- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:217.3-218.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作为亚里士多德《论题篇》第三卷的导言,本节阐述了从第二卷附带属性论题向第三卷比较论题的过渡,说明了比较属于附带属性的原因、比较性问题广泛存在于伦理学、自然学、逻辑学与各门技艺中,以及此类问题发生于除实体之外的九个范畴。
Ἐκθέμενος ἐν τῷ δευτέρῳ τοὺς πρὸς τὸ συμβεβηκὸς τόπους, δι’ ὧν δυνησόμεθα ἢ κατασκευάζειν τι ὡς συμβεβηκὸς ἄλλο ἄλλῳ ἁπλῶς ἢ ἀνασκευάζειν καὶ ὅτι μὴ συμβέβηκε τὸ λεγόμενον συμβεβηκέναι δεικνύναι, ἐν τῷ τρίτῳ τόπους ἐκτίθεται δι’ ὧν δυνησόμεθα περὶ τῶν συγκριτικῶν προβλημάτων διαλαμβάνοντες ἐπιχειρεῖν καὶ δεικνύναι ἢ μᾶλλόν τι ὑπάρχον ἄλλο ἄλλῳ ἢ ἧττον. εἶεν δ’ ἂν καὶ οὗτοι οἱ τόποι ἀπὸ τοῦ συμβεβηκότος, ὡς καὶ αὐτός γε φθάσας ἐν τῷ πρώτῳ τοῖς ἀπὸ τοῦ συμβεβηκότος προβλήμασι συνέταξε πάντα τὰ κατὰ σύγκρισιν λεγόμενα, προσθεὶς μετὰ τὸ περὶ τοῦ συμβεβηκότος εἰπεῖν “προσκείσθωσαν δὲ τῷ συμβεβηκότι καὶ αἱ πρὸς ἄλληλα συγκρίσεις, ὁπωσοῦν ἀπὸ τοῦ συμβεβηκότος λεγόμεναι.” καὶ ἄλλως δῆλον ὅτι ἡ σύγκρισις ἐν μόνοις γίνεται τοῖς συμβεβηκόσι· μόνον γὰρ μᾶλλον καὶ ἧττον ὑπάρχειν δύναταί τισι τὸ συμβεβηκός. οὔτε γὰρ τὸ γένος οἷόν τε τῷ μὲν μᾶλλον τῷ δὲ ἧττον ὑπάρχειν τῶν οἷς προσεχῶς ὑπάρχει οὔτε τὸ ἴδιον οὔτε ὁ ὁρισμός· τὸ δὲ συμβεβηκὸς τῷ ἔξωθεν εἶναι τῆς τοῦ πράγματος ᾧ συμβέβηκεν οὐσίας οἷόν τε καὶ μᾶλλον τινὶ ἢ τισὶ καὶ ἧττον ὑπάρχειν τὸ αὐτὸ καὶ ἄλλο ἄλλου μᾶλλον καὶ ἄλλο ἄλλου ἧττον, ὅπου γε καὶ κατά τι.1 ὕλη δὲ τοῖς συγκριτικοῖς προβλήμασίν ἐστι μὲν καὶ κατὰ φιλοσοφίαν πᾶσαν ὑποβεβλημένη. καὶ γὰρ κατὰ τὴν ἠθικήν· τὰ γὰρ περὶ αἱρετωτέρου τὴν ζήτησιν ἔχοντα πάντα ἠθικά· ἡ γὰρ τῶν αἱρετῶν ἀναφορὰ ἐπὶ πρᾶξίν τε καὶ τὴν ἠθικὴν φιλοσοφίαν. ὅσα δὲ φυσικῶν τινων ποιεῖται τὴν σύγκρισιν, φυσικὰ ταῦτα, ὡς ὅταν ζητῆται πότερα μείζων, ἡ σελήνη ἢ ἡ γῆ, καὶ πότερα βελτίων, αἴσθησις ἢ ἐπιστήμη, καὶ πότερα κίνησις ἁπλουστέρα, ἡ κύκλῳ ἢ ἡ ἐπ’ εὐθείας. ἔστιν ἔτι καὶ ἐν τῇ λογικῇ συγκριτικῶς τινα ζητούμενα, ὡς τὸ πότερον πειστικώτερον, ἐπαγωγὴ ἢ συλλογισμός, καὶ ποῖος πρῶτος συλλογισμός, ὁ κατηγορικὸς ἢ ὁ ὑποθετικός, καὶ ποῖον σχῆμα πρῶτον ἢ βέλτιον. οὐ μὴν ἀλλὰ καὶ κατὰ τὰς ἄλλας ἐπιστήμας τε καὶ τέχνας εὑρεῖν ἔστι τινὰ συγκριτικῶς ζητούμενα. μουσικὸν γὰρ πρόβλημα πότερα ὀξυτέρα ἁρμονία, ἡ Λύδιος ἢ ἡ Φρύγιος· ἀλλὰ καὶ τὸ τῶν μέτρων κάλλιον εἶναι τὸ ἡρῷον ἐπὶ μουσικῆς ὕλης ἄν τις ζητήσειε. πάλιν δ’ αὖ πότερα θεραπεία αἱρετωτέρα, ἡ διὰ τομῶν ἢ ἡ διὰ φαρμακείας, συγκριτικὸν ὂν