- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:236.3-237.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
对亚里士多德《论题篇》第三卷116b17–23的注解。亚历山大阐释了三个比较论题:处于较善或较先之物中的属性之优胜、目的自身相对于朝向目的之手段的优胜,以及在指向单一目的的两种手段中更接近目的者的优胜,并借由身体部分的构成与技艺的层级进行了举例说明。
" Καὶ τὸ ἐν βελτίοσιν ἢ προτέροις ἢ τιμιωτέροις βέλτιον." Ὁ τόπος τοιοῦτος· εἰ τῶν συγκρινομένων πρὸς ἄλληλα κατὰ τὸ αἱρετὸν τὸ μὲν ἐν βελτίοσιν εἴη τὸ δὲ ἐν χείροσιν, ἢ τὸ μὲν ἐν προτέροις τὸ δὲ ἐν ὑστέροις, ἢ τὸ μὲν ἐν τιμιωτέροις τὸ δὲ ἐν ἧττον τοιούτοις, βέλτιον τὸ ἐν τοῖς ὑπερέχουσιν. οἷον εἰ ζητοῖτο πότερον ἐπιστήμη ἢ ὑγεία αἱρετώτερον, δεικνύοιτο ἂν ὅτι ἐπιστήμη ἀμφοτέρων ὄντων αἱρετῶν, ὅτι ἡ μὲν ἐπιστήμη ἐν ψυχῇ, ἡ δὲ ὑγεία ἐν σώματι, βελτίων δὲ ψυχὴ σώματος. πάλιν εἰ ζητοῖτο πότερον αἱρετώτερον ὑγεία ἢ ἰσχὺς ἢ κάλλος, δεικνύοιτο ἂν ἡ ὑγεία, ὅτι ἐν προτέροις, εἴ γε ἡ μὲν ὑγεία ἐν συμμετρίᾳ τῶν πρώτων σωματικῶν δυνάμεών ἐστιν, ἅ ἐστι θερμότης, ψυχρότης, ὑγρότης, ξηρότης, ἐκείνων δὲ ἡ μὲν ἰσχὺς ἐν συμμετρίᾳ τῶν ὁμοιομερῶν, νεύρων τε καὶ ὀστῶν καὶ πνεύμονος, τὸ δὲ κάλλος ἐν συμμετρίᾳ τῶν ἀνομοιομερῶν ἐν ἡμῖν μερῶν, προσώπου, τραχήλου, χειρῶν, τῶν ἄλλων μερῶν, ἅ ἐστι ὕστερα τῶν πρώτων ἐν ἡμῖν δυνάμεων. τῷ δὲ αὐτῷ λόγῳ πάλιν δεικνύοιτο ἂν καὶ ἡ ἰσχὺς αἱρετωτέρα τοῦ κάλλους· πρῶτα γὰρ τὰ ὁμοιομερῆ ἐν ἡμῖν, ἐν οἷς ἡ ἰσχύς, τῶν ἀνομοιομερῶν, ἐν οἷς τὸ κάλλος· ἕκαστον γὰρ τῶν ἀνομοιομερῶν ἐκ τῶν ὁμοιομερῶν σύγκειται, οἷον τὸ πρόσωπον ἐξ ὀστῶν καὶ νεύρων καὶ σαρκῶν· διὸ καὶ συναναιρεῖται μὲν ἀναιρουμένων, οὐ συναναιρεῖ δὲ ἀναιρούμενον.1 πάλιν εἰ ζητεῖται πότερον αἱρετώτερον θεωρία ἢ πρᾶξις, δεικνύοιτο ἂν ὅτι θεωρία τῷ εἶναι περὶ τὰ τιμιώτερα τὴν ἐνέργειαν αὐτῇ2 (ἡ μὲν γὰρ πρᾶξις περὶ τὰ πρακτά τε καὶ ἐφ’ ἡμῖν, ἡ δὲ θεωρία περὶ τὰ θεῖα), καὶ ἐπειδὴ τῷ τιμιωτάτῳ τῆς ψυχῆς γίνεται· τιμιώτατον γὰρ ὁ νοῦς τῶν τῆς ψυχῆς δυνάμεων, οὗ ἐνέργεια ἡ θεωρία.
