- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:222.1-223.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大阐述了《论题篇》第三卷开篇(116a13)的论题,指出持续长久与稳固这两个标准未必总是一致,并结合包含关系与因果优先性等限定条件,论述了该论题在各种可选择之物与应避免之物上的具体应用。
" Πρῶτον μὲν οὖν τὸ πολυχρονιώτερον ἢ βεβαιότερον αἱρετώτερον τοῦ ἧττον τοιούτου." Πρῶτον τόπον παραδίδωσι δι’ οὗ δείξομεν ἄλλο ἄλλου ὂν αἱρετώτερον ἀπὸ τοῦ πολυχρονιωτέρου καὶ βεβαιοτέρου· τῶν γὰρ κατὰ τὰ ἄλλα ὁμοίως δοκούντων ἔχειν ἂν τὸ ἕτερον τοῦ ἑτέρου δειχθῇ πολυχρονιώτερον ὂν ἢ βεβαιότερον, αἱρετώτερον ἂν εἴη διὰ τὴν κατὰ τοῦτο ὑπεροχήν. ἔστι δὲ οὐκ ἐκ παραλλήλου κείμενον τὸ πολυχρονιώτερον ἢ βεβαιότερον,1 ἀλλ’ ἔστιν ἐφ’ ὧν διαφωνεῖν δόξει· δύναται γοῦν ἄλλο ἄλλου βεβαιότερον εἶναι ἧττον ὂν αὐτοῦ πολυχρόνιον, ὡς ἐπιστήμη αἰσθήσεως· ἡ μὲν γὰρ αἴσθησις πολυχρονιώτερον· ἀπὸ πρώτης γὰρ ἡλικίας αἰσθανόμεθα· ἡ δὲ ἐπιστήμη γίνεται μὲν ἐν τελείοις, βεβαιοτέρα μέντοι καὶ δυσκινητοτέρα τῆς αἰσθήσεώς ἐστι. διὸ δεῖ, καθ’ ὃ ἂν ᾖ χρήσιμον ἡμῖν, μεταχειρίζεσθαι τὸν τόπον. τούτῳ τῷ τόπῳ χρωμένους ἔνεστι δεικνύναι αἱρετωτέραν πλούτου εὔκλειαν· ἀμφοτέρων γὰρ ὄντων αἱρετῶν ἡ μὲν εὔκλεια καὶ μετὰ θάνατον διαμένει, οὐδεὶς δὲ μηκέτι ὢν ἔστι πλούσιος. ἀρετῆς δὲ ἢ εὐδαιμονίας ἡ εὔκλεια, εἰ καὶ πολυχρονιώτερον δειχθείη, οὐκ ἤδη καὶ αἱρετώτερον τῷ φανερὰν εἶναι τῆς ἀρετῆς καὶ τῆς εὐδαιμονίας τὴν ὑπεροχὴν ἣν ὑπερέχουσι τῆς εὐκλείας. εἰ μέντοι εἴη καὶ τὴν ἀρχὴν ἡ εὔκλεια ἐπ’ ἀρετῇ, καὶ κατὰ τοῦτο ἔσται τῆς εὐκλείας ἡ ἀρετὴ αἱρετωτέρα, ὅτι αὕτη καὶ τὴν ἀρχὴν τοῦ εἶναι αὐτὴν 〈τὴν〉 εὔκλειαν αἰτία. δεικνύοιτο δ’ ἂν οὕτως καὶ ὑγεία εὐεξίας αἱρετώτερον. ἢ πάλιν παραφυλάσσειν δεῖ τὸ πολυχρονιώτερον ἐν τῷ ἔλαττον πολυχρονίῳ περιεχόμενον·2 ἂν γὰρ οὕτως ἔχωσιν, αἱρετώτερον γίνεται τὸ ὀλιγοχρονιώτερον τῷ ἔχειν ἐν αὑτῷ τό τε πολυχρονιώτερον, ᾧ συνεκρίνετο, καὶ ἔξωθεν προσθήκην αἱρετοῦ τινος. τοιοῦτον 〈δ’〉 ἡ εὐεξία· οὔτε γὰρ χωρὶς ὑγείας γίνεται, καὶ πρὸς τῇ ὑγείᾳ ἔχει τι καὶ ἄλλο αἱρετόν. ὅπου μὲν οὖν προσθήκη τινὸς αἱρετοῦ γίνεται, τὸ ὕστερον αἱρετώτερον, κἂν ὀλιγοχρονιώτερον ᾖ· ὅπου δὲ τὸ ἕτερον τοῦ ἑτέρου αἴτιον, τὸ πρῶτον πάλιν αἱρετώτερον, κἂν ὀλιγοχρονιώτερον ᾖ. 〈ἢ〉 κατὰ μὲν τὸ πολυχρονιώτερον ἡ ὑγεία, κατὰ δὲ ἄλλα τινὰ πάλιν ἡ εὐεξία. τῷ δὲ βεβαιοτέρῳ προσχρώμενοι ἐπιστήμην μὲν ὀρθῆς δόξης αἱρετωτέραν δείξομεν ὄντων ἀμφοτέρων αἱρετῶν, ἀρετὴν δὲ εὐτυχίας, καὶ τὸ κατὰ τέχνην τοῦ ἀπὸ τύχης γεγονότος, καὶ τὸ προβεβουλευμένον τοῦ ἀπροβουλεύτως κατορθωθέντος, καὶ τὸ ἀναγκαῖον τοῦ ἐνδεχομένου, ἂν ᾖ ἀμφότερα αἱρετά, καὶ τὸ ἐφ’ ἡμῖν τοῦ ἐπ’ ἄλλοις (οὕτως εὐβουλία δόξης αἱρετώτερον· ἡ μὲν γὰρ ἐφ’ ἡμῖν, ἡ δὲ δόξα οὐκ ἐφ’ ἡμῖν· διὸ καὶ ἡ μὲν βεβαιοτέρα, ἡ δ’ ἀβέβαιος), καὶ τὸν θεωρητικὸν βίον τοῦ πρακτικοῦ· πλείω γὰρ τὰ τὸν πρακτικὸν ἐμποδίζοντα. διὰ τὸ βεβαιότερον καὶ ὁ μέσος βίος αἱρετώτερος τοῦ ἐν ὑπεροχῇ· λέγεται γοῦν “πολλὰ μέσοισιν ἄριστα· μέσος θέλω ἐν πόλει εἶναι”. μαρτυροῖ ἂν τούτῳ καὶ τὸ Εὐριπίδου “ζηλῶ σε, γέρον, ζηλῶ δ’ ἀνδρῶν ὃς ἀκίνδυνον βίον ἐξεπέρασ’ ἀγνώς, ἀκλεής· τοὺς δ’ ἐν τιμαῖς ἧττον ζηλῶ”. πολυχρονιώτερον καὶ μνήμη αἰσθήσεως καὶ συγγενὴς φίλου. ταῖς δ’ αὐταῖς ἀφορμαῖς χρωμένους ἔνεστι καὶ φευκτότερον ἄλλο ἄλλου δεικνύναι· τῶν γὰρ φευκτῶν τὸ πολυχρονιώτερον φευκτότερον, ὡς ἀδοξία πενίας, καὶ τὸ βεβαιότερον τοῦ ἧττον τοιούτου, ὡς ἔνδεια ἀσωτίας καὶ ἀνελευθερία βλακείας· δυσμετάβλητοι γὰρ οἱ ἀνελεύθεροι. κατὰ τοῦτο γὰρ καὶ δειλία ἀκολασίας φευκτοτέρα, τῷ τὴν μὲν ἀκολασίαν παρακμάζοντος τοῦ σώματος παύεσθαι·3 παύονται γὰρ καὶ αἱ ἐπιθυμίαι, δι’ ἃς ἡ ἀκολασία· ἡ δὲ δειλία προϊούσης τῆς ἡλικίας ἐπίδοσιν λαμβάνει. οὕτω καὶ κακία δεικνύοιτο ἂν δυστυχίας μεῖζον καὶ φευκτότερον οὖσα κακόν.
