- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:230.9-231.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大讨论了亚里士多德对两个论题(因自身/因他物与就自身而言/附带地)的等同处理,指出两者的差异不仅在于表达方式,在外延上涉及器具之善时亦存在不对称性,因而在严格意义上二者并不相同。
τὸ μὲν γὰρ τοὺς φίλους δικαίους εἶναι καὶ καθ’ αὑτὸ καὶ δι’ αὑτὸ αἱρετόν, ὥσπερ καὶ ἡ ὑγεία· τὸ δὲ τοὺς ἐχθροὺς εἶναι δικαίους κατὰ συμβεβηκός (συμβέβηκε γὰρ αὐτοῖς δικαίοις γενομένοις μὴ βλάπτειν) καὶ δι’ ἄλλο· ἵνα γὰρ ἡμᾶς μὴ βλάπτωσιν. τοιοῦτον δὲ καὶ τὸ γυμνάζεσθαι· καὶ γὰρ δι’ ἄλλο (διὰ γὰρ τὴν ὑγείαν) καὶ κατὰ συμβεβηκός, ὅτι συμβέβηκε τοῖς γυμναζομένοις τὸ ὑγιαίνειν. μόνον δὲ εἶναι αὐτοῖς τὴν διαφορὰν εἶπε κατὰ τὸν τρόπον τῆς ἐκφορᾶς, ὅτι ἐπὶ μὲν τοῦ τῷ δι’ αὑτὸ καὶ δι’ ἕτερον χρώμεθα, ἐπὶ δὲ τοῦ τῷ καθ’ αὑτὸ καὶ κατὰ συμβεβηκός. ἢ ἐπὶ μὲν τῶν εἰρημένων παραδειγμάτων τῷ τρόπῳ μόνον τῆς ἐκφορᾶς ἡ διαφορά· ἐπὶ δὲ ἄλλων ἔστιν εὑρεῖν πλείονα (ἢ) κατὰ τὸν τῆς ἐκφορᾶς τρόπον τὴν διαφορὰν ἐν αὐτοῖς.1 ἔστι γὰρ ἃ καθ’ αὑτὰ μέν ἐστιν αἱρετά, οὐ μὴν δι’ αὑτά· τοῖς γοῦν ῥιγοῦσι καθ’ αὑτό ἐστιν αἱρετὸν ἡ θερμὴ ἐσθής· εἰ δὲ καθ’ αὑτό, οὐ κατὰ συμβεβηκός· οὐ μὴν καὶ δι’ αὑτήν ἐστιν αἱρετὴ ἀλλὰ δι’ ἄλλο· ὅτι γὰρ τὸ μὴ ῥιγοῦν ἐξ αὐτῆς περιγίνεται. κατὰ συμβεβηκὸς δὲ ἢ λευκὸν ἢ φαιὸν ἢ ὁτιοῦν χρῶμα ἔχει ἡ ἐσθής, ἣν καθ’ αὑτὴν ῥιγοῦντες αἱρούμεθα. ἀλλὰ καὶ τῷ ἱππικῷ καθ’ αὑτὸ μὲν αἱρετὸν ἵππος· οὕτως γὰρ ἐνεργήσει κατὰ τὴν ἱππικήν· οὐ μὴν καὶ δι’ αὑτό, ὅπου γε μηδὲ τὸ ἱππεύειν αὐτό, πρὸς ὃ ἡ τοῦ ἵππου χρεία, δι’ αὑτὸ αἱρετόν· κατὰ συμβεβηκὸς δὲ ὁ ξανθὸς ἢ ὁ μέλας. ἀλλὰ καὶ τὸ τρέφεσθαι τῷ δεομένῳ τροφῆς καθ’ αὑτὸ μέν, οὐ δι’ αὑτὸ δὲ αἱρετὸν εἶναι δόξει. τοῖς μὲν οὖν δι’ αὑτὰ αἱρετοῖς οὖσιν ἀκολουθεῖ τὸ καθ’ αὑτὰ αἱρετοῖς εἶναι, οὐ μὴν ἔτι ἀντιστρέφειν ἂν δόξειεν. ἢ ὅλως κατὰ συμβεβηκός ἐστιν ἀγαθὸν ὃ οὐκ ὂν ἀγαθὸν τῇ αὑτοῦ φύσει διά τι ἀγαθὸν συμβεβηκὸς αὐτῷ ἀγαθὸν λέγεται. οὕτως γὰρ τὸ τοὺς ἐχθροὺς δικαίους εἶναι, ὅτι μὴ ὄντι αὐτῷ ἀγαθῷ ἀγαθόν τι συμβέβηκε2 (τὸ γὰρ μὴ ἀδικεῖσθαι ὑπ’ αὐτῶν, ἀγαθὸν οὐκ ἐκείνων ἕνεκεν ἀλλὰ ἡμῶν ὑπάρχον), κατὰ συμβεβηκὸς ἀγαθὸν φαίνεται, οὐχ ὡς ὁ πλοῦτος οὐδ’ ἄλλο τι τῶν ὀργανικῶν ἀγαθῶν ἀγαθὸν [ἀλλὰ] καθ’ αὑτὸ μέν, οὐ δι’ αὑτὸ δέ·3 καθ’ αὑτὸ μὲν γὰρ ὁ πλοῦτος, ὅτι τῇ αὑτοῦ φύσει ὄργανόν ἐστιν ἐνεργειῶν καλῶν, οὐ δι’ αὑτὸ δέ, ὅτι πᾶν ὄργανον δι’ ἄλλο αἱρετόν. ἔσται οὖν τὸ μὲν κατὰ συμβεβηκὸς αἱρετὸν πάντως δι’ ἄλλο αἱρετόν, τὸ δὲ δι’ ἄλλο αἱρετὸν οὐ πάντως καὶ κατὰ συμβεβηκός· δι’ ἄλλα μὲν γὰρ αἱρετὰ πολλὰ τῶν τῇ αὑτῶν φύσει ἀγαθῶν, κατὰ συμβεβηκὸς δὲ μόνα ἃ διά τι συμβεβηκὸς αὐτοῖς ἔχει τὸ αἱρετόν· οὕτως γὰρ αἱρετὸν γίνεται ποτε καὶ πενία καὶ νόσος καὶ θάνατος. ὥστε, εἰ μὴ τὸ καθ’ αὑτὸ ταὐτὸν τῷ δι’ αὑτὸ μήτε τὸ δι’ ἄλλο τῷ κατὰ συμβεβηκός, οὐδ’ ἂν οἱ τόποι οἱ αὐτοὶ εἶεν.
