← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§223.27-225.13

基于明智者与专家判断的选择论题

亚历山大注解了亚里士多德在《论题篇》卷三(116a14)中提出的第二个论题,即依更优越之人(明智之人、善人、正确法律、专家)的选择与判断来论证更值得选择之物,探讨了明智与品德德性的区别,以及一般法律与个别明智判断之间的差异。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.3#1

" Καὶ ὃ μᾶλλον ἂν ἕλοιτο ὁ φρόνιμος ἢ ὁ ἀγαθὸς ἀνὴρ ἢ ὁ νόμος ὁ ὀρθὸς ἢ οἱ σπουδαῖοι περὶ ἕκαστα αἱρούμενοι ἢ τοιοῦτοί εἰσι.1" Δεύτερον τόπον τῆς τοῦ αἱρετωτέρου δείξεως παραδίδωσι τὸν ἐκ τῆς τῶν βελτιόνων αἱρέσεώς τε καὶ κρίσεως· τὸ γὰρ τοῖς βελτίοσιν 〈αἱρετώτερον〉 αἱρετώτερον. βελτίους δὲ οἱ μὲν φρόνιμοι τῶν μὴ φρονίμων, οἱ δὲ ἀγαθοὶ τῶν μὴ ἀγαθῶν, ὁ δὲ ὀρθὸς νόμος τοῦ μὴ ὀρθοῦ, καὶ καθόλου οἱ περί τι σπουδαῖοι, καθ’ ὃ τοιοῦτοί εἰσιν, αἱρούμενοι αὐτὸ ἀξιοπιστότεροι τῶν περὶ ταῦτα μὴ σπουδαίων. οἱ γὰρ τεχνῖται περὶ τὰ κατὰ τὰς οἰκείας τέχνας τῶν ἀτέχνων βελτίους, καὶ ἔτι μᾶλλον, ἂν πάντες οἱ περὶ τὴν αὐτὴν τέχνην ταὐτὸν λέγωσιν· ἔνδοξον δὲ καί, ἃ πάντες ἢ οἱ πλεῖστοι τῶν κατὰ τὴν αὐτὴν τέχνην αἱροῦνται, αἱρετώτερα λέγειν τῶν μὴ πᾶσιν αἱρετῶν. ὥστε ἐπὶ τῶν κατὰ τὰς τέχνας, ἃ ἂν πάντες ἢ οἱ πλείους αἱρῶνται, αἱρετώτερα τῶν τοῖς ἀτέχνοις αἱρετωτέρων εἶναι δοκούντων ἢ τοῖς ἐλάττοσι τῶν κατὰ τὴν αὐτὴν τέχνην. οὕτως καὶ ἁπλῶς, ἃ πᾶσιν ἢ τοῖς πλείστοις δοκεῖ, αἱρετώτερα ἂν εἴη· αἱρετώτερα γὰρ τά τε πᾶσι τῶν μὴ πᾶσι δοκούντων καὶ τὰ τοῖς πλείοσι τῶν τοῖς ἐλάττοσι. τὸ δὲ ὁ φρόνιμος ἢ ὁ ἀγαθὸς οὐχ ὡς ἐκ παραλλήλου εἶπεν· οὐ γὰρ ἐπ’ ἴσης ὁ φρόνιμος καὶ ὁ ἀγαθός, ἀλλ’ ἐπὶ πλέον ὁ ἀγαθός· ἀγαθὸς μὲν γὰρ καὶ ὁ φρόνιμος, οὐ μὴν μόνος· καὶ γὰρ ὁ ἀνδρεῖος καὶ ὁ σώφρων ἀγαθός. ἴσον οὖν τὸ εἰρημένον τῷ ‘ὁ φρόνιμος ἢ ὅλως ἀγαθός’· πᾶς γὰρ ὁ ἀγαθός, οὐ μόνον ὁ φρόνιμος, ἀξιοπιστότερος ἐν τοῖς περὶ τὰς αἱρέσεις τοῦ μὴ τοιούτου. δύναται καὶ τὸν μὲν φρόνιμον κατὰ τὴν λογικὴν ἀρετὴν εἰρηκέναι, τὸν δὲ ἀγαθὸν κατὰ τὴν ἠθικήν· ἰδίως γὰρ λέγει τοὺς κατὰ τὰς ἀρετὰς ταύτας ἀγαθούς, ὥσπερ πάλιν σοφοὺς τοὺς κατὰ τὰς λογικάς, ὅτι κατὰ ταύτας πρακτικώτεροι τῶν καλῶν· ἡ μὲν γὰρ φρόνησις κριτική, αἱ δὲ τοῦ ἤθους ἀρεταὶ πρακτικαί. τὸ μὲν οὖν τοὺς ἀγαθοὺς δεῖν πρὸ τῶν ἄλλων τιμᾶν αἱρετώτερον, ὅτι τοῖς φρονίμοις οὕτως δοκεῖ· αὕτη γὰρ ἡ τοῦ φρονίμου κρίσις. ἀλλὰ καὶ τὸ δεῖν τὰ κοινὰ τῶν ἰδίων προτιμᾶν· “τὸ μὲν γὰρ κοινὸν συνδεῖ, τὸ δ’ ἴδιον διασπᾷ τὰς πόλεις”, ὡς Πλάτων· καὶ ὡς Θουκυδίδης· “καλῶς μὲν γὰρ φερόμενος τὸ καθ’ αὑτὸν διαφθειρομένης τῆς πατρίδος οὐδὲν ἧττον διαφθείρεται, κακοτυχῶν δὲ ἐν εὐτυχούσῃ πολλῷ μᾶλλον διασώζεται.” τὸ δὲ εὖ ποιεῖν μᾶλλον ἢ εὖ πάσχειν αἱρετώτερον, ὅτι τοῖς ἀγαθοῖς ἀνδράσιν αἱρετώτερον τοῦτο. ὁμοίως τὸ ἀδικεῖσθαι τοῦ ἀδικεῖν αἱρετώτερον διὰ τὸ τοὺς ἀγαθοὺς τοῦτο μᾶλλον αἱρεῖσθαι. ἀλλὰ καὶ τὸ ἀποθνήσκειν εὐκλεῶς τοῦ ἀδόξως σώζεσθαι διὰ τὸ αὐτὸ αἱρετώτερον, καὶ τὸ πένεσθαι δικαιοπραγοῦντα μᾶλλον ἢ ἀδικοῦντα πλουτεῖν. πάλιν ἐπεὶ οὐ πάντες οἱ νόμοι ὀρθοί, εἰσὶ δέ τινες καὶ ἐπαινούμενοι ὡς ὀρθοί, οἷον οἱ Λυκούργου, οἱ Ζαλεύκου, οἱ Σόλωνος, ὅταν ἀμφισβητούμενόν τι ᾖ τῶν ὑπὸ νόμων διωρισμένων, ὃ οἱ ὀρθοὶ νόμοι ὁρίζουσιν, αἱρετώτερον, [ἢ] ἐπεὶ καὶ οἱ ὀρθοὶ νόμοι κατὰ φρόνησιν κεῖνται. ἢ οὐ δεῖ2 ταὐτὸν ἡγεῖσθαι τὸ ‘ὁ φρόνιμος ἢ ὁ ὀρθὸς νόμος’· τὸ μὲν γὰρ τῶν νόμων ὥρισται καὶ περὶ ὡρισμένων λέγεται, τὰ δὲ τοῦ φρονίμου καὶ πρὸς τοὺς καιροὺς καὶ πρὸς τὰς περιστάσεις καὶ πρὸς τὰς τύχας ἁρμόζεται καὶ ἄλλα ἐπ’ ἄλλων ἐστίν. οὕτως οὖν δειχθήσεται τὰ συσσίτια αἱρετώτερα ἐν ταῖς πόλεσιν ὄντα, ἐπεὶ οἱ ὀρθοὶ νόμοι ὡρίκασιν αὐτὰ εἶναι, καὶ τὸ τοὺς ἀρετῇ ἀλλὰ μὴ πλούτῳ προέχοντας ἄρχειν.

