← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§215.16-216.10

径直谓述的定义及其与附限定谓述的区分

针对亚里士多德将“径直地”定义为无需附加限定即可真实表述者,亚历山大借助运动与感觉的例证,阐明了附带限定的谓述与径直的谓述之间的区别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.45

" Τὸ δὲ ἁπλῶς ἐστιν ὃ μηδενὸς προστεθέντος ἐρεῖς ὅτι καλόν ἐστιν." Εἰπὼν τὰς ἐνστάσεις πρὸς τοὺς προειρημένους τόπους (καὶ γὰρ κατά τι ὄντες τινὲς σπουδαῖοι οὐκ εἰσὶν ἁπλῶς τοιοῦτοι, καὶ ποτὲ μὴ φθειρόμενόν τι οὐκ ἔστιν ἁπλῶς καὶ ἄφθαρτον, καὶ “ποὺ μὲν συμφέρει τοιαύτῃ χρῆσθαι διαίτῃ, ὡς ἐν τοῖς νοσώδεσι τόποις, ἁπλῶς δὲ οὔ”), ὅτι μηδὲν τούτων ἁπλῶς ἐστιν ἢ λέγεται δεικνὺς τὸ ἁπλῶς τί ποτ’ ἐστὶν ἐδήλωσε, τὰς προειρημένας ἐνστάσεις ὅτι ὀρθῶς εὕρηνται1 βεβαιῶν. ὃ γὰρ χωρὶς προσθήκης τινὸς ἀληθῶς ἔστιν εἰπεῖν εἶναι, ἁπλῶς τοῦτό ἐστι τοιόνδε. παραδείγματι δὲ τοῦ λεγομένου αὐτὸς τῷ καλῷ καὶ τῷ κακῷ ἐχρήσατο. ὃ γὰρ χωρὶς προσθήκης καλόν, τοῦτο ἁπλῶς καλόν, καὶ ὃ καθ’ αὑτὸ κινεῖται χωρὶς προσθήκης, τοῦτο ἁπλῶς κινεῖται. ὃ δὲ δεῖται προσθήκης πρὸς τὸ ἀληθῶς αὐτοῦ κατηγορηθῆναι τὸ κινεῖσθαι, τοῦτο οὐχ ἁπλῶς κινεῖται· ἐφ’ οὗ γὰρ ἀληθές ἐστι τὸ κατὰ συμβεβηκὸς κινεῖσθαι καὶ μὴ οἷόν τε χωρὶς προσθήκης ἀληθῶς αὐτοῦ τὸ κινεῖσθαι κατηγορῆσαι, τοῦτο οὐ κινεῖται ἁπλῶς. καὶ ἐπὶ τῶν προειρημένων δή, οἷς μὲν μετὰ προσθήκης λεγομένοις τοῦ τινὶ ἢ ποὺ ἢ ποτὲ δυνάμεθα καὶ τὸ ἁπλῶς τὴν προσθήκην ἀφελόντες ἐπενεγκεῖν, ἀληθῶς ταῦτα καὶ ἁπλῶς λέγοιτ’ ἄν· οἷον κατὰ τοὺς ὀφθαλμοὺς ὁρᾶν ἀληθές, ἀλλὰ καὶ τοῦ κατὰ τοὺς ὀφθαλμοὺς ὁρῶντος τὸ ὁρᾶν χωρὶς προσθήκης ἀληθῶς κατηγορεῖται· οὐκέτι δέ, εἰ τὸ φύσει ἐλευθέριον ἀληθῶς κατηγορεῖται, πάντως καὶ τὸ ἁπλῶς ἐλευθέριον χωρὶς προσθήκης.2 καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως.

“而径直的事物,乃是无需添加任何规定你就会说它是高尚的那种事物。” 在阐述了针对前述论题的反诘之后(因为在某方面优秀的人绝非径直如此,在某时不朽坏之物也绝非径直不灭,而且“采用此类饮食起居在某处是有益的,例如在多病的地区,但绝非径直有益”),[亚里士多德]在表明这些事物没有一个径直存在或被表述的同时,证实了前述反诘是正确发现的,并阐明了“径直地”究竟是什么。因为凡在没有任何附加说明的情况下即可真实地说“存在”者,这就是径直具有该种性质的。而作为所讨论内容的例证,他自己使用了高尚与恶劣。因为无需附加说明即为高尚者,这是径直高尚的;无需附加说明即依自身而运动者,这是径直运动的。但若要将“运动”真实地谓述于它必须依赖附加说明,则它绝非径直运动;因为凡附带地运动为真实、且不可能在没有附加说明的情况下将运动真实地谓述于它者,这都不是径直运动的。而在前述事物中也确实如此:在那些伴随“对某人”或“在某处”或“在某时”的附加说明而表述的事物中,若我们去掉附加说明后也能够适用“径直地”,则这些事物便可被真实且径直地表述;例如,就眼睛而言在观看是真实的,但对于就眼睛而言在观看者,无需附加说明即可将“观看”真实地谓述于它;然而,若“天生慷慨”被真实地谓述,却不再必然意味着无需附加说明的“径直慷慨”也[被谓述]。对于其余事物亦同样如此。

语法注2 条
  1. 2.45τὰς προειρημένας ἐνστάσεις ὅτι ὀρθῶς εὕρηνται

    先取结构(prolepsis):从属子句(ὅτι 引出的从句)中本应作主语的名词短语 τὰς προειρημένας ἐνστάσεις,以宾格形式被提前置于从句之前,充当分词 βεβαιῶν 的形式宾语。其意义为“证实前述反诘是正确发现的”。

  2. 2.45πάντως καὶ τὸ ἁπλῶς ἐλευθέριον χωρὶς προσθήκης

    紧接前文条件从句 εἰ τὸ φύσει ἐλευθέριον ἀληθῶς κατηγορεῖται,主句省略了谓语动词 ἀληθῶς κατηγορεῖται 的省略结构。整句意为:“即使‘天生慷慨’被真实地谓述,也绝不再意味着无需附加说明的‘径直慷慨’也必然[被真实地谓述]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:215.16-216.10