← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§220.13-221.33

关于更好与更值得选择的比较论题适用范围

针对《论题篇》卷三开篇的论题(116a3),亚历山大解释了“更好”在外延上广于“更值得选择”,梳理了比较性问题的构成类型,并指出比较论题不适用于差异昭然的事物,而应适用于彼此邻近且优势不显的事物。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1

" Πότερον δὲ αἱρετώτερον ἢ βέλτιον δυεῖν ἢ πλειόνων." Οὐχ ὡς ἐκ παραλλήλου κειμένων1 τοῦ αἱρετωτέρου τε καὶ βελτίονος ἀκουστέον· ἐπὶ πλεῖον γὰρ τὸ βέλτιον τοῦ αἱρετωτέρου. τὸ μὲν γὰρ αἱρετώτερον ἐν τοῖς αἱρετοῖς καὶ μόνοις, τὸ δὲ βέλτιον καὶ ἐν ἄλλοις· καὶ γὰρ ἐν θεωρητικοῖς, καὶ φυσικοῖς καὶ λογικοῖς, ἡ ζήτησις ἡ τοῦ βελτίονος· ὁ γὰρ ζητῶν ποτέρα βελτίων οὐσία, ἡ ἀκίνητος ἢ ἡ κινουμένη, φυσικὸν μεταχειρίζεται πρόβλημα, λογικὸν δέ γε ὁ ζητῶν πότερον βέλτιον ἐπαγωγὴ ἢ συλλογισμός. τὸ δὲ δυεῖν ἢ πλειόνων εἶπεν, ἐπεί, ὡς προειρήκαμεν, ποτὲ μὲν περὶ δύο ἡ κατὰ τὴν σύγκρισιν ζήτησις γίνεται κατὰ ἓν συγκρινομένων, ποτὲ δὲ πλειόνων πρὸς πλείω ἢ ἑνὸς κατὰ πλείω συμβεβηκότα ἢ πλειόνων κατὰ πλείω. ἑνὶ γὰρ οὐ γίνεται σύγκρισις εἰ μὴ κατὰ χρόνον, 〈οἷον〉 ὅταν ζητῶμεν πότερον λευκότερον τόδε τι νῦν ἢ πρότερον. γίνεται δὲ καὶ ἐπὶ τούτων δύο πως τὰ περὶ ὧν ἡ ζήτησις, τῇ τοῦ χρόνου προσθήκῃ τὴν διαφορὰν λαμβάνοντα· ἄλλο γὰρ καὶ ἄλλο γίνεται τὸ αὐτὸ τῇ τῶν διαφερόντων χρόνων προσθέσει. Καὶ τὰ μὲν συγκριτικὰ προβλήματα ἐν τούτοις τε καὶ τούτων καὶ κατὰ ταῦτα. πρὸ δὲ τῆς τῶν τόπων παραδόσεως πρῶτον, πῶς ἔχειν δεῖ τὰ συγκρινόμενα πρὸς ἄλληλα, ὑπογράφει, καὶ πρὸς τὰ πῶς ἔχοντα πρὸς ἄλληλα χρῆσθαι τοῖς παραδοθησομένοις τόποις· οὕτως γὰρ αὐτῶν καὶ τὸ χρήσιμον δείκνυται. φησὶ δὲ ὅτι οὐκ ἐν τοῖς πολὺ διεστῶσιν ἀπ’ ἀλλήλων καὶ φανεράν τε καὶ μεγάλην πρὸς ἄλληλα διαφορὰν ἔχουσι χρὴ τὴν σύγκρισιν ποιεῖσθαι (πρόδηλος γὰρ πᾶσιν ἡ τῶν οὕτως ἐχόντων διαφορὰ καὶ οὐκ ἀξία ζητήσεως· διὰ τοῦτο γὰρ οὐδεὶς ἀπορεῖ πότερον ἡ εὐδαιμονία ἢ ὁ πλοῦτος αἱρετώτερον, οὐχ ὅτι μὴ ἀμφότερα αἱρετά, ἀλλ’ ὅτι φανερὰ καὶ πρόδηλος ἡ τῆς εὐδαιμονίας κατὰ τὸ αἱρετὸν ὑπερβολή· διὸ οὐδ’ ἂν εὐπορήσῃ τις ὑπεροχὴν κατά τι δεῖξαι τοῦ πλούτου πρὸς τὴν εὐδαιμονίαν, πιστεύεται), ἀλλ’ ἐν τοῖς σύνεγγυς οὖσιν ἀλλήλοις καὶ ἔχουσιν ἀμφισβήτησιν διὰ τὸ μὴ φανερὰν εἶναι τὴν τοῦ ἑτέρου αὐτῶν πρὸς τὸ ἕτερον ὑπεροχήν, ὡς ἐπὶ ὑγείας καὶ εὐεξίας καὶ τοῦ ὁρᾶν καὶ τοῦ ἀκούειν καὶ θεωρητικοῦ βίου καὶ πρακτικοῦ. ἐν γὰρ τοῖς οὕτω σύνεγγυς οὖσι καὶ διὰ τοῦτο ζητήσεως ἀξίοις δειχθείσης τινὸς ὑπεροχῆς, ἢ μιᾶς ἢ πλειόνων, διὰ τὰ δειχθέντα συγκατατίθεται ἡ διάνοια τέως πλανωμένη τῷ τὸ ἕτερον αὐτῶν τοῦ ἑτέρου ἢ ἐν τῷ αἱρετῷ ἢ ἐν ἄλλῳ τινί, καθ’ ὃ ἐζητεῖτό τε καὶ ἐδείχθη, ὑπερέχειν.2 ὥσπερ δὲ ἐν τῷ πρώτῳ περὶ τῆς τῶν διαφορῶν γνώσεως λέγων καὶ περὶ τῆς τῶν ὁμοίων ἐν τοῖς ἀξίοις ζητήσεως εἶπε δεῖν τὰς ἐκλογὰς ποιεῖσθαι (ζητοῦνται δὲ αἱ μὲν διαφοραὶ ἐν τοῖς ἐγγὺς ἀλλήλων· τίνι γὰρ διαφέρει δαίμων καὶ θεός, ζητήσαι ἄν τις, ἀλλ’ οὐ τίνι θεὸς καὶ λίθος, καὶ τίνι διαφέρει λύκος καὶ κύων, ἀλλ’ οὐχ ἵππος καὶ κύων, καὶ τίνι ἐγκράτεια σωφροσύνης, ἀλλ’ οὐ σοφίας· ἡ δὲ ὁμοιότης “ἐν τοῖς πολὺ διεστῶσι”· τί γὰρ ὅμοιον ἔχει ἄνθρωπος ἵππῳ, ζητήσαι ἄν τις, ἀλλ’ οὐ τί ἀνθρώπῳ ἄνθρωπος), οὕτως καὶ τὰ συγκριτικὰ προβλήματα τὴν ζήτησιν ἔχειν λέγει ἐν τοῖς ἀφανῆ τὴν ὑπεροχὴν ἔχουσι· καὶ βραχεῖαν ἄν τις δείξας ὑπεροχὴν πιστὸς γίνεται. ἐπεὶ δὲ τὰ συγκριτικὰ προβλήματα οὐ μόνον ὕπαρξίν τινος ἀπαιτεῖ ἀλλὰ καὶ ὑπεροχήν, τοῦ μὲν ὑπερέχοντος καθ’ ὃ ἡ σύγκρισις γίνεται, τοῦ δὲ ὑπερεχομένου, δεῖ καὶ τὰς ἐπιχειρήσεις καὶ τοὺς τόπους τοῦτο ποιεῖν, μὴ ὑπάρχειν μόνον δεικνύναι ἀλλὰ τοῦ μὲν ὑπεροχὴν τοῦ δὲ ἔλλειψιν· οὐ γὰρ ὁ δείξας τι ἀγαθὸν ἤδη καὶ αἱρετώτερον δέδειχεν, ἂν μὴ δείξῃ καὶ ὅτι μᾶλλον τοῦτο ἀγαθὸν τούτου ᾧ συγκρίνεται.

“两个或更多事物中,哪一个更值得选择或更好。” 不可将“更值得选择”与“更好”理解为并列[同义]设置的;因为“更好”的外延大于“更值得选择”。因为“更值得选择”仅存在于可选择的事物之中,而“更好”也存在于其他事物之中;因为在理论性的事物中,即物理学与逻辑学的事物中,亦有关于“更好”的探究。事实上,探究不动的实体还是运动的实体是更好的实体的人,处理的是物理学问题;而探究归纳还是推论更好的人,处理的则是逻辑学问题。他说“两个或更多”,是因为正如我们先前所说,依比较的探究有时是关于依某一种属性进行比较的两个事物,有时是在更多事物与更多事物之间,或关于一个事物依更多附带属性,或关于更多事物依更多[附带属性]。因为针对单一事物不会发生比较,除非依时间而言,例如当我们探讨这个特定之物现在是否比以前更白。而在这些情况中,被探究的对象在某种意义上也成了两个,因时间的附加而获得了差异;因为由于不同时间的附加,同一事物变成了不同的事物。而比较性问题正是在这些事物之中、关于这些事物且依这些事物成立的。 在传授诸论题之前,他首先勾勒出被比较的事物彼此之间应当具有何种关系,以及对彼此具有何种关系的事物应当使用将要传授的诸论题;因为唯有如此,诸论题的用处才会显明。他说,不应当在彼此相去甚远且彼此具有明显而巨大差异的事物中进行比较(因为处于这种状态的事物的差异对所有人都是显然的,不值得探究;事实上正因如此,无人会困惑于幸福还是财富更值得选择,这并非因为两者都不是可选择的,而是因为幸福在可选择性上的胜出是清晰而昭然的;因此,即使有人能设法表明财富在某方面对幸福的胜出,他也不会被人信服);相反,[应当在]彼此邻近、且由于两者中一者对另一者的胜出并不明显而存有争议的事物中[进行比较],例如在健康与体魄良好之间、视觉与听觉之间,以及理论生活与实践生活之间。因为在如此邻近且因此值得探究的事物中,当某一种或多种胜出被论证出来时,借助已被论证之事,先前迷惘的理智便赞同它们中之一者超越另一者,无论是在可选择性上,还是在被探究和论证的其他某一方面。正如他在第一卷中论述对差异的认识和对相似者的认识时,说过应当在值得探究的事物中进行选拔(差异是在彼此邻近的事物中探究的;因为人或许会探究神明与神在何处有别,却不会探究神与石头在何处有别;探究狼与狗在何处有别,却不会探究马与狗〔在何处有别〕;探究自制与节制在何处有别,却不会探究与智慧有何别;而相似性则是“在相去甚远的事物中”[探究];因为人或许会探究人与马有何相似之处,却不会探究人与人有何[相似之处]),同样,他说比较性问题也是在胜出不可见的事物中展开探究;而且一个人哪怕只指出微小的胜出,也会变得可信。再者,由于比较性问题不仅要求某物的归属,还要求胜出——在发生比较的方面,一者胜出而另一者被胜过——因此辩驳论证与论题也必须做到这一点,不仅要表明某物归属,而且要表明一者的胜出与另一者的劣势;因为表明某物为善的人,并不因此就已经表明它更值得选择,除非他还表明,此物比与之比较的那一物更为善。

语法注2 条
  1. 3.1Οὐχ ὡς ἐκ παραλλήλου κειμένων

    带有 ὡς 的属格独立结构(ἐκ παραλλήλου κειμένων τοῦ αἱρετωτέρου τε καὶ βελτίονος)表示动词性形容词 ἀκουστέον(“须理解为……”)所否定的主观解说,意为“不可理解为两者并列[同义]设置”。

  2. 3.1τῷ τὸ ἕτερον αὐτῶν τοῦ ἑτέρου [...] ὑπερέχειν

    处于与格的带冠词不定式结构 τῷ [...] ὑπερέχειν 充当动词 συγκατατίθεται(“赞同/同意”)的补足语。以 τὸ ἕτερον αὐτῶν 为不定式的宾格主语,以比较属格 τοῦ ἑτέρου 表示比较对象,构成“(理智赞同)它们中之一者超越另一者”的句式骨架。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:220.13-221.33