“以及明智之人或善人、或正确的法律、或就各项事物而言认真负责之人在做出选择时、或在他们是此类人的限度内所更愿选择的事物。” 他传授了用以论证更值得选择之物的第二个论题,即出自更优越之人的选择和判断的论题;因为对于更优越之人而言[更值得选择的],便是更值得选择的。而明智之人优于不明智之人,善人优于不善之人,正确的法律优于不正确的法律,总的来说,就某事而言认真负责之人,在他们是此类人的限度内选择该事物时,比就这些事物而言不认真负责之人更为可信。因为工匠在属于自己专门技艺的事物上优于无技艺之人,而若从事同一种技艺的所有人都说相同的话,则更是如此;并且,主张属于同一种技艺的所有人或绝大多数人所选择的事物,比并非所有人都选择的事物更值得选择,也是符合通俗意见的。因而在属于技艺的事物上,所有人或多数人所选择的,比在无技艺之人或属于同一种技艺的少数人看来更值得选择的事物,更值得选择。同样地,哪怕就一般而言,所有人或大多数人认为如此的事物,也会是更值得选择的;因为在所有人看来如此的事物比并非在所有人看来如此的事物更值得选择,而在多数人看来如此的事物比在少数人看来如此的事物更值得选择。他所说的“明智之人或善人”,并非作为并列[同义]之物而言的;因为明智之人与善人并非等同对应,而是善人的外延更宽。因为明智之人固然是善人,但绝非唯独他是善人;勇敢之人与节制之人也是善人。因此,所言等同于“明智之人或总括而言的善人”;因为每一个善人,不仅是明智之人,在关于选择的事物上都比不具有此类品质的人更为可信。亦有可能,他是依理智德性而言明智之人,而依品德德性而言善人;因为他特指依这些德性的人为善人,正如他又指依理智德性的人为智慧之人一样,这是因为依前者而言,他们更能实践崇高之举;因为明智是长于评断的,而品格的德性是偏于实践的。因此,应当将善人尊崇于他人之上是更值得选择的,因为在明智之人看来如此;这正是明智之人的判断。再者,应当将公共之事优先于私事也是更值得选择的;正如柏拉图所言,“公事连结城邦,私事分裂城邦”;又如修昔底德所言:“一个人若在自身私事上顺遂,在祖国倾覆时亦难免同样灭亡,而在祖国繁荣中纵遭厄运,却要容易保全得多。”施恩比受惠更值得选择,因为对于善人而言这更为可选择。同样,受不义比行不义更值得选择,乃因善人宁愿选择前者。依相同的理由,死而得令名也比苟且偷生更值得选择,行公义而清贫比行不义而富有[更值得选择]。再次,既然并非所有的法律都是正确的,但有些法律被赞誉为正确的,例如吕库古的法律、扎勒乌库斯的法律、梭伦的法律,那么无论何时法律所规定的事情发生争议,凡由正确的法律所规定的便更值得选择,因为正确的法律也是依据明智而制定的。或者,不应将“明智之人或正确的法律”视为同一回事;因为法律之事已被限定并就限定之事而言,而明智之人之事则调适于时机、情势与机缘,且因事而异。因此以这种方式便能证明,城邦中设立公共食堂是更值得选择的,因为正确的法律已规定设立它们;并且由在德性而非在财富上胜出之人进行统治[也是更值得选择的]。

