← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§229.1-230.9

因自身与因他物而值得选择的善

亚历山大阐述了亚里士多德提出的“因自身而值得选择的事物优于因他物而值得选择的事物”这一论题,以及与之相随的“就自身而言值得选择的优于附带地值得选择的”论题,并通过具体例子(健康与锻炼、朋友的公正与敌人的公正等)说明这两个论题实质上是同一的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.5#1

" Καὶ τὸ δι’ αὑτὸ αἱρετὸν τοῦ δι’ ἕτερον αἱρετοῦ." Φανερὸς καὶ οὗτος ὁ τόπος. ἐπεὶ γὰρ τῶν ἀγαθῶν τε καὶ αἱρετῶν τὰ μὲν δι’ αὑτά ἐστιν αἱρετά, ὡς ἡ εὐδαιμονία καὶ ὅσα τίμια, τὰ δὲ δι’ ἕτερον, οἷον τέμνεσθαι, γυμνάζεσθαι, χρηματίζεσθαι καὶ ὅλως τὰ ὠφέλιμα, τὰ δὲ καὶ δι’ αὑτὰ καὶ δι’ ἕτερα, ὡς αἱ ἀρεταί (καὶ γὰρ δι’ αὑτὰς καὶ διὰ τὴν εὐδαιμονίαν αἱρούμεθα), ὁμοίως ὑγεία, πλοῦτος καὶ ὅσα ὡς δυνάμεις ἀγαθά, δῆλον ὡς αἱρετώτερον ὃ δι’ αὑτὸ αἱρεῖταί τις τοῦ ὃ αἱρεῖται μέν, οὐ δι’ αὑτὸ δὲ ἀλλὰ δι’ ἕτερον,1 ὡς καὶ διὰ τῶν παραδειγμάτων γνώριμον πεποίηκεν. εἰ γὰρ τὸ μὲν ὑγιαίνειν δι’ αὑτὸ αἱρούμεθα (ἔστι γὰρ τοῦτο τῶν δι’ αὑτὰ αἱρετῶν), τὸ δὲ γυμνάζεσθαι δι’ ἕτερον (διὰ γὰρ τὴν ὑγείαν ἢ διὰ τὸ ἀγωνίζεσθαί τε καὶ στεφανοῦσθαι βούλεσθαι), αἱρετώτερον ἡ ὑγεία τοῦ γυμνάζεσθαι. οὕτως καὶ εἰ τὸν μὲν φίλον αἱρούμεθα δι’ ἑαυτούς, εἴ γε ὁ φίλος ἕτερός ἐστιν αὐτός, τὰ δὲ χρήματα οὐ δι’ αὑτά, αἱρετώτερος ὁ φίλος τῶν χρημάτων· αὐτὸς γὰρ ἑαυτῷ ἕκαστος δι’ αὑτὸν αἱρετός, ὥστε καὶ 〈ὁ〉 φίλος. ἀλλὰ καὶ ὕπνου ἐγρήγορσις αἱρετώτερον, ᾗ ὁ ὕπνος ἐπὶ τὴν ἐγρήγορσιν ἔχει τὴν ἀναφοράν· ἵνα γὰρ δυνώμεθα ἐγρηγορέναι, ὕπνου καὶ ἀναπαύσεως δεόμεθα. οὕτως δεικνύοιτ’ ἂν καὶ φιλοσοφία ῥητορικῆς αἱρετώτερα. Προστίθησι δὲ τῷ προειρημένῳ τόπῳ καὶ ἄλλον, ὅτι τὸ καθ’ αὑτὸ αἱρετὸν τοῦ κατὰ συμβεβηκὸς αἱρετώτερόν ἐστιν. ἔστι δὲ καθ’ αὑτὸ μὲν αἱρετὸν ὃ διὰ τὴν οἰκείαν φύσιν τε καὶ παρουσίαν ἐστὶν αἱρετόν, κατὰ συμβεβηκὸς δὲ ᾧ οὐκ ὄντι τῇ οἰκείᾳ φύσει αἱρετῷ συμβέβηκε κατά τινα περίστασιν εἶναι αἱρετῷ.2 καὶ αὐτὸς δὲ διὰ τῶν παραδειγμάτων, ὁποῖόν ἐστιν ἑκάτερον αὐτῶν, ἐδήλωσεν. τὸ μὲν γὰρ τοὺς φίλους δικαίους εἶναι καθ’ αὑτό ἐστιν αἱρετόν· οὐ γὰρ δι’ ἡμᾶς οὐδ’ ἵνα τι ἡμῖν ἐκ τούτου περιγένηται αἱρούμεθα αὐτό, ἀλλ’ ὅτι ἡ φιλία ἐστὶ βούλησις ἀγαθῶν ἐκείνων χάριν, αἱρούμεθα τὰ ἀγαθὰ τοῖς φίλοις ὑπάρχειν· ἀγαθὸν δὲ καὶ ἡ δικαιοσύνη τῷ ἔχοντι. τὸ δὲ τοὺς ἐχθροὺς δικαίους εἶναι αἱρετὸν ἡμῖν ἐστιν οὐκέτι καθ’ αὑτό· οὐ γὰρ οἰκεῖον τῆς ἔχθρας ἡ βούλησις τῶν ἀγαθῶν τοῖς ἐχθροῖς ἐκείνων χάριν, ἐπεὶ ταὐτὸν ἂν ἦν ἔχθρα τε καὶ φιλία. οὐ δὴ καθ’ αὑτὸ τοῦτο αἱρούμεθα ἀλλὰ κατὰ συμβεβηκός· ἐπεὶ γὰρ συμβέβηκε τοῖς δικαίοις τὸ μὴ ἀδικεῖν, ὡς μὴ ἀδικοῖεν ἡμᾶς οἱ ἐχθροί, αἱρούμεθα αὐτοὺς εἶναι δικαίους. εἰ δὲ τοῦτο μὲν κατὰ συμβεβηκὸς αἱρετόν, ἐκεῖνο δὲ καθ’ αὑτό, δῆλον ὡς τὸ καθ’ αὑτὸ αἱρετὸν τοῦ κατὰ συμβεβηκὸς αἱρετώτερον. Τὸν αὐτὸν δέ φησιν εἶναι τόπον τοῦτον, τὸν τὸ καθ’ αὑτὸ λέγοντα τοῦ κατὰ συμβεβηκὸς αἱρετώτερον εἶναι, τῷ πρὸ αὐτοῦ, τῷ τὸ δι’ αὑτὸ αἱρετὸν τοῦ δι’ ἄλλο αἱρετώτερον δεικνύντι, τῷ ταὐτὸν εἶναι τὸ μὲν δι’ αὑτὸ τῷ καθ’ αὑτὸ τὸ δὲ δι’ ἄλλο δὲ τῷ κατὰ συμβεβηκός.3

“因自身而值得选择的,也比因他物而值得选择的[更是值得选择的]。” 这一论题也是明白的。因为在善的且值得选择的事物中,有些是因自身而值得选择的,如幸福以及一切尊贵之物;有些是因他物而[值得选择的],例如接受手术、锻炼、赚钱,以及一般而言有益之物;有些则是既因自身又因他物而值得选择的,如诸德性(因为我们既因它们自身,也为了幸福而选择它们;同样健康、财富以及一切作为潜能的善事物也是如此),显而易见,人因自身而选择之物,比起虽然选择但并非因其自身而是因他物而选择之物,更是值得选择的,正如他也通过例子予以明示的那样。因为如果我们因其自身而选择保持健康(因为这属于因自身而值得选择之物),而因他物选择锻炼(为了健康,或是为了想要竞技并获得花冠),则健康比起锻炼更是值得选择的。同样,鉴于朋友是另一个自我,如果我们因自己而选择朋友,却并非因钱财自身而[选择钱财],那么朋友比钱财更是值得选择的;因为每个人对他自己而言都是因自身而值得选择的,因此朋友也是如此。而且清醒比起睡眠也更是值得选择的,就睡眠是指向清醒而言;因为为了能够保持清醒,我们需要睡眠和休息。这样亦可以表明哲学比起修辞学更是值得选择的。并且他在前述论题之外又增添了另一个论题,即就自身而言值得选择的,比起附带地值得选择的更是值得选择的。就自身而言值得选择的,是指因其固有的本性与呈现而值得选择之物;而附带地值得选择的,则是指其本性虽非值得选择,却附带在某种情境下成为值得选择之物。他本人也通过例子表明了它们各自是怎样的。因为朋友们是公正的,这是就自身而言值得选择的;因为我们选择这一点,既非因我们自身,亦非为了从中获得什么,而是因为友谊是为他们的缘故而愿望善事物,所以我们才选择让善事物属于朋友们;而正义对于具有它的人来说亦是一种善。相反,敌人们是公正的,对我们而言便不再是就自身而言值得选择的了;因为为敌人的缘故而向敌人愿望善事物并不属于敌意之本性,否则敌意与友谊就会是同一回事了。因此我们并非就自身而言选择这一点,而是附带地选择它;因为既然不作不义之事附带属于公正者,为了使敌人们不侵害我们,我们才选择他们是公正的。若后者是附带地值得选择的,而前者是就自身而言值得选择的,显而易见,就自身而言值得选择的比起附带地值得选择的更是值得选择的。而且他说,这个主张就自身而言者比起附带者更是值得选择的论题,与它之前的那个表明因自身而值得选择的比起因他物而值得选择的更是值得选择的论题是相同的,乃是因为“因自身”等同于“就自身而言”,而“因他物”等同于“附带地”。

