὐδαιμονία ὑπερέχει τῆς ὑγείας ἢ ἡ ὑγεία τοῦ γυμνασίου, ἔλαττον ἂν καὶ ἡ φρόνησις ὑπερέχοι τοῦ γυμνασίου ἤπερ ἡ ὑγεία· ἔλαττον δὲ ὑπερέχουσα δῆλον ὡς καὶ ἔλαττον [ἂν] αἱρετὴ 〈ἢ〉 αὕτη. καὶ οὕτως ἂν εἴη τέλος αἱρετώτερον δεδειγμένον ἡ ὑγεία τοῦ ποιητικοῦ, τοῦτ’ ἔστι τῆς φρονήσεως, ᾧ συνεκρίνετο. δεικνύοιτο δ’ ἂν ἡ εὐδαιμονία πλέον ὑπερέχουσα τῆς ὑγείας ἢ ἡ ὑγεία τοῦ γυμνάζεσθαι διὰ τὸ μὴ οὕτως δεῖσθαι τὴν εὐδαιμονίαν τῆς ὑγείας, ὡς δεῖται ἡ ὑγεία τοῦ γυμνάζεσθαι· τὸ μὲν γὰρ γυμνάζεσθαι ποιητικὸν τῆς ὑγείας, ἡ δὲ ὑγεία, εἰ καὶ συντελεῖ πρὸς εὐδαιμονίαν, ἀλλ’ οὐχ ὡς ποιητικὸν αὐτῆς ἀλλὰ πορρωτέρω. ὥστε πλείονι ὑπερέχοι ἂν ἡ εὐδαιμονία τῆς ὑγείας ἢ ἡ ὑγεία τοῦ γυμνάζεσθαι· πλείονι ἄρα καὶ ἡ φρόνησις τοῦ γυμνάζεσθαι ἢ ἡ ὑγεία· τὸ δὲ τοῦ αὐτοῦ πλείονι κατὰ τὸ ἀγαθὸν ὑπερέχον καὶ αἱρετώτερον. οὐ μόνον δὲ εὗρε τὸν τόπον περιττῶς, ἀλλὰ καὶ ἡρμήνευσεν ἰσχυρῶς τε καὶ βραχέως.
“而产生性之物与目的[的比较],则由比例[判定]。” 他通过此前的论题已经说过,产生较善目的的事物较善,因为诸目的与其产生性事物彼此之间具有比例关系(因为目的超越目的有多大程度,产生性事物超越产生性事物也有同样大程度),于是他进一步利用这一比例,教授给我们一个论题,利用它我们将能够比较某物的目的与产生另一目的的事物。而这一论题的发现极其精妙;因为他说,由比例出发,我们在这些事物中也同样将发现其优越与更值得选择性。因为如果我们取那与目的相比较的产生性事物的固有目的(即它是产生这一目的的),并且再取那与产生性事物相比较的目的的固有产生性事物,并发现该产生性事物的目的超越那与其相比较的目的有多大程度,那么显而易见,我们也就能把握被比较的产生性事物超越那产生被比较之目的的产生性事物有多大程度;因为正如目的相对于目的,产生性事物也同样[相对于产生性事物],正如通过此前的论题所表明的那样。因此,在这些条件成立的情况下,若[一]目的超越[另一]目的的程度,大于被超越的目的超越其自身产生性事物的程度,那么超越之目的的产生性事物超越被超越之目的的产生性事物的程度,也将大于被超越的目的超越其固有产生性事物的程度。因为既然目的超越目的有多少,产生性事物超越产生性事物也有同样多,而目的超越目的之量大于被超越的目的超越其自身产生性事物之量,那么显而易见,产生性事物超越产生性事物的程度,也大于其〔=后者〕固有目的[超越后者的程度]。而超越同一事物更多者,比超越得较少者更善;因此,该产生性事物也必超越那与其相比较的目的,并比它更值得选择。例如,假定明智产生幸福,并且探究作为产生幸福之物的明智,与自身亦是目的的健康,二者何者更值得选择。如果我们取明智为其产生性事物的幸福,以及作为目的之健康的产生性事物(例如体操),那么正如目的相对于目的(幸福相对于健康),产生性事物也相对于产生性事物(明智相对于体操);因为正如幸福相对于明智即其自身的产生性事物,健康也同样相对于其自身的产生性事物即体操。既然如此,正如前项相对于前项(幸福相对于健康),后项也相对于后项(明智相对于体操);因此,幸福比健康更值得选择有多大程度,明智比体操也[更值得选择]有同样大程度。在此前提确立之后,让我们再次考察,幸福超越健康,与健康超越作为其产生性事物的体操,二者是相等、更大还是更小。因为若幸福超越健康之量大于健康超越体操之量,那么产生幸福的明智超越体操之量也将大于健康[超越体操之量];而如果它超越同一事物更多,显而易见它也比健康更值得选择;因为超越同一事物更多,它也就会超越这[健康]。但若幸福超越健康与健康超越体操相等,那么明智与健康超越体操也将相等;若相等,它〔=明智〕与它〔=健康〕将同样值得选择。若幸福超越健康之量小于健康超越体操之量,那么明智超越体操之量也将小于健康[超越体操之量];而超越得较少,显而易见它也就会比这〔=健康〕较不值得选择。这样一来,作为目的的健康,就会被表明比与其相比较的产生性事物即明智更值得选择。然而,幸福超越健康的程度,可以被表明大于健康超越运动的程度,这是因为幸福并不像健康需要运动那样需要健康;因为运动是产生健康的,而健康即便对幸福有所贡献,却并非作为其产生性事物,而是较为遥远地[有所贡献]。因此,幸福超越健康之量将大于健康超越运动之量;所以,明智超越运动之量也大于健康[超越运动之量];而在善的方面超越同一事物更多者,也更值得选择。他不仅非凡地发现了这一论题,而且阐述得既有力又简明。
- 3.18Ποιητικοῦ δὲ καὶ τέλους ἐκ τοῦ ἀνάλογον
引文中的属格 Ποιητικοῦ δὲ καὶ τέλους 依赖于语境中省略的比较或更值得选择的概念(如 ἡ σύγκρισις 或 τὸ αἱρετώτερον),作关于属格或比较对象的属格。ἐκ τοῦ ἀνάλογον 是表示“由比例/按比例”的介词短语。
- 3.18πόσῳ ὑπερέχει τὸ τέλος τοῦ ποιητικοῦ τοῦ συγκρινομένου τέλους αὐτῷ
连续属格的复杂结构。主语为 τὸ τέλος τοῦ ποιητικοῦ(该产生性事物的目的),后接动词 ὑπερέχει,其后接表比较对象的属格 τοῦ συγκρινομένου τέλους αὐτῷ(与它相比较的目的)。与格 αὐτῷ 依附于分词 συγκρινομένου。
- 3.18τὸ δὲ τοῦ αὐτοῦ πλείονι ὑπερέχον τοῦ ἐλάττονι ὑπερέχοντος βέλτιον
公理性的普遍命题表述。主语是中性分词短语 τὸ τοῦ αὐτοῦ πλείονι ὑπερέχον(比较同一事物超越得更多者),谓语为 βέλτιον。属格短语 τοῦ ἐλάττονι ὑπερέχοντος 作为比较属格依附于 βέλτιον(比超越得较少者)。与格 πλείονι 与 ἐλάττονι 表示程度/差额与格。
