- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:238.1-239.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注释亚里士多德《论题篇》卷三第一章116b24–26中的三个论题:朝向生活终极目的(幸福)之物的优先性、相对于选择者而言可能之物的优先性,以及产生较善目的之物的优先性,通过具体实例阐明其论证结构并辨析其适用条件与限制。
" Καὶ ὅλως τὸ πρὸς τὸ τοῦ βίου τέλος αἱρετώτερον μᾶλλον ἢ τὸ πρὸς ἄλλο τι." Ἃ γὰρ πρὸς τὸ τελειότατον τέλος συντελεῖ, αἱρετώτερα τῶν πρὸς ἄλλο τι συντελούντων· τελειότατον δὲ τέλος ἐστὶν ἡ εὐδαιμονία· πάντα γὰρ τὰ ἄλλα ἐπὶ ταύτην τὴν ἀναφορὰν ἔχει. εἰ οὖν καὶ τῶν ἄλλων τὰ τέλη πρὸς εὐδαιμονίαν ἔχει τὴν ἀναφοράν, δῆλον ὅτι καὶ ὅσα πρὸς ἐκείνων τι συντελεῖ, δεύτερα ἂν εἴη τῶν πρὸς εὐδαιμονίαν συντελούντων. δυνάμει δὲ καὶ οὗτος ὁ τόπος ἐστὶν ἐν τῷ πρὸ αὐτοῦ· ἐπεὶ γὰρ ἓν τὸ τελειότατον ἐστι τέλος (καὶ γὰρ τὰ ἄλλα, ὅσα δοκεῖ τέλη ἄλλων εἶναι, τοῦ τελειοτάτου τέλους χάριν ἐστί), καὶ τὰ ἄλλων τινῶν τέλη καὶ αὐτὰ τοῦ τελείου τέλους χάριν δῆλον ὅτι ὄντα·1 διαφορὰ δὲ αὐτῶν ἐστιν, ὅτι τὰ μὲν ἐγγὺς τοῦ τελειοτάτου τέλους ἐστὶ τὰ δὲ πόρρω. οἷον εὐδαιμονία μὲν τὸ τελειότατον τέλος, φρόνησις δὲ τέλος καὶ αὐτὴ ἄλλου τινὸς οὖσα τῆς εὐδαιμονίας χάριν ἐστὶ καὶ αὐτή· γίνεται οὖν καὶ αὐτὴ καὶ τὰ δι’ αὐτὴν τέλος ἔχοντα τὴν εὐδαιμονίαν, ἀλλ’ ἡ μὲν φρόνησις ἐγγὺς τῆς εὐδαιμονίας (προσεχῶς γὰρ τέλος αὐτῆς αὕτη), τὸ δὲ φρονήσεως ποιητικόν, οἷον παιδεία, προσεχὲς μὲν τέλος ἔχει τὴν φρόνησιν, ἔσχατον δὲ τὴν εὐδαιμονίαν· ἐγγυτέρω γὰρ ἡ φρόνησις τῆς εὐδαιμονίας παιδείας τε καὶ τῶν φρονήσεως ποιητικῶν· εὐλόγως οὖν αὐτῶν ἐστι καὶ αἱρετωτέρα. εἰ τοίνυν ζητοῖτο πότερον αἱρετώτερον ὑγεία ἢ πλοῦτος, ἐπεὶ ἡ μὲν ὑγεία πρὸς τὸ τοῦ βίου τέλος τὴν ἀναφορὰν ἔχει, τοῦτ’ ἔστι πρὸς εὐδαιμονίαν, ὁ δὲ πλοῦτος πρὸς τὰς κατ’ ἐλευθεριότητα ἐνεργείας, αἵτινες καὶ αὐταὶ ἐπὶ τὴν εὐδαιμονίαν ἔχουσι τὴν ἀναφοράν, εἴη ἂν ἡ ὑγεία τοῦ πλούτου αἱρετωτέρα. ἀλλὰ καὶ τῶν φρονήσεως ποιητικῶν αἱρετωτέρα ἡ κατὰ δικαιοσύνην ἐνέργεια· ποιητικὴ γὰρ εὐδαιμονίας αὕτη. δεικνύοιτο δ’ ἂν διὰ τοῦ τόπου τούτου ἡ ἀρετὴ αἱρετωτέρα τῆς παρὰ βασιλέως τιμῆς, εἴ γε τῆς μὲν ἀρετῆς εὐδαιμονία τέλος, τῆς δὲ παρὰ βασιλέως τιμῆς τὸ ἔθνους ἄρξαι τινός.