πρόβλημα ἰατρικὴν ὕλην ὑποκειμένην ἔχει. ἡ μὲν οὖν ὕλη τῶν συγκριτικῶν προβλημάτων σχεδὸν καὶ κατὰ πᾶσαν ἐπιστήμην τε καὶ τέχνην. κατηγορίαι δέ, ἐν αἷς ἐστι τὰ κατὰ σύγκρισιν ζητούμενα, ἐννέα δοκοῦσιν εἶναι· κατὰ γὰρ τὴν οὐσίαν μόνην οὐ δοκεῖ συνίστασθαι συγκριτικὰ προβλήματα· κατὰ γὰρ συμβεβηκὸς ἡ σύγκρισις· οὐσία δὲ οὐδενὶ συμβέβηκε. πᾶσα μὲν οὖν σύγκρισις ὑπὸ τὸ πρός τι. καθ’ ἃ δὲ σύγκρισις γίνεται, ποτὲ μὲν ποιότης ἐστίν,2 ὡς ὅταν ζητῆται περί τινων ποῖον λευκότερον ἢ θερμότερον ἢ κουφότερον ἢ μουσικώτερον ἤ τι τῶν τοιούτων· πάντα γὰρ τὰ τοιαῦτα κατὰ ποιότητα. κατὰ δὲ ποσότητα, ὅταν ζητῆται πότερον ἡ σελήνη μείζων ἢ ἡ γῆ· κατὰ γὰρ τὸ ποσὸν ἡ ζήτησις ἡ τοιαύτη. κατὰ δὲ τὸ πρός τι, ὅταν ζητῆται πότερον μᾶλλον ἐπιστήμη γεωμετρία ἢ μουσική, καὶ ποία μᾶλλον αἴσθησις, ἁφὴ ἢ ἀκοή. κατὰ δὲ τὸ ποὺ ἡ ζήτησις, ὅταν ζητῆται ἐν ποτέρῳ μᾶλλον τὸ ἡγεμονικόν, ἐν καρδίᾳ ἢ ἐν ἐγκεφάλῳ.
在第二卷中阐明了针对附带属性的论题——通过这些论题,我们将能够或者确立一事物径直作为附带属性归属于另一事物,或者反驳并表明被称为附带归属者并未附带归属——之后,[亚里士多德]在第三卷中阐明了一些论题,通过这些论题,我们将能够在处理比较性问题时进行辩驳,并表明一事物归属于另一事物是更多还是更少。而这些论题也会是源于附带属性的,正如他自己先前在第一卷中将所有依据比较而表述的事物归入源于附带属性的问题一样,他在论及附带属性之后补充道:“无论以何种方式源于附带属性而表述的相互比较,也应附于附带属性之下。”从另一角度看也是显然的:比较仅发生在附带属性中;因为唯有附带属性能够更多或更少地归属于某些事物。因为无论属、固有属性还是定义,都不可能对其直接归属的对象更多地归属于这一个而更少地归属于另一个;但附带属性由于处于它所附带归属的事物的实体之外,同一种附带属性既能够更多或更少地归属于某一或某些事物,也能有一物比另一物更多、一物比另一物更少[归属],既然在某一方面[归属]时亦是如此。铺设在比较性问题之下的质料也存在于全部哲学中。实际上在伦理学中亦是如此;因为凡包含关于何者更值得选择之探究的,全都是伦理性的;因为可选择之物的指引是朝向行动与伦理哲学的。而凡对某些自然事物进行比较的,则是自然性的;例如当探讨月球与地球何者更大、感觉与科学知识何者更优、圆周运动与直线运动何者是更单纯的运动时。在逻辑学中也还有一些按比较方式探究的事情,例如归纳与推论何者更具说服力、直言推论与假言推论何者是第一推论、哪种格是第一或更优的格。不仅如此,而且在其余科学与技艺中,也能够发现某些按比较方式探究的事情。因为吕底亚调式与弗里吉亚调式何者音调更高,这是一个音乐问题;一个人也可能在音乐质料上探究英雄诗体是否在诸韵律中更优美。此外,通过手术还是通过药物的治疗更值得选择,作为一个比较性问题,它具有医学质料作为基础。因此,比较性问题的质料几乎涉及每一种科学与技艺。另一方面,依比较而探究的事物所处的范畴似乎有九个;因为比较性问题似乎唯独在实体中不能成立;因为比较依附带属性而行,而实体不作为附带属性归属于任何事物。因此,一切比较都从属于关系。而发生比较所依据的方面,有时是性质,例如当探讨在某些事物中何者更白、更热、更轻、更有音乐才能或任何此类属性时;因为所有此类事物都依性质而定。而在探讨月球与地球何者更大时,则是依数量而定;因为此类探究是依数量而行的。依关系而定,则是当探讨几何学与音乐何者更是科学、触觉与听觉何者更是感觉时。而当探讨统摄部分更多是在心脏还是在脑中时,探究则是依地点而定的。
- 3.0ὅπου γε καὶ κατά τι
连词 ὅπου(伴随 γε)表示原因或理据(“既然……”,“鉴于……”),通过附带属性甚至能够在“某一方面(κατά τι)”归属这一事实,来论证前述“同一附带属性能够更多或更少地归属”。谓语动词 ὑπάρχει 需结合上下文补出。
- 3.0καθ’ ἃ δὲ σύγκρισις γίνεται, ποτὲ μὲν ποιότης ἐστίν
关系代词从句 καθ’ ἃ δὲ σύγκρισις γίνεται 起主语或限定成分的作用(“发生比较所依据的方面”),主句中 ποιότης 作为表语名词。这与后文的介词短语 κατὰ δὲ ποσότητα 以及 κατὰ δὲ τὸ πρός τι 相呼应,按范畴逐一列举比较的标准。