“首先,持续时间更长或更稳固的事物,比不那么具有此类性质的事物更值得选择。” 他传授了第一个论题,借此我们将从“持续时间更长”和“更稳固”出发,论证一物比另一物更值得选择。因为在其他方面看似处于同等状态的事物中,若一者被证明比另一者更持久或更稳固,它便会因在这方面的胜出而更值得选择。然而,“持续时间更长或更稳固”并非并列[同义]设置的,而是在某些情况下它们看似不一致。至少,一物在持久性上不及另一物,却完全可以比后者更稳固,例如科学知识相对于感觉。因为感觉持续时间更长——我们自幼年起便在感觉——而科学知识产生于成熟之人中,却比感觉更稳固、更不易动摇。因此,应当根据对我们有用的一面来运用这一论题。使用这一论题,我们可以证明令名比财富更值得选择;因为尽管两者都是可选择的,令名甚至在死后依然长存,而已不复存在之人中无人是富有的。但是相对于德性或幸福而言,即便令名被证明持续时间更长,也不因此就已经更值得选择,这是因为德性和幸福胜过令名的那种胜出是昭然的。不过,若令名从根本上说是基于德性而成立的,那么在这方面德性也将比令名更值得选择,因为德性也是令名自身根本上得以存在的肇因。以这种方式,健康亦可被证明比体魄良好更值得选择。或者,我们还必须留心持续时间更长者被包含在持续时间较短者之内的情况;因为如果它们处于这种状态,持续时间较短者就由于自身既包含与之相比的持续时间更长者、又带有从外部附加的某种可选择之物,从而变得更值得选择。体魄良好就是如此之物;因为它既非没有健康而生成,又在健康之外具有某种别的可选择之物。因此,凡有某种可选择之物的附加之处,即便持续时间较短,后者也更值得选择;而在一方是另一方的肇因之处,即便持续时间较短,居先的[肇因之物]反而更值得选择。或者说,依持久性而言是健康[更值得选择],而依某些其他方面而言又是体魄良好[更值得选择]。再者,附加运用“更稳固”,我们将能证明科学知识比正确意见更值得选择(在两者皆可选择的前提下),德性比幸运更值得选择,依技艺之物比出自运气之物更值得选择,预先熟虑之事比未经熟虑而成就之事更值得选择,必然之事比偶然之事更值得选择(若两者皆可选择),取决于我们自身之事比取决于他人之事更值得选择(依此,善于谋划比名声更值得选择;因为前者取决于我们自身,而名声并不取决于我们自身,因此前者更稳固,而后者不稳固),理论生活比实践生活更值得选择(因为阻碍实践生活之事更为繁多)。由于更稳固,中庸的生活也比处于显赫之中的生活更值得选择;正如人们所说:“许多至善之事属于居中之人;我愿在城邦中做一个居中者。”欧里庇得斯的诗句也可为此作证:“老人啊,我羡慕你,我羡慕那未为人知、未享声名而度过无危一生的男儿;至于那些身居荣宠之人,我却不那么羡慕。”记忆也比感觉持续时间更长,亲属也比朋友[持续时间更长]。运用相同的出发点,也能够证明一物比另一物更应避免;因为在应避免的事物中,持续时间更长者更应避免,如恶名比贫穷;更稳固者比不那么具有此类性质者更应避免,如匮乏比挥霍,鄙吝比愚钝;因为鄙吝之人是难以改变的。事实上,正是在这方面懦弱比放荡更应避免,这是由于随着身体衰退,放荡便告平息(因为放荡所由以产生的欲望也告平息了),而懦弱随着年龄增长反倒有增无减。以此方式,亦可证明恶德是比不幸更大且更应避免的恶。
- 3.2ἔστι δὲ οὐκ ἐκ παραλλήλου κείμενον τὸ πολυχρονιώτερον ἢ βεβαιότερον
οὐκ ἐκ παραλλήλου κείμενον 意为“并非作为同义词并列设置”。连接词 ἤ 被理解为引出两个可能发生背离的不同析取标准,而非同义反复的释义。
- 3.2ἢ πάλιν παραφυλάσσειν δεῖ τὸ πολυχρονιώτερον ἐν τῷ ἔλαττον πολυχρονίῳ περιεχόμενον
ἢ πάλιν 引出对前述论证(肇因之物居于优越地位)的另一种视角或限定条件。非人称动词 δεῖ 支配不定式 παραφυλάσσειν,其宾语为带分词短语的 τὸ πολυχρονιώτερον ἐν τῷ ἔλαττον πολυχρονίῳ περιεχόμενον(持续更长者被包含在持续较短者之中的情形)。
- 3.2τῷ τὴν μὲν ἀκολασίαν παρακμάζοντος τοῦ σώματος παύεσθαι
与格定冠词 τῷ 使其后的“宾格加不定式”结构(τὴν μὲν ἀκολασίαν... παύεσθαι)名词化,充当表示原因的与格(“由于放荡平息”)。其内部的 παρακμάζοντος τοῦ σώματος 是表示时间或伴随状况的属格独立结构。
