- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:233.1-235.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解了依自然成立的善比依技术或习俗成立的善更值得选择这一论题(116b10),以及对更优越、尊贵者而言值得选择的善比更低劣者的善更值得选择这一论题(116b12),并指出后者需要加上人类可行性的限定条件。
" Καὶ τὸ φύσει τοῦ μὴ φύσει, οἷον ἡ δικαιοσύνη τοῦ δικαίου.1" Ἔστι μὲν καὶ οὗτος ὁ τόπος δυνάμει ὁ αὐτὸς τῷ πρὸ αὐτοῦ· τὰ γὰρ τῇ αὑτῶν φύσει ἀγαθὰ καὶ ἁπλῶς ἐστιν ἀγαθά, τὰ δὲ ἐπίκτητα οὐχ ἁπλῶς οὐδὲ πᾶσι. διαφέροι δ’ ἂν τῇ ἐπιβολῇ· οὐ γὰρ διότι ἁπλῶς, ἀλλὰ διότι τῇ αὑτοῦ φύσει τοιοῦτον. καθόλου δὲ τὰ φύσει συνεστῶτα τῶν μὴ φύσει ἀλλὰ ἐπικτήτων τε καὶ κατὰ τέχνας καὶ νενομισμένων βελτίω· τά τε γὰρ κατὰ τὰς τέχνας μιμήματα ὄντα τῆς φύσεως δεύτερα ἂν εἴη τῆς φύσεως, ἀλλὰ καὶ τὰ κατὰ ἔθη τε καὶ συνθήκας καὶ νόμους δεύτερα τῶν φύσει· τοῖς μὲν γὰρ ἡ φύσις ἡ οἰκεία αἰτία τοῦ τοιούτοις εἶναι, τοῖς δὲ ἡ περὶ αὐτῶν συνθήκη τῶνδέ τινων ἢ ἔθος. καὶ τῶν ἀγαθῶν δή, ὅσα τῇ ἑαυτῶν φύσει ἐστὶν ἀγαθά, αἱρετώτερα τῶν μὴ φύσει τοιούτων. οἷον ἡ μὲν δικαιοσύνη, ὥσπεροῦν καὶ πᾶσα ἀρετή, τῇ φύσει τῇ αὑτῶν ἀγαθά· τὸ μέντοι παρ’ ἑκάστοις δίκαιον οὐ τῇ αὑτοῦ φύσει τοιοῦτον, ἀλλὰ ἢ κατ’ ἔθος ἢ κατὰ νόμον· ἄλλα γὰρ παρ’ ἄλλοις νόμιμα, καὶ ἔστιν ἑκάστοις τὰ οἰκεῖα νόμιμα ἀγαθά τε καὶ αἱρετά. ὄντων δὲ ἀμφοτέρων ἀγαθῶν, καὶ τῆς δικαιοσύνης καὶ τῶν δικαίων τῶν νενομοθετημένων, ἡ κατὰ φύσιν δικαιοσύνη τοῦ δικαίου τοῦ τοιούτου αἱρετωτέρα, ὅτι ἡ μὲν φύσει τὸ δὲ οὐ φύσει. δίκαιον γὰρ νῦν τὸ μὴ φύσει λαμβάνει, ἐπεὶ ἔστι τι καὶ φύσει δίκαιον, κατὰ δικαιοσύνην γινόμενον τοιοῦτον. ἢ τοῦ δικαίου λέγει τοῦ τὴν δικαιοσύνην ἔχοντος· ἐπίκτητον γὰρ τούτῳ [τὸ] ἀγαθὸν ἡ δικαιοσύνη καὶ οὐ φύσει, εἴ γε μὴ φύσει δίκαιοι οἱ δίκαιοι· ἡ δὲ δικαιοσύνη τῇ αὐτῆς φύσει ἀγαθόν.
