← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§227.6-228.31

本质上属于属的事物的可选择性

亚历山大基于亚里士多德《论题篇》第3卷(116a23)的引文,解释了如下论题:凡作为本质(“恰好是此物”)属于善或值得选择之属的事物,比起仅将其作为偶性具有的事物更为值得选择,并通过德性与其具备者的例子对此进行了阐释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.4

" Ἔπειτα τὸ ὅπερ τόδε τι τοῦ μὴ ἐν γένει.1" Τὸ ὅπερ αὐτῷ τοῦ κυρίως ἐστὶ δηλωτικόν, καὶ ᾧ ἂν προστεθῇ τὸ ὅπερ, τὸ κυρίως ἐκεῖνο εἶναι σημαίνει· οἷον ‘ὅπερ ἄνθρωπος’ ὁ κυρίως ἄνθρωπος, καὶ ‘ὅπερ ὄν’ τὸ κυρίως ὄν, καὶ ‘ὅπερ ἀγαθόν’ τὸ κυρίως ἀγαθόν. καὶ τῶν κατηγορουμένων δὴ κατ’ ἄλλου ᾧ ἂν τὸ ὅπερ προστεθῇ, τὸ κυρίως τοῦτο ἐκείνου κατηγορεῖσθαι σημαίνει καὶ τὸ εἶναι τὸ ὑποκείμενον κυρίως ἐν τούτῳ τε καὶ τοῦτο. ἐπεὶ οὖν τὰ γένη τῶν ὑπ’ αὐτὰ κυρίως κατηγορεῖται, ἐν τῷ τί ἐστι κατηγορούμενα, ἐν τῷ ὅπερ αὐτὰ κατηγορεῖσθαι λέγει, καὶ τὰ ὑπὸ τὸ γένος 〈ὅπερ τὸ γένος〉 εἶναί φησιν· οἷον τὸ χρῶμα ἐν τῷ ὅπερ τοῦ λευκοῦ κατηγορεῖται, καὶ τὸ λευκόν ἐστιν ὅπερ χρῶμα· πάλιν τὸ ζῷον τοῦ ἀνθρώπου ἐν τῷ ὅπερ, καὶ ὁ ἄνθρωπος ζῷον. ἐπεὶ οὖν τῶν κατηγορουμένων τὰ αὐτὰ τῶν μὲν ὡς γένη κατηγορεῖται τῶν δὲ ὡς συμβεβηκότα (τὸ γὰρ χρῶμα τοῦ μὲν ὡς χρώματος λευκοῦ ὡς γένος κατηγορεῖται, τοῦ δὲ σώματος τοῦ λευκοῦ ὡς συμβεβηκός), τόπον τινὰ ἀπὸ τούτου παραδίδωσιν ἡμῖν, δι’ οὗ τὸ αἱρετώτερον γνωρίσομεν. ἂν γὰρ ὧν τὴν σύγκρισιν ποιούμεθα, τὸ μὲν ὡς ἐν γένει τούτῳ, καθ’ ὃ ἡ σύγκρισις αὐτῶν, γίνηται, οἷον τῷ αἱρετῷ τε καὶ ἀγαθῷ, τὸ δὲ ὡς ἔχον συμβεβηκὸς αὐτό, αἱρετώτερον τὸ ὡς ἐν γένει ὂν αὐτῷ· τὸ μὲν γὰρ ὡς ἐν γένει ὂν τῷ ἀγαθῷ ὅπερ ἀγαθὸν γίνεται καὶ ὅπερ αἱρετόν, ὃ τοῦ κυρίως ἐστὶ δηλωτικόν, τὸ δὲ μὴ ὂν ἐν αὐτῷ ὡς ἐν γένει ἀλλὰ συμβεβηκὸς ἔχον αὐτὸ οὐ κυρίως αἱρετὸν οὐδὲ ὁμοίως ἀγαθόν. εἰ οὖν τὸ κυρίως αἱρετὸν τοῦ μὴ κυρίως αἱρετώτερον, καὶ τὸ ἐν γένει ὂν τῷ ἀγαθῷ τοῦ ἔχοντος μὲν τὸ ἀγαθὸν κατηγορούμενον μὴ ὡς γένος δὲ αἱρετώτερον· καθόλου γὰρ τῶν συγκρινομένων πρὸς ἄλληλα κατά τι μᾶλλον ἐστι τὸ ὂν ἐν γένει τῷ καθ’ ὃ ἡ σύγκρισις τοῦ μὴ οὕτως ὄντος ἐν αὐτῷ ἀλλὰ συμβεβηκὸς ἔχοντος αὐτό.2 μᾶλλον γὰρ ποσὸν οὗ ὡς γένος τὸ ποσὸν κατηγορεῖται τοῦ κατὰ συμβεβηκὸς ποσοῦ, ὡς ἡ ἐπιφάνεια τοῦ λευκοῦ, καὶ μᾶλλον ποιὸν οὗ ὡς γένος ἡ ποιότης κατηγορεῖται ἢ τοῦτο οὗ ὡς συμβεβηκός· ἡ γὰρ λευκότης μᾶλλον χρῶμα τοῦ λευκοῦ. βραχέως δὲ εἶπε τὸν τόπον εἰπὼν τὸ ὅπερ τόδε τι τοῦ μὴ ὡς ἐν γένει διὰ τοῦ μὴ ἐν γένει. τοῦ δὲ δικαίου εἶπεν ἀνδρός, ἀλλ’ οὐ τοῦ κατὰ τῆς ἕξεως λεγομένου·3 τοῦτο γὰρ ὁμοίως τῇ δικαιοσύνῃ καὶ αὐτὸ ἐν γένει τῷ ἀγαθῷ. τούτῳ τῷ τόπῳ χρώμενοι δείξομεν τὴν δικαιοσύνην καὶ ἑκάστην τῶν ἀρετῶν αἱρετώτερον καὶ μᾶλλον ἀγαθὸν οὖσαν τοῦ ἑκάστην ἔχοντος αὐτῶν, οἷον τοῦ δικαίου, τοῦ σώφρονος, τοῦ ἀνδρείου. τῶν μὲν γὰρ ἀρετῶν ἑκάστη ἐν γένει ἐστὶ τῇ ἀρετῇ καί, ὡς αὐτὸς κοινότερον νῦν γένος λαμβάνων τὸ ἀγαθὸν λέγει, ἐν τῷ ἀγαθῷ· διὸ καὶ ἑκάστη αὐτῶν ὅπερ ἀρετή ἐστι καὶ ὅπερ ἀγαθόν. τῶν δ’ ἐχόντων τὰς ἀρετὰς οὐδεὶς ἐν γένει ἐστὶ τῇ ἀρετῇ ἢ τῷ ἀγαθῷ· ὁ γὰρ δίκαιος οὔτε ὅπερ ἀρετή ἐστιν οὔτε ὅπερ ἀγαθόν, ἀλλ’ ἔστιν ἀγαθός, ὅτι συμβεβηκυῖαν ἔχει τὴν ἀρετὴν καὶ τὸ ἀγαθόν. τὸ δὲ οὐδὲν γὰρ λέγεται ὅπερ τὸ γένος, ὃ μὴ τυγχάνει ἐν τῷ γένει ὄν, ἴσον ἐστὶ τῷ ‘οὐδὲν γὰρ λέγεται ὅπερ καὶ τὸ κατηγορούμενον αὐτοῦ εἶναι, εἰ μὴ εἴη ὡς ἐν γένει [ὂν] τῷ κατηγορουμένῳ’. τοῦ γὰρ λευκοῦ τὸ χρῶμα κατηγορεῖται, καὶ λέγεται ὅπερ χρῶμα εἶναι τὸ λευκόν, ὅτι ἐστὶν ὡς γένος αὐτοῦ κατηγορούμενον· τοῦ δὲ λευκοῦ ἀνθρώπου κατηγορεῖται μὲν τὸ χρῶμα, οὐ μὴν διὰ τοῦτο ὅπερ χρῶμά ἐστιν ὁ ἄνθρωπος, ὅτι μὴ ὡς γένος αὐτοῦ ἀλλ’ ὡς συμβεβηκὸς τὸ χρῶμα κατηγορεῖται. ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων τῶν κατηγορουμένων· ὡς γὰρ τὸ χρῶμα τῶν μὲν ὡς γένος τῶν δὲ οὐχ ὡς γένος κατηγορεῖται, οὕτως καὶ ἐπὶ τῶν ἄλλων ἔχει. δύναται τὸ ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων προσκείμενον δηλωτικὸν εἶναι τοῦ ὡς ἐπὶ τῶν αἱρετῶν καὶ ἀγαθῶν αἱρετώτερον τὸ ὡς ἐν γένει ὂν τῷ ἀγαθῷ τοῦ μὴ ὡς ἐν γένει ὄντος αὐτῷ, οὕτως καὶ ἐπὶ τῶν ἄλλων μᾶλλον ἕκαστον ἐκεῖνο, ὃ ἐν γένει ἐστὶ τούτῳ καθ’ ὃ ἡ σύγκρισις αὐτοῖς, τοῦ ὄντος μὲν ἐν ἐκείνῳ, μὴ ὡς ἐν γένει δὲ 〈ἢ〉 [εἴη δὲ καὶ τὰ] ὡς ἐν εἴδει· καὶ τὰ εἴδη γὰρ ὧν ἐστιν εἴδη ἐν τῷ ὅπερ κατηγορεῖται· καὶ γὰρ φευκτὸν μᾶλλον τὸ ὡς ἐν γένει ὂν τῷ φευκτῷ τοῦ μὴ ὡς ἐν γένει ὄντος τῷ φευκτῷ.