“并且一般而言,朝向生活之目的者,比起朝向其他某种事物者更值得选择。” 因为对最完全之目的有所贡献的事物,比对其他某种事物有所贡献的事物更值得选择;而最完全的目的乃是幸福;因为所有其他事物都指向它。因此,如果其他事物的诸目的也指向幸福,那么显而易见,凡对那些目的之一有所贡献的事物,都居于对幸福有所贡献的事物之后的次要地位。而在潜能上,这一论题也包含在它之前的论题之中;因为既然最完全的目的只有一个(因为其他一切看似是他物之目的者,皆是为了最完全的目的),那么某些他物的诸目的本身显而易见也是为了完全的目的;而它们的差别在于,一些接近最完全的目的,另一些则远离。例如,幸福是最完全的目的,而明智自身虽是某种他物的目的,本身也是为了幸福;因此,它自身以及为了它的事物都以幸福为目的,但明智接近幸福(因为幸福是它直接的目的),而产生明智之物,例如受教育,则以明智为直接目的,以幸福为终极目的;因为明智比受教育以及产生明智之事物更接近幸福;所以它理所当然地比它们更值得选择。因此,如果探究健康与财富何者更值得选择,既然健康朝向生活之目的,即朝向幸福,而财富朝向依慷慨的诸活动,这些活动自身也朝向幸福,那么健康比财富更值得选择。并且,依正义的活动也比产生明智的事物更值得选择;因为它是产生幸福的。通过这一论题也可以表明,德性比来自君王之荣誉更值得选择——倘若对德性而言目的是幸福,而对来自君王之荣誉而言目的是统治某个部族。
"Καὶ τὸ δυνατὸν τοῦ ἀδυνάτου." Οὐκέτι τοῦτο ἁπλῶς αἱρετώτερον ἀλλὰ τῷ αἱρουμένῳ. σαφὴς δὲ ὁ τόπος· εἰ γὰρ τῶν συγκρινομένων εἴη τὸ μὲν δυνατὸν τὸ δὲ ἀδύνατον, αἱρετώτερον τὸ δυνατὸν τούτῳ ᾧ τὸ ἕτερον ἀδύνατον. οἷον ἐπεὶ μακροβιότης μὲν ἀνθρώπῳ δυνατὸν ἀθανασία δὲ ἀδύνατον, αἱρετώτερον ἂν εἴη ἀνθρώπῳ μακροβιότης ἀθανασίας· ὁμοίως καὶ μετριοπάθεια ἀπαθείας. ἁπλῶς μὲν γὰρ ἀθανασία ἂν εἴη αἱρετώτερον καὶ ἀπάθεια, ἐπεὶ τῷ βελτίονι ταῦτα αἱρετά, θεῷ. ὅτι γὰρ καὶ ἀδύνατα αἱρετὰ λέγει, οὐ τούτοις οἷς ἐστιν ἀδύνατα, ἀλλ’ ἁπλῶς, εἰ εἴη τοιαῦτα, ἔδειξε διὰ τοῦ τὴν σύγκρισιν ποιήσασθαι τὴν κατὰ τὸ αἱρετώτερον καὶ ἐπὶ ἀδυνάτου·2 τοῦτο γὰρ αἱρετώτερον. ἁπλῶς μὲν οὖν δύναται καὶ τὸ ἀδύνατον αἱρετώτερον ὂν δείκνυσθαι τοῦ δυνατοῦ· τῷ δὲ αἱρουμένῳ τὸ δυνατὸν αἱρετώτερον.