“并且出于自然的事物比非出于自然的事物[更值得选择],例如正义比正义之物[或正义之人]更值得选择。” 这个论题在潜能上也与它前面的论题是同一的;因为依其自身自然本性而善的事物也是无条件善的,而后天获得的事物则非无条件善,亦非对所有人皆是如此。但它在关注点上会有所不同;因为这并非由于它是无条件的,而是由于它依自身的自然本性就是如此的。总体而言,由自然构成的事物优于非出于自然、而是后天获得的、出于技术和出于习惯的事物;因为出于技术的事物既然是对自然的摹仿,便次于自然,而出于习俗、契约和法律的事物亦次于出于自然的事物;因为对于前者而言,自身固有的自然本性是使其成为如此事物的原因,而对于后者而言,关于它们的某些人的契约或习俗才是原因。因此在善事物中,凡依其自身自然本性是善的事物,也比非出于自然而如此的事物更值得选择。例如正义,正如所有德性一样,依其自身的自然本性是善的;然而在各个群体中的正义之物却非依其自身的自然本性如此,而是要么出于习俗,要么出于法律;因为法律规章在不同群体中各不相同,且对各群体而言,他们固有的法律规章既是善的也是值得选择的。在两者皆为善——正义与依法制定的正义之物皆为善——时,依自然的正义比此类正义之物更值得选择,因为前者出于自然,而后者非出于自然。因为他现在所取的正义之物是非出于自然的事物,既然也存在某种依自然的正义之物,它是按照正义而成为如此的。或者,他是就拥有正义的“正义之人”而言的;因为对这个人来说,如果正义的人们确实并非天生正义,那么正义便是后天获得的善而非出于自然,然而正义依其自身的自然本性却是善。
"Καὶ τὸ τῷ βελτίονι καὶ τιμιωτέρῳ αἱρετώτερον, οἷον θεῷ ἢ ἀνθρώπῳ καὶ ψυχῇ ἢ σώματι." Σαφὴς μὲν ὁ τόπος· λέγει γὰρ δι’ αὐτοῦ ὅτι τὸ τοῦ βελτίονος ἀγαθὸν αἱρετώτερον τοῦ ἀγαθοῦ ὃ τοῦ χείρονός ἐστιν. οὐ γάρ ἐστι τὸ λεγόμενον, ὡς ἂν δόξαι, ὅτι τὸ τῷ βελτίονι αἱρετώτερον τοῦτο καὶ αἱρετώτερον· οὐ γὰρ ποιεῖται τὴν σύγκρισιν τούτων ἃ τῷ αὐτῷ ἐστιν ἀγαθὰ ἢ αἱρετά, ἀλλ’ ἃ διαφερούσαις φύσεσι. δεῖται μέντοι διαστολῆς τινος ὁ τόπος. εἰ μὲν γὰρ ἁπλῶς τῇ ἑαυτοῦ φύσει τὸ αἱρετώτερον λαμβάνειν ἔοικεν ἀλλὰ μὴ τῷ τὴν ἐπίκρισιν αὐτοῦ ποιουμένῳ,2 ἁπλῶς ἀληθὴς ὁ τόπος, ἐπειδὴ τὸ τῷ βελτίονι καὶ τιμιωτέρῳ, καθ’ ὃ βελτίων ἐστὶ καὶ τιμιώτερος, αἱρετὸν αἱρετώτερον τοῦ αἱρετοῦ τῷ μὴ τοιούτῳ καὶ μᾶλλον ἀγαθόν· τὰ γοῦν τοῖς θεοῖς αἱρετὰ ἁπλῶς αἱρετώτερα καὶ βελτίω τῶν τοῖς ἀνθρώποις αἱρετῶν, οἷον ἀθανασία ἢ ἡ τῶν ὅλων διακόσμησις καὶ ἀπάθεια σοφίας, ὑγείας, ἀρετῆς, πλούτου, φιλοσοφίας, τῶν