语法注2 条
  1. 3.3ἢ οἱ σπουδαῖοι περὶ ἕκαστα αἱρούμενοι ἢ τοιοῦτοί εἰσι

    末尾的“ἢ τοιοῦτοί εἰσι”(或在他们是此类人的限度内)在字面上与前面的“αἱρούμενοι”构成并列,但亚历山大在下文释义时将其转述为“καθ’ ὃ τοιοῦτοί εἰσιν”(就他们是此类人的限度而言)。因此连词 ἢ 在此起到引入进一步限定或阐明条件的作用。

  2. 3.3ὅταν ἀμφισβητούμενόν τι ᾖ τῶν ὑπὸ νόμων διωρισμένων, ὃ οἱ ὀρθοὶ νόμοι ὁρίζουσιν, αἱρετώτερον, [ἢ] ἐπεὶ καὶ οἱ ὀρθοὶ νόμοι κατὰ φρόνησιν κεῖνται. ἢ οὐ δεῖ

    该句在条件从句之后省略了系动词,主节骨架为“ὃ οἱ ὀρθοὶ νόμοι ὁρίζουσιν, αἱρετώτερον [ἐστι]”。置于括号内的 [ἢ] 在文本校勘中常被视为衍文,或者与随后的“ἢ οὐ δεῖ”相呼应,表示转入另一种视角的推论(即思虑之人与正确法律是否不能混同)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:223.27-225.13