- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:231.15-232.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
基于亚里士多德《论题篇》卷三,亚历山大举例注解了两个论题:善的自身原因比附带原因更值得选择(恶的自身原因更当规避),以及无条件善的事物比仅对特定人或在特定时机为善的事物更值得选择。
" Καὶ τὸ αἴτιον ἀγαθοῦ καθ’ αὑτὸ τοῦ κατὰ συμβεβηκός." Εἰπὼν τὸ καθ’ αὑτὸ αἱρετὸν αἱρετώτερον εἶναι τοῦ κατὰ συμβεβηκός, ἐπεὶ καὶ ἐν τοῖς αἰτίοις ἐστί τις τοιαύτη διαφορά (τὰ μὲν γάρ ἐστι καθ’ αὑτὰ τινῶν αἴτια, τὰ δὲ κατὰ συμβεβηκός· καθ’ αὑτὸ μὲν γὰρ ὁ οἰκοδόμος τῆς οἰκίας αἴτιος, κατὰ συμβεβηκὸς δὲ ὁ Ἀθηναῖος ἢ ὁ λευκός), τόπον τινὰ ἡμῖν καὶ ἀπὸ τῶν αἰτίων εἰς ἐπίκρισιν τοῦ αἱρετωτέρου παραδίδωσιν. ὅταν γὰρ δύο τινὰ ἀγαθὰ ἀγαθοῦ τινος καὶ αἱρετοῦ αἴτια ὄντα τὸ μὲν καθ’ αὑτὸ ᾖ αἴτιον τὸ δὲ κατὰ συμβεβηκός, αἱρετώτερον τὸ καθ’ αὑτό. ὁ δὲ τόπος οὗτος προάγοι ἂν ἐπὶ ὁμολογουμένῳ τῷ τὸ τοῦ αἱρετοῦ αἴτιον αἱρετὸν καὶ αὐτὸ εἶναι.1 οὕτως ἡ ἀρετὴ τῆς τύχης αἱρετωτέρα· ἡ μὲν γὰρ ἀρετὴ καθ’ αὑτὴν αἰτία τῶν ἐπ’ αὐτῇ κατορθωμάτων. ὅταν δὲ καὶ τύχη αἰτία γένηται, κατὰ συμβεβηκὸς ἂν εἴη· καθόλου γὰρ κατὰ συμβεβηκὸς ἡ τύχη αἰτία οὖσα ἐδείχθη. οὕτως τῆς τύχης καὶ ἡ ἰατρικὴ ἂν αἱρετωτέρα δεικνύοιτο, ὅταν ἀμφότεραι ὑγείας ὦσιν αἴτιαι. ἀλλὰ καὶ ὑγεία εὐχροίας αἱρετώτερον διὰ τοῦτο· ὑγεία μὲν γὰρ καθ’ αὑτήν, εὔχροια δὲ κατὰ συμβεβηκὸς ἀγαθοῦ αἰτία. καὶ τὸ γυμνάζεσθαι τοῦ 〈προσγυμνάζεσθαι〉 τῷδέ τινι· τὸ μὲν γὰρ καθ’ αὑτό, τὸ δὲ κατὰ συμβεβηκὸς ὑγείας ποιητικόν· ὅτι γὰρ γυμνάζεται καὶ ὁ τῷδέ τινι προσγυμναζόμενος, δῆλον, ἀλλ’ οὐ διὰ τὸ γυμνάζεσθαι ἀλλὰ διὰ τὸ προσγυμνάζεσθαι.