“其次,凡恰好是此物的,比起不在属中的,[更是值得选择的]。” 对他而言,“恰好是”是“本真地”的表示,凡附加上“恰好是”之物,便意味着本真地是该物;例如“恰好是人”即是本真的人,“恰好是存在”即是本真的存在,“恰好是善”即是本真的善。而在向他物述说之物中,凡附加上“恰好是”者,便意味着此物本真地向彼物述说,且主体本真地在此物中也是此物。因此,既然诸属是就本质进行述说而本真地向从属于它们的诸物述说,他便说属是在“恰好是”中被述说,并称从属于属的诸物是〈恰好是该属的〉;例如颜色在白上是在“恰好是”中被述说的,而白恰好是颜色;同样,动物在人上是在“恰好是”中[被述说的],而人是动物。因此,既然相同的述词向某些事物是作为属被述说,而向另一些事物则是作为偶性被述说(因为颜色向作为颜色的白是作为属被述说的,向白色的物体则是作为偶性被述说的),他便基于这一点向我们传授了一个论题,通过它我们将认识何者更为值得选择。因为在我们在其中作比较的事物中,若一者作为在这个属中之物而生成——在其中进行它们之间的比较,例如在值得选择之物和善中——而另一者则是作为将它作为偶性而具有之物,则作为在属中属于它之物更是值得选择的。因为作为在属中属于善之物,会成为恰好是善和恰好是值得选择之物,这表示“本真地”,而并非作为在属中在它之内的,而是将它作为偶性而具有之物,既不是本真地值得选择的,也不是同样地善。因此,若本真地值得选择之物比非本真地值得选择之物更值得选择,则在属中属于善之物,也比具有善之述说却并非作为属之物更值得选择;因为总的来说,在就某物而相互比较的事物中,在作为比较标准的属中之物,比起并非如此在其中而是将它作为偶性而具有之物,更具有这一性质。因为量作为属向其述说之物,比起附带的量更是量,正如表面比起白之物〔更是量〕;性质作为属向其述说之物,比起它作为偶性[向其述说之物]更是性质;因为白相比于白之物更是颜色。他通过“不在属中的”,说出“恰好是此物比起并非作为在属中的”,从而简要地陈述了该论题。而且他说了“公正的”[人],但并未指就状态而言之物;因为后者就像正义一样,其自身也在属中属于善。运用这一论题,我们将证明正义以及各门德性,比起具有它们各门德性之物(例如公正之人、节制之人、勇敢之人),更是值得选择的,且更是善的。因为各门德性是在属中属于德性,且正如他自己现在将善作为更普遍的属来接受时所说的那样,是在善之中;因此它们之每一门都恰好是德性且恰好是善。而在具有诸德性的人中,没有一个是在属中属于德性或善的;因为公正的人既非恰好是德性,亦非恰好是善,而是因为将德性和善作为偶性而具有,所以才是善的。至于“因为凡未恰好在属中的,绝不会被称为恰好是该属”这句话,等同于“因为没有任何事物会被称为恰好是向其述说之物,除非它是作为在属中属于被述说之物”。因为颜色向白述说,且白被称为恰好是颜色,乃是因为颜色是作为属向其述说的;但对于白色的人,颜色虽被述说,人却决不因此而恰好是颜色,因为颜色不是作为属而是作为偶性向他述说的。这同一种理据在其他述词上亦同样有效;因为正像颜色向某些事物作为属、向另一些事物不作为属被述说一样,在其他事物上亦是如此。“同样在其他事物上也是如此”这句附加之语,可能表示:正如在值得选择和善的事物上,作为在属中属于善之物比起并非作为在属中属于善之物更值得选择,在其他事物上,各个在属中属于它们比较标准之物,比起虽在其内却非作为在属中或作为在种中之物,亦更是彼物;因为诸种向其作为种所属之物,亦是在“恰好是”中被述说的;因为作为在属中属于应回避之物,确实比起非作为在属中属于应回避之物更是应回避的。