τοιούτων ἃ τοῖς ἀνθρώποις ἐστὶν αἱρετά. εἰ δ’ ἡ κρίσις τοῦ αἱρετωτέρου τῷ αἱρουμένῳ γίνοιτο, οὐκέτ’ ἂν ἁπλῶς ὁ τόπος ὑγιὴς εἴη· οὐ γὰρ τὰ τοῖς θεοῖς αἱρετὰ αἱρετώτερα ἡμῖν τῶν ἡμῖν αἱρετῶν, εἴ γε ἀδύνατα μὲν ἡμῖν πολλὰ τῶν ἐκείνοις αἱρετῶν, ἠλιθίου δὲ τὸ αἱρεῖσθαι τὰ ἀδύνατα. διὸ δέοιτο ἂν προσθήκης τῆς ‘δυνατῶν ὄντων ἀμφοτέρων’. εἰ γὰρ εἴη ἄμφω δυνατὰ τῷ τὴν τοῦ αἱρετωτέρου ποιουμένῳ ἐπίκρισιν, αἱρετώτερον τὸ τῷ βελτίονι καὶ τιμιωτέρῳ αἱρετόν, οἷον τὸ κοινωφελὲς τοῦ ἰδιωφελοῦς αἱρετώτερον· ἀμφότερα γὰρ δυνατὰ τῷ ἀνθρώπῳ, καὶ τοῖς θεοῖς τὸ κοινωφελὲς αἱρετόν τε καὶ κατὰ φύσιν. ὁμοίως καὶ τὸ εὖ ποιεῖν τοῦ εὖ πάσχειν· τοῖς γὰρ θεοῖς αἱρετὸν τὸ εὖ ποιεῖν, καὶ ἄμφω δυνατὰ τῷ ἀνθρώπῳ. οὕτως καὶ εἰ τῇ ψυχῇ μὲν αἱρετὸν τὸ φρονεῖν καὶ ὅλως αἱ ἀρεταί, σώματι δὲ τὸ ὑγιαίνειν καὶ τὸ ἰσχύειν, αἱρετώτερον τὸ φρονεῖν καὶ αἱ ἀρεταί, 〈εἴ γε〉 καὶ ὅλως αἱρετώτερα τὰ τῷ τιμιωτέρῳ τε καὶ βελτίονι· ψυχὴ γὰρ βελτίων σώματος. ὁμοίως καὶ τὸ ἐπίστασθαι τοῦ αἰσθάνεσθαι αἱρετώτερον, ἐπεὶ τὸ μὲν αἰσθάνεσθαι σωματικώτερον (διὰ γὰρ σώματος), τὸ δ’ ἐπίστασθαι οἰκεῖον καὶ ἴδιον τῆς ψυχῆς. διαφέροι δ’ ἂν οὗτος ὁ τόπος τοῦ ἤδη εἰρημένου τοῦ “καὶ ὃ μᾶλλον ἂν ἕλοιτο ὁ φρόνιμος ἢ ὁ ἀγαθὸς ἀνήρ”, ὅτι ἐν ἐκείνῳ μὲν ἀπὸ τοῦ μᾶλλον αἱρετοῦ τῷ βελτίονι ἡ ἐπιχείρησις ἐγίνετο, ἀμφοτέρων ὄντων αἱρετῶν τῷ αὐτῷ, ἐνταῦθα δέ, ὅταν ἄλλο μὲν ᾖ τῷ βελτίονι αἱρετὸν ἄλλο δὲ τῷ χείρονι, τὸ τῷ βελτίονι δείκνυται αἱρετώτερον, ὡς ἔχει ἡ ψυχὴ καὶ τὸ σῶμα· οὐ γὰρ ἄμφω ἑκατέρῳ αἱρετά· καὶ ἐκεῖ μὲν ἐζητεῖτο τὸ τῷ αἱρουμένῳ αἱρετώτερον, ἐνταῦθα δὲ τὸ ἁπλῶς αἱρετώτερον, οὐ τὸ τινί.