因为朋友们是公正的,既是就自身而言也是因自身而值得选择的,正如健康也是如此;而敌人们是公正的,则是附带地(因为对他们而言,在成为公正者后不造成损害乃是附带的),并且也是因他物而[值得选择的],即为了使他们不侵害我们。锻炼也是这类事情:因为既是因他物(乃是由于健康),也是附带地,因为对于锻炼者而言保持健康是附带的。而他说过,它们之间的差别仅在于表达方式,因为在一种情况下我们使用“因自身”和“因他物”,而在另一种情况下我们使用“就自身而言”和“附带地”。或者,在所举的例子中差别确实仅在于表达方式,但在其他事例中,却可以在它们之间发现大于表达方式的差别。因为有些事物就自身而言是值得选择的,然而却并非因自身而[值得选择]。至少对于发冷的人而言,温暖的衣服就自身而言是值得选择的;而若是就自身而言,便不是附带地;但它并非也因自身而值得选择,而是因他物;因为不发冷乃是由它所带来的结果。相反,在发冷时我们就自身而言所选择的衣服具有白色、灰色或无论何种颜色,则是附带的。而且对于擅长骑术者而言,马就自身而言也是值得选择的;因为这样他才能依照骑术活动;但马并非也因自身而[值得选择],鉴于连马的需要所指向的骑马本身,都不是因自身而值得选择的;而栗色的或黑色的〔马〕则是附带地〔值得选择的〕。而且对于需要食物的人而言,摄取营养亦将被认为就自身而言是值得选择的,但并非因自身而[值得选择]。因此,对于因自身而值得选择的事物而言,虽然随着具有就自身而言值得选择的属性,但这似乎不再能换位。或者,总括而言,附带之善乃是就其本性而言并非善事物、却因某种附带属于它的善事物而被称作善的事物。因为依此方式,敌人们是公正的,由于其自身并非善事物却附带有某种善(因为不遭受他们侵害并非为他们的缘故、而是为我们而存在的善),便显现为附带之善,而并不像财富或器具类善事物中的任何其他事物那样就自身而言是善事物却并非因自身而[是善事物];因为财富之所以就自身而言[是善事物],乃是因为就其本性而言它是高尚活动的器具,而之所以并非因自身,则是因为一切器具皆因他物而值得选择。因此,附带地值得选择的事物在任何情况下都必定是因他物而值得选择的,但因他物而值得选择的事物却并非在任何情况下都附带地是值得选择的;因为许多就自身本性而言是善的事物乃是因他物而值得选择的,而附带地[值得选择的]则唯有那些因某种附带属于它们的属性而具有可选择性的事物;因为即使贫穷、疾病和死亡有时也以此方式成为值得选择的。因此,如果“就自身而言”并不等同于“因自身”,而“因他物”亦不等同于“附带地”,那么这些论题也就不会是同一的了。
- 3.5ἐπὶ δὲ ἄλλων ἔστιν εὑρεῖν πλείονα (ἢ) κατὰ τὸν τῆς ἐκφορᾶς τρόπον τὴν διαφορὰν ἐν αὐτοῖς
无论此处是否采纳校勘补入的连词 ἢ 并读作“比起表达方式上的差异更大的差异”,还是不补入 ἢ 而将比较级 πλείονα 视作修饰介词短语表示“超出表达方式”,该句的含义皆指两者的差别超越了单纯字面表达的范畴。
- 3.5ὅτι μὴ ὄντι αὐτῷ ἀγαθῷ ἀγαθόν τι συμβέβηκε
与格分词短语 μὴ ὄντι αὐτῷ ἀγαθῷ 与中性与格代词 αὐτῷ 一致(指代前句的“敌人们是公正的”),作为动词 συμβέβηκε(“附带属于……”)的与格补足语。
- 3.5οὐχ ὡς ὁ πλοῦτος οὐδ’ ἄλλο τι τῶν ὀργανικῶν ἀγαθῶν ἀγαθὸν [ἀλλὰ] καθ’ αὑτὸ μέν, οὐ δι’ αὑτὸ δέ
该句在句法上对比了附带之善(如“敌人们是公正的”)与以财富为代表的器具之善(就自身而言是善、但并非因自身而值得选择)。方括号中的 ἀλλὰ 为校勘删去之词,删去后 καθ’ αὑτὸ μέν, οὐ δι’ αὑτὸ δέ 直接修饰归属于财富等器具之善的 ἀγαθὸν。