“并且,可能之物比不可能之物[更值得选择]。” 这不再是无条件地更值得选择,而是对做出选择者而言。这一论题是清楚的:因为在被比较的事物中,若一个是可能的而另一个是不可能的,那么对于那另一物对其不可能的人而言,可能之物更值得选择。例如,既然长寿对人而言是可能的,而长生不死是不可能的,那么对人而言长寿就比长生不死更值得选择;同样,适度情感也比无情感[更值得选择]。因为无条件而言,长生不死和无情感会更值得选择,既然对于更优秀者即神而言,这些是值得选择的。事实上,他所说的甚至不可能之物也值得选择,并非对那些对其不可能者而言,而是无条件而言(假如有此类事物的话)——这一点他是通过就更值得选择性在不可能之物上也作了比较而指明的;因为这[不可能之物]确实[无条件地]更值得选择。因此无条件而言,甚至不可能之物也能被表明比可能之物更值得选择;但对做出选择者而言,可能之物更值得选择。
"Ἔτι δύο ποιητικῶν, οὗ τὸ τέλος βέλτιον." Ἀσαφῶς εἴρηται διὰ βραχύτητα ὁ τόπος. ἔστι δὲ τοιοῦτος· εἰ δύο εἴη τινὰ δύο τελῶν ποιητικά τινων, οὗ τὸ τέλος βέλτιον καὶ αἱρετώτερον, καὶ αὐτὸ βέλτιον. οὕτως παιδεία γυμνασίων δεικνύοιτ’ ἂν ἀμείνων, εἴ γε γυμνάσια μὲν ὑγείας ἐστὶ ποιητικά, παιδεία δὲ φρονήσεως, καὶ ἔστιν ἡ φρόνησις τῆς ὑγείας αἱρετώτερον. πάλιν τὸ γυμνάζεσθαι τοῦ χρηματίζεσθαι αἱρετώτερον· τὸ μὲν γὰρ πλούτου, τὸ δὲ ὑγείας ποιητικόν, βέλτιον δ’ ὑγεία πλούτου. δῆλον δὲ ὅτι, εἰ ἀμφότερα ποιητικὰ τῶν οἰκείων τελῶν λαμβάνοιτο ἢ ὁμοίως γε,3 ὁ τόπος ὑγιής. ἐὰν γὰρ τὸ μὲν τοῦ ἧττον αἱρετοῦ τέλους προσεχῶς ποιητικὸν ᾖ, τὸ δὲ τοῦ αἱρετωτέρου πορρωτέρω, οὐ πάντως τὸ τοῦ αἱρετωτέρου ποιητικὸν αἱρετώτερον· οὐ γὰρ αἱρετώτερον τὸ κείρεσθαι τοῦ χρηματίζεσθαι, καίτοι τὸ μὲν ἐπὶ ὑγείαν, τὸ δ’ ἐπὶ πλοῦτον ἄγει· ἀλλὰ πλεῖον ἀφέστηκε τὸ κείρεσθαι τῆς ὑγείας ἢ τὸ χρηματίζεσθαι τοῦ πλούτου.
“此外,在两个产生性的事物中,其目的较善者[较善]。” 这一论题由于简短而表述得不明晰。但其旨意如下:若有两个产生某两个目的的事物,其目的较善且更值得选择者,其自身也较善。这样,受教育可以被表明优于体操,倘若体操是产生健康的,而受教育是产生明智的,且明智比健康更值得选择。又如,运动比赚钱更值得选择;因为后者产生财富,前者产生健康,而健康优于财富。显而易见,若二者皆被理解为产生其各自固有的目的,或者至少以类似方式产生,那么这一论题是成立的。因为若一个直接产生较不值得选择的目的,而另一个较遥远地产生较值得选择的目的,那么产生较值得选择之目的者并不在一切情况下都更值得选择;因为理发并不比赚钱更值得选择,尽管前者导向健康,后者导向财富;然而理发距离健康,比起赚钱距离财富要更遥远。
- 3.15καὶ τὰ ἄλλων τινῶν τέλη καὶ αὐτὰ τοῦ τελείου τέλους χάριν δῆλον ὅτι ὄντα
延续由 ἐπεὶ γὰρ ἓν τὸ τελειότατον ἐστι τέλος 所引导的原因从句的从属结构。分词 ὄντα 伴随插入语性质的 δῆλον ὅτι,同属于 ἐπεί 所辖的原因说明(“因为显而易见某些他物的诸目的本身也是为了完全的目的”),在进入主句 διαφορὰ δέ αὐτῶν ἐστιν 之前构成了轻微的破格句(anacoluthon)。
- 3.16διὰ τοῦ τὴν σύγκρισιν ποιήσασθαι τὴν κατὰ τὸ αἱρετώτερον καὶ ἐπὶ ἀδυνάτου
由带定冠词不定式 διὰ τοῦ ... ποιήσασθαι 引导的表手段/根据的句式。介词短语 ἐπὶ ἀδυνάτου 修饰 τὴν σύγκρισιν ποιήσασθαι(“通过就更值得选择性在不可能之物上也作了比较”)。亚历山大以此证明,亚里士多德承认不可能之物在绝对意义上仍可有可选择性上的优劣。
- 3.17εἰ ἀμφότερα ποιητικὰ τῶν οἰκείων τελῶν λαμβάνοιτο ἢ ὁμοίως γε
条件从句中的限制性短语。ἢ ὁμοίως γε 对前面的 ποιητικά 附加了修正限定(“或者至少以类似方式[作为产生性的]”),指出仅当两项对其各自目的具有同等程度的切近性或贡献时,该论题才能有效成立。