“并且,在较善、较先或较可尊之物中的事物,是较善的。” 这一论题是这样的:如果在依可选择性而相互比较的事物中,一个处于较善之物中,另一个处于较劣之物中;或者一个处于较先之物中,另一个处于较后之物中;或者一个处于较可尊之物中,另一个处于不那么可尊之物中,那么处于优胜之物中的是较善的。例如,如果探究知识与健康何者更值得选择,那么可以表明,在二者皆值得选择的情况下知识更值得选择,因为知识在灵魂中,而健康在身体中,且灵魂优于身体。又如,如果探究健康、力量与美何者更值得选择,那么可以表明健康更值得选择,因为它处于较先之物中——倘若健康在于身体原初能力的对称(这些能力是热、冷、湿、燥),而其余各项中,力量在于同质部分的对称(即筋腱、骨骼和肺),美则在于我们自身异质部分的对称(即面容、颈项、手及其他部分),而这些部分比我们自身原初的能力更居后。依同样的论理,力量也可以再次被表明比美更值得选择;因为我们自身中力量所在的同质部分,先于美所在的异质部分;因为每一个异质部分都由同质部分构成,例如面容由骨骼、筋腱和肌肉构成;因此,当[同质部分]被摧毁时[异质部分]随之被摧毁,但当[异质部分]被摧毁时却不会一同摧毁[同质部分]。再如,如果探究观相与实践何者更值得选择,那么可以表明是观相,这是由于其现实活动关乎较可尊之物(因为实践关乎可做之事和取决于我们的事,而观相则关乎神圣之事),并且因为它是通过灵魂最可尊之物而产生的;因为理智是灵魂诸能力中最可尊者,观相就是它的现实活动。
"Καὶ τὸ τέλος τῶν πρὸς τὸ τέλος αἱρετώτερον." Σχεδὸν οὗτος ὁ τόπος ἐμπεριέχεται τῷ ἤδη εἰρημένῳ πρὸ ὀλίγου, τῷ “καὶ 〈τὸ〉 δι’ αὑτὸ αἱρετὸν τοῦ δι’ ἕτερον αἱρετοῦ”· τὸ μὲν γὰρ τέλος δι’ αὑτὸ αἱρετόν, τὸ δὲ πρὸς τὸ τέλος δι’ ἕτερον· διὰ γὰρ τὸ τέλος. διαφέροι δ’ ἄν, ὅτι ἐκεῖ οὐ τὰ πρὸς τὸ τέλος συνεκρίνετο τῷ τέλει, ἀλλὰ τοῖς δι’ αὑτὰ αἱρετοῖς τὰ ὁπωσοῦν δι’ ἄλλα αἱρετὰ καθόλου καὶ ἃ μὴ δι’ αὑτὸ τοῦτο ὡς ὄντα τέλος αὐτῶν ἦν αἱρετά, διὰ δέ τι ἄλλο,3 ἐνταῦθα δὲ τῶν τελῶν καὶ τῶν πρὸς αὐτὰ ἡ σύγκρισις. οὕτως ὑγεία μὲν αἱρετωτέρα γυμνασίων, περιπάτων, σιτίων, ὅλως διαίτης, ὅτι ἡ μὲν τέλος, ταῦτα δὲ ἐκείνης χάριν· καὶ εὐδαιμονία ἀρετῆς, ὑγείας, πλούτου, τῶν ἄλλων ἀγαθῶν· ἡ μὲν γὰρ τέλος, ταῦτα δ’ ἐκείνης χάριν· καὶ τὸ εἰδέναι τοῦ μανθάνειν, καὶ τὸ κατὰ τὰς ἕξεις ἐνεργεῖν τοῦ τὰς ἕξεις ἔχειν.