“并且善的自身原因[比]附带原因[更值得选择]。” 在指出就自身而言值得选择的事物比附带的事物更值得选择之后,既然在原因中也存在某种此类差别(因为有些原因是某些事物的自身原因,有些则是附带原因;因为建造者是房屋的自身原因,而雅典人或白皮肤的人则是附带原因),他也向我们传授了一个源于原因的论题,以判定何者更值得选择。因为每当两件善事物是某件善的且值得选择的事物的原因,且其中一者是自身原因,另一者是附带原因时,自身原因便更值得选择。而这一论题是以被公认的前提——即值得选择的事物的原因本身也是值得选择的——为基础向前推进的。依此方式,德性比运气更值得选择;因为德性是基于它而成的正当行动的自身原因;但每当运气也成为原因时,它会是附带原因,因为运气总体上已被证明是附带原因。依此方式,当医术与运气二者都是健康的原因时,医术也会被证明比运气更值得选择。不仅如此,健康因这一缘故也比良好气色更值得选择;因为健康就自身而言是善的原因,而良好气色则是附带地作为善的原因。此外,仅仅锻炼也比作为某人的陪练而锻炼[更值得选择];因为前者就自身而言产生健康,而后者则是附带地产生健康;因为作为某人的陪练而锻炼的人显然也在锻炼,但这并非由于锻炼本身,而是由于陪练。
"Ὁμοίως καὶ ἐπὶ τοῦ ἐναντίου." Δεικνύοιτο ἂν κατὰ τὸν αὐτὸν λόγον καὶ φευκτότερον τὸ καθ’ αὑτὸ κακοῦ αἴτιον τοῦ κατὰ συμβεβηκός, ὡς κακία τύχης· καὶ κυβερνήτης χείρων ὁ αὐτὸς ἀνατρέψας τὴν ναῦν τούτου οὗ διὰ τὴν ἀπουσίαν ἡ ναῦς ἀνετράπη· κατὰ συμβεβηκὸς μὲν γὰρ οὗτος, ἐκεῖνος δὲ καθ’ αὑτὸν αἴτιος τῆς ἀνατροπῆς. ὅμοιος ὁ λόγος καὶ ἐπὶ στρατηγοῦ καὶ ἰατροῦ· οὗ γὰρ παρόντος ἀπώλετο τὸ στρατόπεδον στρατηγοῦ,2 χείρων οὗτος τοῦ διὰ τὴν ἀπουσίαν αἰτίου τῆς ἀπωλείας γενομένου· καὶ ἐπὶ ἰατροῦ τὸ αὐτό.
“在相反者的情况下同样如此。” 按照同样的道理,恶的自身原因比附带原因更应当被规避,也将被证明,正如恶习比运气更当被规避;亲自覆灭了船只的舵手,也比因其缺席而致使船只覆灭的舵手更糟糕;因为后者是附带的原因,而前者则是覆灭的自身原因。关于将领和医生的道理也是类似的;因为在其在场的情况下军队灭亡的将领,比因缺席而成为灭亡原因的将领更糟糕;在医生的情况下亦是如此。
"Καὶ τὸ ἁπλῶς ἀγαθὸν τοῦ τινὶ αἱρετώτερον." Ὡς ἐπὶ τῶν ὑγιεινῶν τὰ μὲν ἁπλῶς ὑγιεινά, 〈ἃ〉 τοῖς ὑγιαίνουσι καὶ κατὰ φύσιν ἔχουσι 〈πᾶσίν〉 ἐστι τοιαῦτα, ὡς περίπατοι, γυμνάσια, σιτία τοιάδε, τὰ δὲ ἁπλῶς μὲν οὐκ ἔστιν ὑγιεινά, τισὶ δέ, οἷον τοῖς νοσοῦσιν, ὡς τομαὶ τοῖς τούτων δεομένοις καὶ ἀσιτίαι καὶ ἡσυχίαι καὶ φαρμακεῖαι, οὕτω καὶ ἀγαθὰ τὰ μὲν ἁπλῶς ἐστιν [ἀγαθά], ἃ πᾶσι τοῖς κατὰ φύσιν ἔχουσίν ἐστι τοιαῦτα, τὰ δὲ τινί. οἷον ὑγεία μὲν ἁπλῶς ἀγαθόν· τοῖς γὰρ κατὰ φύσιν ἔχουσι πᾶσιν ἀγαθόν· νόσος δὲ ἁπλῶς μὲν κακόν, γένοιτο δ’ ἄν τινί ποτε ἀγαθόν, ὡς Θεάγει, εἴ γε τοῦτον “ἡ τοῦ σώματος νοσοτροφία” κατέσχεν ἐν φιλοσοφίᾳ, ὡς Πλάτων λέγει. ὁμοίως πλοῦτος μὲν καὶ δόξα ἁπλῶς ἀγαθόν· γένοιτο δ’ ἄν ποτέ τινι καὶ πενία ἀγαθὸν καὶ ἀδοξία, εἰ διὰ πενίαν καὶ ἀδοξίαν μὴ ἐπιβουλευθείη μηδὲ ἀναιρεθείη ὑπὸ τυράννου τινὸς ἀναιροῦντος τοὺς ἐνδόξους τε καὶ πλουσίους. τούτων δὴ οὕτως ἐχόντων αἱρετώτερά φησιν εἶναι τὰ ἁπλῶς ἀγαθὰ τῶν μὴ ἁπλῶς ἀλλὰ τισὶ καὶ ποτέ. καὶ ὁ τόπος σαφής. εἴη δ’ ἂν ὁ αὐτὸς οὗτος τῷ πρὸ ὀλίγου εἰρημένῳ τῷ ἀπὸ τοῦ καθ’ αὑτὸ καὶ κατὰ συμβεβηκός.
“并且无条件地善的事物比对某人而言的[善]更值得选择。” 正如在有益健康的事物中,有些是无条件有益健康的——即对所有健康且处于自然状态的人而言都是如此的事物,如散步、体操、某类食物——而另一些则不是无条件有益健康,而是对某些人而言如此,例如对患病者,正如切割之术对于需要这些的人而言,以及禁食、静养和药物疗法,同样,在善事物中,有些是无条件善的,即对所有处于自然状态的人而言都是如此的善事物,而另一些则是对某人而言的善。例如,健康是无条件善的;因为对所有处于自然状态的人而言它都是善的;而疾病无条件而言虽是恶,有时却可能对某人成为善,正如对泰阿革斯那样,如果诚如柏拉图所言,确实是“身体的病弱保养”将他留在哲学中。同样,财富和名望是无条件善的;但贫穷和无名有时对某人而言也可能成为善,如果在面对屠杀名流与富人的某位僭主时,由于贫穷和无名,他既没有被图谋也没有被杀害。在这些情况如此时,他说无条件善的事物比那些非无条件、而仅对某些人及在某些时刻成立的事物更值得选择。而且这个论题是明晰的。然而,这与不久前陈述的基于“就自身而言”和“附带地”的论题可能是同一的。
- 3.6ὁ δὲ τόπος οὗτος προάγοι ἂν ἐπὶ ὁμολογουμένῳ τῷ τὸ τοῦ αἱρετοῦ αἴτιον αἱρετὸν καὶ αὐτὸ εἶναι
介词 ἐπί 支配与格分词 ὁμολογουμένῳ,中性单数与格定冠词 τῷ 则统摄整个不定式结构 τὸ τοῦ αἱρετοῦ αἴτιον αἱρετὸν καὶ αὐτὸ εἶναι 并与之同格。该结构表示论证所依据的前提条件,即“以值得选择的事物的原因本身也是值得选择的这一公认前提为基础”。
- 3.7οὗ γὰρ παρόντος ἀπώλετο τὸ στρατόπεδον στρατηγοῦ
此处出现了语序倒装(hyperbaton)。关系代词 οὗ 与主句中的代词 οὗτος 相呼应,并与后置的名词 στρατηγοῦ 一同构成与 παρόντος 搭配的属格绝对结构(相当于 οὗ στρατηγοῦ παρόντος,“在某位将领在场的情况下”)。名词 στρατηγοῦ 被后置在动词短语 ἀπώλετο τὸ στρατόπεδον 之后。