“并且对更优越、更尊贵者而言[值得选择的事物],比[对更低劣者而言的]更值得选择,例如对神而言的比对人而言的,对灵魂而言的比对身体而言的。” 这个论题是明晰的;因为他通过它表明,更优越者的善比属于更低劣者的善更值得选择。因为所说的并非如人们可能认为的那样,即对更优越者而言更值得选择的事物本身就更值得选择;因为他并非在对同一主体而言是善的或值得选择的事物之间进行比较,而是在属于不同自然本性的事物之间进行比较。不过,该论题需要某种区分。因为,如果他看起来是端然从其自身自然本性、而非从做出判定的主体来理解何者更值得选择,那么该论题便是端然真实的,因为对更优越、更尊贵者而言就其更优越、更尊贵而言值得选择的事物,比对非此类事物而言值得选择的事物更值得选择,且是更大的善;至少,对诸神而言值得选择的事物比起对人而言值得选择的事物——例如不朽或对全宇宙的秩序安排以及无受苦状态比起智慧、健康、德性、财富、哲学以及诸如此类对人而言值得选择的事物——是端然更值得选择且更优越的。但如果对何者更值得选择的判定是针对做出选择的主体而言的,那么该论题便不再端然成立;因为对诸神而言值得选择的事物对我们而言并非比对我们自身值得选择的事物更值得选择,如果确实对神而言值得选择的许多事物对我们而言是不可能的,而选择不可能的事物乃是愚蠢之举。因此,它需要加上“在两者皆属可能时”这一补充条件。因为如果两者对于做出何者更值得选择之判定的人而言皆属可能,那么对更优越、更尊贵者而言值得选择的事物就更值得选择;例如,有益于共同体的事物比有益于私人的事物更值得选择;因为两者对人而言皆属可能,且有益于共同体的事物对诸神而言既是值得选择的,也是合乎自然的。同样,施惠也比受惠更值得选择;因为施惠对诸神而言是值得选择的,且两者对人而言皆属可能。同样,如果明达以及总体而言的诸德性对灵魂是值得选择的,而健康与强壮对身体是值得选择的,那么明达与诸德性便更值得选择,如果确实对更尊贵、更优越者而言的事物总体上更值得选择的话;因为灵魂优于身体。同样,认识也比感觉更值得选择,因为感觉更具身体性(因为是通过身体),而认识则是灵魂固有的和独特的。这个论题与此前已述及的“并且明达之人或善人更愿意选择的事物”这一论题有所不同,因为在那个论题中,立论是在两者对同一主体皆值得选择的情况下,从对更优越者更值得选择的事物出发的;而在此处,当一件事物对更优越者值得选择,而另一件事物对更低劣者值得选择时,正如灵魂与身体那样,对更优越者而言的事物被证明更值得选择;因为两者并非对两者各自皆值得选择;并且在那里所探寻的是对做出选择的主体而言更值得选择的事物,而在此处所探寻的是无条件更值得选择的事物,而非对某人而言如此的事物。
- 3.9οἷον ἡ δικαιοσύνη τοῦ δικαίου
τοῦ δικαίου 在句法上既可作中性名词理解(法律所规定的“正义之物/规程”),也可作阳性名词理解(具有正义之德的“正义之人”)。亚历山大首先将其作为中性理解为法定之正义规范(τῶν δικαίων τῶν νενομοθετημένων),继而在后文通过 ἢ τοῦ δικαίου λέγει τοῦ τὴν δικαιοσύνην ἔχοντος(“或者他是指拥有正义的正义之人”)提出了阳性名词的备选解释。
- 3.10εἰ μὲν γὰρ ἁπλῶς τῇ ἑαυτοῦ φύσει τὸ αἱρετώτερον λαμβάνειν ἔοικεν ἀλλὰ μὴ τῷ τὴν ἐπίκρισιν αὐτοῦ ποιουμένῳ
ἔοικεν 在此并非无人称结构,而是以语境中被省略的亚里士多德为主语的人称结构(“如果他看起来……理解/选取”)。不定式 λαμβάνειν 的宾语是 τὸ αἱρετώτερον,表示性质的与格结构 ἁπλῶς τῇ ἑαυτοῦ φύσει 与表示评判主体的与格短语 ἀλλὰ μὴ τῷ τὴν ἐπίκρισιν αὐτοῦ ποιουμένῳ 形成了对比。
