- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:218.24-220.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在分类了其余诸范畴中以及各项的多种组合中的比较方式后,亚历山大解释了为何比较性问题是在第三卷而非第二卷中被处理,以及为何选取“可选择之物”作为范例。
κατὰ δὲ τὸ ποτὲ ζητεῖ ὁ ζητῶν πότερον αἱρετώτερον πλεῖν μετὰ ἰσημερίαν ἢ θέρους· κατὰ δὲ τὸ ποιεῖν πότερος ἰᾶται μᾶλλον, ὁ τέμνων ἢ ὁ φαρμακεύων· κατὰ δὲ τὸ πάσχειν πότερον ἀπαθέστερον, σῶμα ἢ ψυχή· κατὰ δὲ τὸ ἔχειν πότερον μᾶλλον ἔχει ψυχὴν τὰ ζῷα ἢ τὰ φυτά. κατὰ δὲ τὸ κεῖσθαι, ὅταν ζητῆται πότερος προσγειότερος, ὁ ἥλιος ἢ ὁ τῆς Ἀφροδίτης ἀστήρ. δόξει δὲ καὶ κατ’ οὐσίαν γίνεσθαι σύγκρισις, ὅταν ζητῶμεν εἰ ἡ πρώτη οὐσία μᾶλλον οὐσία τῆς δευτέρας. ὧν δὲ ἡ σύγκρισις γίνεται, ποτὲ μὲν δύο ἐστὶ κατά τι συμβεβηκὸς ἓν συγκρινόμενα, ὡς ὅταν ζητῆται πότερον αἱρετώτερον ὑγεία ἢ πλοῦτος· κατὰ γὰρ τὸ αἱρετὸν ἀμφοτέροις ἡ πρὸς ἄλληλα σύγκρισις. ποτὲ δὲ πλειόνων πρὸς πλείω γίνεται σύγκρισις κατά τι κοινὸν ὑπάρχον αὐτοῖς, ὡς ὅταν ζητῆται πότερον αἱρετώτερον φρόνησις μετὰ πλούτου ἢ μετὰ σωφροσύνης ὑγεία. δύναται καὶ ἑνὸς πρὸς πλείω σύγκρισις γίνεσθαι, ἂν ζητῇ τις πότερον αἱρετώτερον φρόνησις ἢ ὑγεία μετὰ πλούτου. γίνεται σύγκρισις καὶ ἑνὸς κατὰ δύο συμβεβηκότα, ὡς ὅταν ζητῶμεν πότερον ἡ φρόνησις πρακτικωτέρα ἢ θεωρητικωτέρα. γίνεται δὲ καὶ δύο τινῶν ἅμα λαμβανομένων κατὰ συμβεβηκότα δύο σύγκρισις, οἷον ἂν ζητῇ τις πότερον ἡ φρόνησις ἡ μετὰ σοφίας πρακτικωτέρα ἢ θεωρητικωτέρα· ἀλλὰ καὶ δύο περὶ δύο, ὡς ὅταν ζητῆται πότερον ἡ φρόνησις πρακτικωτέρα ἢ ἡ σοφία θεωρητικωτέρα· ἀλλὰ καὶ δύο κατὰ πλείονα συμβεβηκότα, ἂν ζητῇ τις πότερον ἡ σοφία ἢ ἡ φρόνησις πρακτικωτέρα ἅμα καὶ θεωρητικωτέρα. Καὶ περὶ μὲν τῆς ὕλης τῶν συγκριτικῶν προβλημάτων καὶ τῶν κατηγοριῶν, καθ’ ἃς συνίσταται, καὶ τῶν συγκρινομένων, κατὰ πόσους τρόπους ἀλλήλοις συντίθεταί τε καὶ συγκρίνεται, τοσαῦτα. ἄξιον δὲ ζητῆσαι τί δή ποτε ἐν τούτῳ τῷ βιβλίῳ περὶ τῶν συγκριτικῶν λέγων οὐ πάντας ἐτήρησε τοὺς συγκριτικοὺς τόπους εἰς τὸ βιβλίον τοῦτο, ἀλλ’ εἶπέ τινας καὶ ἐν τῷ πρὸ τούτου· συγκριτικοὶ γὰρ ἦσαν οἵ τε ἀπὸ τοῦ μᾶλλον καὶ οἱ ἀπὸ τοῦ ὁμοίου καὶ ὁ ἕτερος τῶν ἐκ τῆς προσθέσεως δεικνύντων καὶ ὁ ἀπὸ τοῦ μᾶλλόν τι ἢ ἧττον ἄλλο ἄλλου λέγεσθαι δεικνὺς ὅτι καὶ ἁπλῶς. ἢ οὐ πρόκειται αὐτῷ1 ἐν τούτῳ περὶ συγκριτικῶν τόπων λέγειν ἀλλὰ περὶ συγκριτικῶν προβλημάτων· συγκριτικὰ δέ ἐστι προβλήματα ἐν οἷς συγκριτικὸν τὸ ζητούμενόν τε καὶ δεικνύμενον· περὶ ὧν πάντων, πῶς οἷόν τε αὐτὰ δείκνυσθαι κατασκευαστικῶς ἢ ἀνασκευαστικῶς, ἐν τούτῳ λέγει. οἷς δὲ ἐχρήσατο τόποις συγκριτικοῖς ἐν τῷ πρὸ τούτου, οὐκ ἦσαν συγκριτικόν τι δεικνύντες ἀλλ’ ἁπλῶς ὑπάρχον ἢ μὴ ὑπάρχον· οὐ ταὐτὸν δὲ τὸ διὰ συγκριτικοῦ τι δεῖξαι καὶ τὸ συγκριτικόν,2 περὶ οὗ ἐν τούτῳ λέγει. ποιεῖται δὲ τὴν διδασκαλίαν τὴν περὶ τῶν συγκριτικῶν προβλημάτων ἢ τόπων ἐπὶ παραδείγματος τοῦ αἱρετοῦ, ἐπεὶ σαφεστέρα οὕτως ἤμελλεν ἡ παράδοσις αὐτῶν ἔσεσθαι, γινομένη ἐπί τινος ὡρισμένου. τὸ δὲ αἱρετώτερον προεχειρίσατο, ἐπεὶ πλεῖστα κατὰ φιλοσοφίαν τὰ κατὰ τοῦτο ζητήματα, καὶ χρησιμωτέρα ἡ γνῶσίς τε καὶ ἐπίκρισις τοῦ αἱρετωτέρου ἢ τοῦ μείζονος ἢ θερμοτέρου ἤ τινος τῶν τοιούτων· ἔτι δὲ διὰ πλείστων ἐπιχειρήσεών τε καὶ τόπων ἡ δεῖξις αὐτοῦ. μετὰ μέντοι τὴν ἐπὶ τούτου παράδοσιν τῶν τόπων δείξει ὅτι καὶ πρὸς τὰ ἄλλα συγκριτικὰ προβλήματα χρήσιμοι οἱ προειρημένοι τόποι, διδάσκων ἡμᾶς ὅτι οὐ πρὸς ἕν τι προβλημάτων εἶδος οἱ παραδιδόμενοι τόποι χρήσιμοι ἀλλὰ πρὸς πάντα τὰ συγκριτικῶς ζητούμενα.
另一方面,依“何时”,探究者探究是在秋分[或春分]之后航海还是在夏季航海更值得选择;依“主动”,切开者还是用药者医治得更多;依“受动”,身体还是灵魂更不易受影响;依“具有”,动物还是植物更多地具有灵魂;依“姿态”,则是当探讨太阳还是金星更接近地球时。而在我们探讨第一实体是否比第二实体更是实体时,依实体的比较似乎也会成立。另一方面,发生比较的事物,有时是依某一个附带属性进行比较的两个事物,例如当探讨健康还是财富更值得选择时;因为两者彼此的比较都是依据可选择性。有时依据归属于它们的某种共同属性,在更多的事物与更多的事物之间进行比较,例如当探讨具有财富的明智还是具有节制的健康更值得选择时。在一个人探究明智还是具有财富的健康更值得选择时,一个事物与更多的事物之间的比较也能够发生。针对一个事物依两个附带属性的比较也能够发生,例如当我们探讨明智是更具实践性还是更具理论性时。此外,针对一并考量的两个事物依两个附带属性的比较也会发生,例如某人若探究具有智慧的明智是更具实践性还是更具理论性;而且两个事物关于两个[附带属性]的比较亦会发生,例如当探讨明智更具实践性还是智慧更具理论性时;不仅如此,两个事物依更多附带属性的比较也会发生,若某人探究智慧还是明智同时更具实践性且更具理论性。 关于比较性问题的质料,以及它们赖以构成的诸范畴,还有被比较的事物以多少种方式相互组合与比较,就说这么多。但值得探究的是,为何他在这本书中论述比较之事时,没有把所有比较性论题都保留给这本书,而是在此前的[书中]也讲了若干;因为源于“更多”的论题、源于“相似”的论题、通过“附加”进行论证的论题中的另一个,以及通过一物比另一物被说成是更多或更少来论证该物亦径直[归属]的论题,都是比较性的。抑或是,他在本书中原本就不是打算论述比较性论题,而是打算论述比较性问题?而比较性问题正是所探究和被论证之事本身即为比较性的问题;关于所有这些问题,他在本书中论述了如何能够以确立或反驳的方式来论证它们。相反,他在前一[书]中使用的比较性论题,所论证的并不是某种比较性的事,而是径直表明某物归属或不归属;而通过比较性的东西来论证某事,与[论证]比较性的事本身并不是一回事,关于后者他正是在本书中进行论述的。但他以“可选择之物”的范例来进行关于比较性问题或论题的教学,是因为这种传授由于在某种确定的事物上进行,由此将变得更加清晰。他预先选用“更值得选择之物”,是因为哲学中关于此事的探究最为繁多,而且对“更值得选择之物”的认识与评判比对“更大”或“更热”或任何此类事物的认识与评判更为有用;此外,对它的论证是通过数量最多的辩驳论证与论题来进行的。然而,在这个范例上传授了诸论题之后,他将表明前述论题对于其他比较性问题也是有用的,以此教导我们:所传授的论题不仅对某一类问题有用,而且对所有依比较而探究的事物都是有用的。
- 3.0ἢ οὐ πρόκειται αὐτῷ
这里的 ἤ 引出了对紧前疑难(ἄξιον δὲ ζητῆσαι τί δή ποτε...)的解答(λύσις),在自问自答的句式中起“抑或是……”的作用。
- 3.0οὐ ταὐτὸν δὲ τὸ διὰ συγκριτικοῦ τι δεῖξαι καὶ τὸ συγκριτικόν
在前后两项对称的主语中,后半部分的 τὸ συγκριτικόν 承前省略了不定词 δεῖξαι(即“通过比较性的东西来论证某事”与“[论证]比较性的事本身”相对比)。
