- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:235.3-236.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德关于“更优越者的固有属性优于更低劣者的固有属性”这一论题(116b13),亚历山大解释了从选择对象向固有性的逻辑过渡,阐明优越性源于固有特征而非共有特征的论证,并指出此类比较以同属为前提。
" Καὶ τὸ τοῦ βελτίονος ἴδιον βέλτιον ἢ τὸ τοῦ χείρονος." Παραδοὺς τόπον ἀπὸ τοῦ τῷ βελτίονι αἱρετοῦ συνιστάντα τὸ αἱρετώτερον, ἐπεὶ οὐ πάντως τὸ αἱρετόν τινι ἤδη καὶ ἴδιόν ἐστιν αὐτοῦ (ὑγεία γὰρ αἱρετὸν μὲν ἀνθρώπῳ, οὐ μὴν καὶ ἴδιον τὸ ὑγιαίνειν ἀνθρώπου), νῦν ἀπὸ τοῦ ἰδίου τόπον παραδίδωσι (τὸ γὰρ τοῦ βελτίονος ἴδιον βέλτιον τοῦ ὃ ἴδιόν ἐστι τοῦ χείρονος), οὐκέτι κατὰ τὸ αἱρετώτερον τὴν σύγκρισιν ποιούμενος ἀλλὰ κατὰ τὸ βέλτιον ἁπλῶς· τὸ γὰρ τοῦ βελτίονος ἴδιον, εἰ μὴ δυνατὸν τῷ χείρονι, οὐδ’ ἂν αἱρετώτερον αὐτῷ εἴη. ἢ τὸ βέλτιον ἁπλῶς καὶ αἱρετώτερον ἁπλῶς εἶναι λαμβάνει, εἰ καὶ 〈ὡς〉 διαφόροις αὐτοῖς χρῆται· οὐ γὰρ τὴν σύγκρισιν ποιεῖται τοῦ αἱρετωτέρου τινὶ ἀεί, ἀλλὰ [καὶ] τοῦ ἁπλῶς καὶ κατὰ τὴν οἰκείαν φύσιν, ὥσπερ ἐποίησε καὶ ἐπὶ τοῦ πρὸ τούτου τόπου. ὅτι δὲ τὸ τοῦ βελτίονος ἴδιον βέλτιον, ἔδειξε διὰ τοῦ εἶναι μὲν τὸ βέλτιον καὶ κατά τι αὑτοῦ βέλτιον·1 ἀλλὰ κατὰ μὲν τὰ κοινὰ καὶ τὰ ὅμοια τῷ τε χείρονι καὶ τῷ βελτίονι οὐδέτερον οὐδετέρου ὑπερέχει· οὐδὲ γὰρ διαφέρει· λείπεται κατὰ τὰ ἴδια αὐτῶν εἶναι τὴν διαφορὰν καὶ κατὰ τοῦτο τὸ βέλτιον ὑπερέχειν τοῦ χείρονος. εἰ δὲ κατὰ ταῦτα ἥ τε διαφορὰ αὐτοῖς καὶ ἡ ὑπεροχή, καὶ τὸ τοῦ βελτίονος ἴδιον βέλτιον ἂν εἴη. οἷον εἰ ζῷα ὁ θεὸς καὶ ὁ ἄνθρωπος καὶ ὁ ἵππος, κατὰ μὲν τὸ γένος τὸ κοινὸν οὐδὲν ἀλλήλων διαφέρουσιν· ἐπεὶ δὲ βελτίων ὁ μὲν θεὸς τοῦ ἀνθρώπου, ὁ δὲ ἄνθρωπος τοῦ ἵππου, λείπεται τὴν διαφορὰν αὐτῶν εἶναι κατὰ τὰ ἴδια· εἰ οὖν θεοῦ μὲν ἴδιον ἀθανασία, ἀνθρώπου δὲ τὸ ἐπιστήμης δεκτικόν, ἵππου δὲ τὸ χρεμετιστικόν, ἡ ἀθανασία μὲν βελτίων τοῦ ἐπιστήμης δεκτικοῦ, τὸ δὲ ἐπιστήμης δεκτικὸν τοῦ χρεμετιστικοῦ. οὕτως καὶ εἰ ψυχῆς μὲν ἴδιον ὁρμή, σώματος δὲ ῥοπή, εἴη ἂν ὁρμὴ ῥοπῆς βελτίων, ἐπεὶ καὶ ψυχὴ σώματος. δοκεῖ δέ μοι τὸ βέλτιον καὶ τὸ χεῖρον ἐν τοῖς ὁμογενέσι λαμβάνειν, ἐπειδὴ καὶ ἡ σύγκρισις ἐν τοῖς κοινωνίαν ἔχουσι πρὸς ἄλληλα· διὸ καὶ εἶπε κατὰ μὲν γὰρ τὰ κοινὰ ἐν ἀμφοτέροις οὐδὲν διαφέρει, ὡς τῶν συγκρινομένων ὀφειλόντων ἔχειν τινὰ καὶ κοινά.2
“并且更优越者的固有属性优于更低劣者的固有属性。” 在传授了一个从对更优越者而言值得选择的事物来确立何者更值得选择的论题之后,既然对某物而言值得选择的事物并不必然就已经是其固有属性(因为健康对人而言是值得选择的,但保持健康并非人的固有属性),他现在传授了一个从固有属性出发的论题(因为更优越者的固有属性优于作为更低劣者固有属性的事物),不再就更值得选择而言进行比较,而是就无条件更优越而言进行比较;因为更优越者的固有属性如果对更低劣者而言是不可能的,对它而言甚至根本不是更值得选择的。或者,他认为无条件更优越者也就是无条件更值得选择者,即使他将两者当作不同的事物来使用;因为他并非总是在对某人而言更值得选择的事物之间进行比较,而是在无条件且依据固有自然本性[更值得选择的事物]之间进行比较,正如他在前一个论题中所做的那样。而至于更优越者的固有属性更为优越,他是通过更优越者在自身的某种特征上确实更为优越这一点来证明的;但在对于更低劣者和更优越者双方而言共有且相似的特征上,两者互不超越;因为甚至不存在差异;剩下的便是差异存在于它们固有的特征上,且在这一点上更优越者超越更低劣者。而如果它们的差异与优越皆在这些固有特征上,那么更优越者的固有属性也会是更优越的。例如,如果神、人与马皆为动物,那么在共有的属上彼此毫无差异;但既然神优于人,而人优于马,剩下的便是它们的差异存在于固有的特征上;因此,如果神固有的属性是不朽,人固有的是接纳知识的能力,马固有的是鸣叫的能力,那么不朽优于接纳知识的能力,而接纳知识的能力优于鸣叫的能力。同样,如果冲动是灵魂的固有属性,而向下趋向是身体的固有属性,那么既然灵魂优于身体,冲动就优于向下趋向。而在我看来,他是在同属的事物中理解更优越者与更低劣者的,因为比较也是在彼此具有共通性的事物之间进行的;也因此,他说“因为在两者共有的特征上毫无差异”,这宛如被比较的事物也必须拥有某些共有特征一样。
- 3.11διὰ τοῦ εἶναι μὲν τὸ βέλτιον καὶ κατά τι αὑτοῦ βέλτιον
介词 διά 接带冠词的不定词 τοῦ εἶναι,其逻辑主语为宾格的 τὸ βέλτιον,表语为 βέλτιον(“通过更优越者在自身的某种特征上确实更为优越这一点”)。小辞 μέν 与后文的 ἀλλὰ κατὰ μὲν τὰ κοινά...(“但在共有特征上……”)相呼应,构成了优越性必存在于某一方面的前提步骤。
- 3.11ὡς τῶν συγκρινομένων ὀφειλόντων ἔχειν τινὰ καὶ κοινά
由连词 ὡς 引导的属格独立结构(τῶν συγκρινομένων ὀφειλόντων),表达说话者(亚里士多德)所秉持的主观理由或前提假设(“基于被比较的事物也必须拥有某些共有特征这一想法”)。实质化分词 τῶν συγκρινομένων 作为分词 ὀφειλόντων 的逻辑主语。