语法注3 条
  1. 3.4τοῦ μὴ ἐν γένει

    亚里士多德原文中的属格 τοῦ μὴ ἐν γένει 是依附于省略的比较级 αἱρετώτερον 的比较属格,意为“比起不在属中的”。亚历山大在句法上将其解释为“代替‘并非作为在属中的’(τοῦ μὴ ὡς ἐν γένει)的简略表述”,从而将比较扩展至所有仅作为偶性受述的事物。

  2. 3.4καθόλου γὰρ τῶν συγκρινομένων πρὸς ἄλληλα κατά τι μᾶλλον ἐστι τὸ ὂν ἐν γένει τῷ καθ’ ὃ ἡ σύγκρισις τοῦ μὴ οὕτως ὄντος ἐν αὐτῷ ἀλλὰ συμβεβηκὸς ἔχοντος αὐτό

    该句核心句法为主句 μᾶλλον ἐστι τὸ ὂν ... τοῦ μὴ οὕτως ὄντος,其中副词比较级 μᾶλλον 统辖后面的比较属格 τοῦ μὴ οὕτως ὄντος。句首的 τῶν συγκρινομένων ... 作部分属格,与格短语 τῷ καθ’ ὃ ἡ σύγκρισις 则修饰 τὸ ὂν ἐν γένει,构成“在作为比较标准之物中处于属中的事物”之结构。

  3. 3.4τοῦ δὲ δικαίου εἶπεν ἀνδρός, ἀλλ’ οὐ τοῦ κατὰ τῆς ἕξεως λεγομένου

    此处涉及动词 εἶπεν 的宾语补足判断。τοῦ δικαίου 并非中性词(“公正之事”),而是与接下来的 ἀνδρός 一道被解读为阳性限定短语,指代具体的人(“公正之人”)。而后半部分的 τοῦ κατὰ τῆς ἕξεως λεγομένου(就品质状态而言者)则是中性短语,指品质(正义)本身,从而构成两者的对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:227.6-228.31