语法注3 条
  1. 3.5αἱρετώτερον ὃ δι’ αὑτὸ αἱρεῖταί τις τοῦ ὃ αἱρεῖται μέν, οὐ δι’ αὑτὸ δὲ ἀλλὰ δι’ ἕτερον

    关系代名词 ὃ 与 τοῦ ὃ 作为包含先行词(ἐκεῖνο / ἐκείνου)的无先行词关系从句使用。整句构成 αἱρετώτερόν [ἐστιν] ὃ... τοῦ [τούτου] ὃ... 的比较级结构,将主语分句(“人因自身而选择之物”)与由属格 τοῦ 引导的比较对象(“人虽选择却非因自身而是因他物选择之物”)并置对照。

  2. 3.5ᾧ οὐκ ὄντι τῇ οἰκείᾳ φύσει αἱρετῷ συμβέβηκε κατά τινα περίστασιν εἶναι αἱρετῷ

    与格关系代名词 ᾧ(其先行词省略为 τούτῳ)依存于无人称动词 συμβέβηκε,分词短语 οὐκ ὄντι... αἱρετῷ 与之性数格一致。不定词 εἶναι 的谓语形容词 αἱρετῷ 亦受逻辑主语 ᾧ 的吸引而采用与格。

  3. 3.5τῷ ταὐτὸν εἶναι τὸ μὲν δι’ αὑτὸ τῷ καθ’ αὑτὸ τὸ δὲ δι’ ἄλλο δὲ τῷ κατὰ συμβεβηκός

    中性单数与格定冠词 τῷ 引导的不定词短语(冠词性不定词与格)表示前面陈述认同/等同的原因或根据(原因与格)。在该从属结构内,ταὐτὸν εἶναι 带宾格主语 τὸ μὲν δι’ αὑτό 与 τὸ δὲ δι’ ἄλλο,分别与后接的与格补足成分 τῷ καθ’ αὑτό 及 τῷ κατὰ συμβεβηκός 构成对应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:229.1-230.9