- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:225.13-227.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大就《论题篇》卷三第一章(116a14)展开探讨,阐释了公正之人的判断优于法律条文的作用、战争、城邦政制与技艺中优秀专家的选择优势,并通过快乐与存在等例证论述了依全人类或多数人选择的标准,最后区分了普遍更值得选择之物与对特定人而言更值得选择之物。
ἀλλὰ καὶ ἡ τοῦ ἐπιεικοῦς κρίσις δύναιτ’ ἂν χώραν ἔχειν ἀξιοῦντος1 μὴ πρὸς τὸ γεγραμμένον ἐν τοῖς νόμοις βλέπειν ἀλλὰ πρὸς τὴν διάνοιαν τοῦ γράψαντος καὶ τί ἂν ἐποίησεν ἐκεῖνος περιών τε καὶ κατὰ τὸν ὀρθὸν λόγον τε καὶ νόμον κρίνων ἀλλὰ μὴ κατὰ τὰ γεγραμμένα † αὐτοῦ μὴ πάντῃ ὑγιῶς ἔχει, ἄλλας προφάσεις ἔχων. αἱρετώτερα δὲ καὶ κατὰ μὲν πόλεμον ἃ οἱ περὶ ταῦτα ἀγαθοὶ αἱροῦνται, οἷον τὸ τὴν τάξιν φυλάσσειν καὶ μὴ προεξανίστασθαι, τὸ τῷ στρατηγῷ πείθεσθαι, τὸ ἔχειν πρὸ ὀφθαλμῶν τὸ “εἷς οἰωνὸς ἄριστος, ἀμύνεσθαι περὶ πάτρης.” τοιοῦτον καὶ τὸ τοῦ Ὀδυσσέως τὸ “οὐκ ἀγαθὸν πολυκοιρανίη· εἷς κοίρανος ἔστω, εἷς βασιλεύς.” κατὰ δὲ πολιτείαν ἃ οἱ περὶ ταῦτα ἀγαθοί. οὕτως τὸ μὴ τὰ κεχαρισμένα τοῖς πλήθεσι πρὸ τῶν συμφερόντων ποιεῖν αἱρετώτερον· τοῖς γὰρ περὶ ταῦτα ἀγαθοῖς αἱρετώτερον τοῦτο. ἀλλὰ καὶ κατὰ τὰς τέχνας αἱρετώτερα ὅσα ἢ πᾶσιν ἢ τοῖς πλείστοις δοκεῖ τῶν τεχνιτῶν. τὸ δὲ ᾗ τοιοῦτοι προσέθηκεν, ὅτι περὶ μὲν τῶν ἰατρικῶν τοῖς ἰατροῖς καὶ τῇ τούτων αἱρέσει ἐπακολουθητέον, περὶ δὲ τῶν μουσικῶν τῇ τῶν μουσικῶν. ἂν γὰρ οἱ ἐν μουσικῇ προέχοντες περὶ τῶν ἐν ἰατρικῇ λέγωσί τι, οὐχ ᾗ μουσικοὶ ἐροῦσιν· ὁμοίως δὲ καὶ ἂν οἱ ἐν ἰατρικῇ περὶ τῶν ἐν πολέμῳ. τὸ μὲν οὖν αἱρετώτερα εἶναι καθ’ ἑκάστην τέχνην, ὅσα πάντες οἱ τεχνῖται τῆς τέχνης ἐκείνης αἱροῦνται, αὐτόθεν ὡς ἀληθὲς προσπίπτει. τὸ δὲ ὅσα οἱ πλείους ἔνδοξον μέν, οὐ μὴν καὶ ἀληθές· πολλάκις γὰρ ἡ ἑνὸς τοῦ βελτίονος κατὰ τέχνην αἵρεσίς τε καὶ κρίσις βελτίων τῆς τῶν ἄλλων ἁπάντων. διὸ ἐν τοῖς τοιούτοις πρὸς ἄμφω ἡ ἐπιχείρησις· καὶ γὰρ ἀπὸ τῶν πλειόνων καὶ ἀπὸ τοῦ βελτίονος. οὐ μόνον δὲ ἐπὶ τῶν κατὰ τὰς τέχνας, ἃ οἱ πάντες ἢ οἱ πλείους τῶν τεχνιτῶν λέγουσιν, αἱρετώτερα, ἀλλὰ καὶ ἁπλῶς, ἃ πάντες ἢ οἱ πλεῖστοι τῶν ἀνθρώπων αἱροῦνται, αἱρετώτερα ἂν δεικνύοιτο ὧν μὴ πάντες.2 οὕτως τὸ εἶναι τοῦ μανθάνειν ἢ εἰδέναι αἱρετώτερον ἂν δεικνύοιτο· τὸ μὲν γὰρ εἶναι πάντες, μανθάνειν δὲ καὶ εἰδέναι οὐ πάντες αἱροῦνται. καὶ τὸ ἥδεσθαι τοῦ γυμνάζεσθαι· Πλάτων γοῦν τούτῳ χρώμενος ὡς ὄντι ἐνδόξῳ τἀγαθὸν ἔλεγεν εἶναι οὗ πάντα ἐφίεται. ἀλλὰ καὶ Εὔδοξος ἐδείκνυε τὴν ἡδονὴν τὸ μέγιστον τῶν ἀγαθῶν ἀπὸ τοῦ πάντα μὲν τὰ ζῷα ταύτην αἱρεῖσθαι, μηδὲν δὲ τῶν ἄλλων ἀγαθῶν κοινὴν οὕτως ἔχειν τὴν αἵρεσιν. διὰ τοῦτο καὶ ὑγεία δόξης αἱρετώτερον, ὅτι πάντες μὲν ἄνθρωποι ὑγιαίνειν αἱροῦνται, οὐ πάντες δὲ τὴν δόξαν. ἀλλὰ καὶ οἱ πλείους πλοῦτον δόξης μᾶλλον αἱροῦνται· ὥστε δεικνύοιτ’ ἂν διὰ τούτου καὶ ὁ πλοῦτος δόξης αἱρετώτερος. ἀλλὰ καὶ τέχνας ἔχειν τοῖς πλείοσιν αἱρετώτερον τοῦ μή. Δεῖν δέ φησιν ἑκάστῳ τῶν εἰρημένων χρῆσθαι πρὸς ὅ ἐστι χρήσιμον· οὐ γὰρ πάντα πρὸς πάντα ἁρμόττει· οὐ γὰρ διὰ τῶν αὐτῶν οἷόν τε τήν τε ἡδονὴν τῆς ἀρετῆς αἱρετωτέραν δεῖξαι καὶ τὴν ἀρετὴν τῆς ἡδονῆς, ἀλλὰ τὴν μὲν ἡδονὴν βουλόμενοι δεῖξαι τῇ πάντων αἱρέσει προσχρησόμεθα ἢ τῇ τῶν πολλῶν, τὴν δὲ ἀρετὴν τῇ τῶν σπουδαίων. ἐπεὶ δὲ περὶ αἱρετωτέρου τὸν λόγον ἐποιήσατο, οὐκ ἔστι δὲ πᾶσι τὸ αὐτὸ αἱρετώτερον, καὶ περὶ τούτου διαιρεῖται, καὶ λέγει τὰ μὲν ἁπλῶς εἶναι αἱρετώτερα τὰ δὲ τισίν, ἁπλῶς μὲν αἱρετώτερα τὰ κατὰ τὰς βελτίους ἐπιστήμας, οἷον εἰ βελτίων ἐπιστήμη φιλοσοφία τεκτονικῆς, καὶ ἁπλῶς αἱρετώτερα τὰ κατὰ φιλοσοφίαν τῶν κατὰ τεκτονικήν· τῷ μέντοι τέκτονι τὰ κατὰ τεκτονικὴν τῶν κατὰ φιλοσοφίαν, καὶ τῷ δεομένῳ τεκτονικοῦ τινος αἱρετώτερον τὸ τῷ τέκτονι δοκοῦν. δύναταί τις καὶ ὡς τόπῳ χρῆσθαι τῷ εἰρημένῳ πρὸς ἐπίκρισιν τοῦ ἁπλῶς αἱρετωτέρου.