“并且,目的比朝向目的之物更值得选择。” 这一论题几乎包含在不久前已经讲过的那个论题之中,即“并且,因自身而值得选择之物比因他物而值得选择之物[更值得选择]”;因为目的是因自身而值得选择的,而朝向目的之物则是因他物、即为了目的而值得选择的。但这二者会有所不同:因为在那一论题中,并非将朝向目的之物与目的本身作比较,而是将无论以何种方式因其他事物而普遍值得选择之物——以及那些并非正因这一点、作为它们的目的,而是因某种其他事物而值得选择之物——与因自身而值得选择之物作比较;而在这里,则是诸目的与朝向它们之物之间的比较。因此,健康比体操、散步、饮食以及一般的摄生法更值得选择,因为前者是目的,而这些是为了它;幸福也比德性、健康、财富及其他善物更值得选择,因为前者是目的,而这些是为了它;知比学习更值得选择,依品质活动也比拥有品质更值得选择。
"Καὶ δυοῖν τὸ ἔγγιον τοῦ τέλους." Ὁ τόπος ἐν τοῖς πρὸς τὸ τέλος συντελοῦσιν ἔχει τὴν σύγκρισιν· εἰ γὰρ εἴη δύο τινὰ ἔχοντα πρὸς ἕν τι τέλος τὴν ἀναφοράν, τὸ ἐγγύτερον τοῦ τέλους τοῦ πορρωτέρω αἱρετώτερόν τε καὶ ἄμεινον. οἷον ὑγείας αἴτιον καὶ τὸ κείρεσθαι καὶ τὸ γυμνάζεσθαι· ἀλλ’ ἐπεὶ τὸ γυμνάσιον ἐγγύτερον τῆς ὑγείας, ἄμεινον καὶ αἱρετώτερον· τὸ γὰρ ἐγγυτέρω τοῦ τέλους δοκεῖ τὸν αὐτὸν λόγον ἔχειν πρὸς τὸ πρὸ αὐτοῦ αἴτιον ὃν τὸ τέλος πρὸς αὐτό· τέλος γάρ πως καὶ τοῦτο ἐκείνου. οὕτως καὶ ἡ κατ’ ἀρετὴν ἐνέργεια τῆς ἕξεως αἱρετωτέρα· ἐγγυτέρω γὰρ τῆς εὐδαιμονίας, ὃ τέλος ἐστὶν ἀμφοῖν. δόξαι δ’ ἂν οὕτως καὶ τὰ ὑγείας φυλακτικὰ αἱρετώτερα εἶναι τῶν ποιητικῶν αὐτῆς· τὰ μὲν γὰρ συνυπάρχει τῇ ὑγείᾳ, τὰ δὲ πρὸ αὐτῆς ἐστιν. οὕτως ἱππικὴ μὲν ἀμείνων χαλινοποιητικῆς ἀμφοτέρων συντελουσῶν πρὸς στρατηγίαν, ὅτι ἐγγυτέρω ἡ ἱππική· τεκτονικὴ δὲ ὑλοτομικῆς ἀμφοτέρων χρησίμων οὐσῶν πρὸς ναυπηγίαν, καὶ ἰατρικῆς γυμναστικὴ ἀμφοτέρων πρὸς εὐεξίαν συντελουσῶν.
“并且,在二者之中,更接近目的者[更优]。” 这一论题在对目的有所贡献的事物之间进行比较;因为若有朝向某一单一目的的任意两个事物,则更接近目的者比较远离者更值得选择且更优。例如,理发和运动都是健康的原因;但由于运动更接近健康,所以更优且更值得选择;因为更接近目的者,对于在其前的原因而言,似乎具有目的对于它自身所具有的相同比例;因为在某种意义上它也是那[在前之原因]的目的。同样,依德性的现实活动也比品质更值得选择;因为它更接近幸福,而幸福是二者的目的。以此方式,维持健康之物似乎也比产生健康之物更值得选择;因为前者与健康共存,而后者在健康之前。因此,在骑术与制辔术都对统帅术有所贡献时,骑术更优,因为骑术更接近;在木工术与伐木术都对造船术有用时[木工术优于伐木术],在体操术与医术都对良好体况有所贡献时[体操术优于医术]。
- 3.12διὸ καὶ συναναιρεῖται μὲν ἀναιρουμένων, οὐ συναναιρεῖ δὲ ἀναιρούμενον
此处的句法关键在于独立属格 ἀναιρουμένων(其逻辑主语是前述的同质部分 τὰ ὁμοιομερῆ)与主句主语异质部分(ἕκαστον τῶν ἀνομοιομερῶν)以及分词 ἀναιρούμενον 之间的主被动关系。这表达了本体论上的优先性:同质部分若被摧毁,异质部分随之被摧毁,但异质部分被摧毁并不同时摧毁同质部分。
- 3.12τῷ εἶναι περὶ τὰ τιμιώτερα τὴν ἐνέργειαν αὐτῇ
带冠词不定式结构 τῷ εἶναι 作表示原因的与格。不定式的主语为 τὴν ἐνέργειαν,αὐτῇ 是表示领属的与格(指代观相 θεωρία)。περὶ τὰ τιμιώτερα 作表语与 εἶναι 结合,整句意为“由于其活动关乎较可尊之物”。
- 3.13ἃ μὴ δι’ αὑτὸ τοῦτο ὡς ὄντα τέλος αὐτῶν ἦν αἱρετά, διὰ δέ τι ἄλλο
关系从句 ἃ ... ἦν αἱρετά 进一步解释先行词 τὰ ... αἱρετά。αὐτῶν 是指代那些手段的属格,ὡς ὄντα 为中性复数宾格分词,表示理据(“作为它们的目的”)。否定词 μή 修饰 δι’ αὑτὸ τοῦτο,并与随后的肯定项 διὰ δέ τι ἄλλο 形成对照。