但是,公正之人的判断也能占有一席之地,他要求人们不要着眼于法律中所写下的条文,而是着眼于立法者的意图,以及若该人活着并且依循正确的理性和法律而非依循写下的条文来评断,他会做出什么,哪怕条文本身由于具有其他托词而并非处处稳妥。而在战争中,在这些事物上优秀之人所选择的事物也是更值得选择的,例如坚守阵列而不擅自突前、服从统帅,以及在眼前铭记“唯一的最佳征兆,乃是保卫祖国”这句格言。奥德修斯的这番话亦属此类:“多人统治并非好事;当唯有一位统治者,一位君王。”在城邦政制方面,在这些事物上优秀之人[所选择的事物亦是更值得选择的]。因此,不把迎合大众之事置于切合利益之事之前,是更值得选择的;因为对于在这些事物上优秀的人来说,这才是更值得选择的。不仅如此,在技艺方面,凡工匠的所有人或绝大多数人认为如此的,也是更值得选择的。他之所以加上“在他们是此类人的限度内”,是因为在医学事物上应当听从医生及其选择,而在音乐事物上则应当听从音乐家的选择。因为倘若在音乐上卓越的人谈论医学中的事物,他们并非在作为音乐家的限度内发言;同样,在医学上卓越的人若谈论战争中的事物,亦是如此。因此,在每一门技艺中,凡该技艺的所有工匠所选择的都是更值得选择的,这立即作为真理呈现出来。至于绝大多数人所选择的[是否如此],固然符合通俗意见,却未必也是真实的;因为在技艺上更优秀的一人的选择与判断,往往优于其余所有人的选择与判断。所以在这些事物中,论证朝向双方展开:因为既能从多数人出发,也能从更优秀的人出发。不仅在属于技艺的事物上,工匠的所有人或多数人所说的更为值得选择,而且就一般而言,所有或多数人类所选择的事物,也能被证明比并非所有人都选择的事物更值得选择。照此,存在比学习或知晓能被证明是更值得选择的;因为所有人都选择存在,但并非所有人都选择学习和知晓。享乐[也能被证明]比锻炼[更值得选择];柏拉图就曾运用这一通俗意见,称善即是万物所企求之物。欧多克索斯同样由此证明快乐是最大的善,即根据所有动物都选择它,而其余各种善都不具有如此共通的选择这一事实。因此,健康也比名声更值得选择,因为所有人都选择健康,却并非所有人都选择名声。而且,多数人宁愿选择财富而非名声;从而由此亦能证明,财富比名声更值得选择。而在多数人看来,拥有技艺也比没有技艺更值得选择。 他说,应当将上述各项运用于其合用的事物上;因为并非所有事物都适合所有情况;因为不可能通过相同的理据既证明快乐比德性更值得选择,又证明德性比快乐更值得选择,而是想要证明快乐时我们将采用所有人的选择或大众的选择,而想要证明德性时则采用认真负责之人的选择。既然他论述了更值得选择之物,而同一事物对于所有人并非都是更值得选择的,他对此也做了区分,指出有些事物是就一般而言更值得选择的,有些事物则是对某些人而言如此:就一般而言更值得选择的,是依循更优越知识的事物,例如若哲学是比木工术更优越的知识,则依哲学的事物就一般而言比依木工术的事物更值得选择;然而对于木匠而言,依木工术的事物[比依哲学的事物更值得选择],而对于需要某件木工之物的人而言,木匠所认可的事物也是更值得选择的。人们亦可将所言之事作为论题,用以评断何者是就一般而言更值得选择的。
- 3.3ἀξιοῦντος
属格分词 ἀξιοῦντος 在性、数、格上与前置的名词化形容词 τοῦ ἐπιεικοῦς(公正之人)一致,修饰该人本身,而非修饰阴性名词 κρίσις(判断)。它统摄其后的不定式短语 μὴ πρὸς τὸ γεγραμμένον... βλέπειν 等作为其宾语。
- 3.3ὧν μὴ πάντες
作为比较属格使用的关系代词从句,作为前文 αἱρετώτερα(更值得选择)的比较基准。先行词 τούτων 以及动词 αἱροῦνται 被省略(即等于 τούτων ὧν μὴ πάντες αἱροῦνται,“比并非所有人都选择的事物”)。
